Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.228.1
Not analysed yet
γραός ἐστιν εὐχὴ, μάντευμα οὖσα τοῦ μέλλοντος καὶ διατοῦτο καὶ φήμη ὀνομασθεῖσα συνήθως. ἡ δ' αὐτὴ καὶ σῆμα, ὡς μέλλον τι σημαίνουσα, καθὰ δηλοῖ τὸ, ἔπος φάτο σῆμα, τουτέστι σημεῖον, ἄνακτι τῷ Ὀδυσσεῖ. καὶ τοιοῦτον μὲν ἡ κληδών. (Vers. 121.) ἡ δὲ βροντὴ τέρας κατὰ τὴν ἐξήγησιν τῆς γραὸς, οὐ μὴν σῆμα κατὰ τὴν δηλωθεῖσαν φήμην. ἔστι δὲ τέρας αὕτη ὡς δίχα νέφους γεγονυῖα· παρὰ φύσιν γάρ. ὅθεν καὶ χρησμός ποτε προῆλθε λοξὸς διακελευόμενός τισι πόλιν οἰκίσειν, ἔνθα ἐν αἰθρίᾳ τὸ καινὸν ὑετὸς γένηται. ὁ δὲ λόγος ἐδήλου δάκρυα δίχα προϋπαρξάσης λύπης τινός. ὅτι δὲ νέφος οὐ προῆν τῆς βροντῆς, δῆλον ἐκ τοῦ, οὐδέ ποθι νέφος ἐστί. διὸ καὶ ἡ γραῦς τέρας τινὶ τόδε φαίνεσθαι νοεῖ. εἰ δὲ δοκεῖ τοῦτο ἐναντιοῦσθαι τῷ, ἐβρόντησε Ζεὺς ὑψόθεν ἐκ νεφέων, ἔστιν εἰπεῖν ἀληθῶς, ὡς νέφη νῖν Ἀττικῶς ὁ τῶν νεφῶν τόπος κατ' οὐρανόν· ἄλλως γὰρ νῦν καὶ αἰγλήεις καὶ ἀστερόεις ὁ Ὄλυμπος, ὡς δηλοῖ τὸ, ἐβρόντησεν ἀπ' αἰγλήεντος Ὀλύμπου, καὶ, ἐβρόντησας ἀπ' οὐρανοῦ ἀστερόεντος. ἰδοὺ τοίνυν καὶ τέρας ἔξωθεν τῷ Ὀδυσσεῖ τὸ διὰ βροντῆς ἀνεφέλου, καὶ φήμη ἔνδοθεν διὰ τῆς κακοτυχοῦς γραός· ἥ τις οὐχ' ἁπλῶς πύματον καὶ ὕστατον φαγεῖν εὔχεται τοὺς μνηστῆρας, ἀλλὰ καὶ ἐν τῷδε τῷ ἤματι, ὀκνοῦσα ζῆν αὐτοὺς αὔριον, καὶ οἰδὲ ἕως καὶ εἰς δόρπον ἐθέλει παρατεῖναι αὐτοῖς τὴν ζωὴν, ἀλλὰ δειπνῆσαι μόνον αὐτοὺς βούλεται, εἶτα θανεῖν. (Vers. 100.) Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τὴν φήμην πολλὰ τῶν ἀντιγράφων διὰ τοῦ ἰῶτα ἔχουσι, λέγοντα Ἰωνικὴν εἶναι τὴν λέξιν. ἔστι δὲ καινὸν τὸ λεγόμενον· δοκεῖ γὰρ ἄλλως τοῖς πλείοσιν ἡ μὲν φῆμις, ὡς ἡ μῆτις καὶ ἡ μῆνις, ἀνθρώπινον λόγον δηλοῦν, ὡς ἐν πολλοῖς ἐφάνη, ἡ δὲ φήμη, ὡς ἡ κνήμη, θειότερον. (Vers. 98.) Τὸ δὲ, Ζεῦ πάτερ εἴ μ' ἐθέλοντες ἤγετε, ἐπεί μ' ἐκακώσατε, σχῆμα ἐστὶ καινὸν συλληπτικόν· συλλαμβάνει γὰρ τῷ Διῒ καὶ λοιπὰ δαιμόνια, καὶ ἔστιν ὅμοιον τῷ, εἰς οἶκον πατρὸς, οἳ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἕεδνα. καὶ ἐκεῖ γὰρ τῷ πατρὶ καὶ τοὺς περὶ αὐτὸν συνεκδέχεται. (Vers. 100.) Τὸ δὲ, φήμην φάσθω, ἐτυμολογικῶς ἐῤῥέθη. Διὸς δὲ τέρας ἀλληγορικῶς μὲν τὸ ἐξ ἀέρος· τοιοῦτον γὰρ ἡ, ὡς ἐῤῥέθη, δίχα νέφους βροντή· ἄλλως δὲ διὰ τὸ πᾶν τέρας ἀνάγεσθαι εἰς ἐκεῖνον, καθὰ καὶ πᾶσαν ὀμφήν. διὸ καὶ πανομφαῖος ἐλέγετο Ζεύς. (Vers. 103.) Τὸ δὲ αὐτίκα πάνυ συμβάλλεται εἰς τὸ ἐφετὸν τῷ Ὀδυσσεῖ· οὐ γὰρ ἐτρίβη χρόνος τῇ εὐχῇ, ἀλλ' αὐτίκα καὶ ἡ φήμη καὶ τὸ τέρας συνέδραμον. (Vers. 105.) Ἀλετρὶς δὲ γυνὴ παρὰ τὸ ἀλέω τὸ ἀλήθω, ἐξ οὗ καὶ ἀλητὸς, ᾧ ἡ τοιαύτη ἐπιστατεῖ. ἐκ δὲ τοῦ τοιούτου ἀλέω, οὗ τὸ ἀλήθω παράγωγον, καὶ ἄλειαρ τὸ ἀπὸ πυρῶν ἄλευρον, καθάπερ ἄλφιτον τὸ ἀπὸ κριθῆς, ὡς ἐν πολλοῖς δηλοῦται· καὶ αὐτὸ δὲ τὸ ἄλευρον ἐκ τοῦ ἀλέω γίνεται πλεονασμῷ συνήθει τοῦ υ. καὶ τοιαύτη μὲν ἡ Ὁμηρικὴ ἀλετρίς. ὕστερον δὲ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀλετρίδες κόραι τινὲς Ἀθήνῃσιν ἀπεδείκνυντο ἐφ' ᾧ τὰ εἰς θυσίαν πόπανα πωλεῖν. ἐν ἑτέρῳ δὲ αὖθις δηλοῦται, ὅτι ἀλετρίδες ἔντιμοι καὶ εὐδόκιμοι παρθένοι, αἱ τὰ εἰς θυσίαν πόπανα ἄγουσαι. ἐφ' οἷς καὶ ἱερούς τινας μύλωνας ἀναγράφουσιν οἱ τὰ Ἀττικὰ συγγεγραφότες. Παυσανίας δὲ λέγει, ὅτι ἀλετρίδες αἱ τὸν ἱερὸν ἀλετὸν ἀλοῦσαι. ᾑροῦντο δέ τινες παρθένοι, αἳ τὰ εἰς θυσίαν πόπανα ἤλουν, καὶ ἦσαν ἔντιμοι. (Vers. 106.) Τὸ δὲ πλησίον ἢ χρονικόν ἐστι, καθάπερ ἀλλαχοῦ τὸ ἄγχι, καὶ ἔστιν ὥς περ αὐτίκα ἐβρόντησεν, οὕτω καὶ ἡ γυνὴ ἐλάλησεν πλησίον ἤγουν εὐθύς· ἢ καὶ ἄλλως, πλησίον τοῦ Ὀδυσσέως· οὕτω γὰρ καὶ ἠκούσθη. ὃν τρόπον καὶ τὴν βροντὴν μεγάλην πλάττει ἐν τῷ, μεγάλ' ἐβρόντησας, ἵνα ἡ γραῦς ἀκούσῃ ἐντός. ἄλλως γὰρ οὐκ ἂν ἤκουσεν ἀντιβομβούσης παρ' αὐτῇ τῆς μύλης, ἣ καὶ μύλων καὶ μύλος δὲ παρὰ τοῖς ὕστερον λέγεται. ἀφ' ἧς καὶ μυλίας λίθος ὁ εἰς ἀλετὸν χρήσιμος. ἐξ αὐτῆς δὲ καὶ μυλλὸς, ὡς εἰκὸς, ὁ διεστραμμένος τὴν ὄψιν, διαστελλόμενος τῷ ὀξεῖ τόνῳ τοῦ Μύλλος, ὅ πέρ ἐστι κύριον ὑποκριτοῦ παλαιοῦ, ὃς μιλτωτοῖς, φασὶ, προσωπείοις ἐχρήσατο. ἴσως δὲ ἐκ μύλης, ᾗ ὁμώνυμος καὶ ἡ κατὰ τοὺς ὀδόντας, καὶ τὸ μύλλειν παρὰ Θεοκρίτῳ ἐλέχθη ἐπὶ μίξεως οὐ σεμνῆς. ὁμολογουμένως δὲ καὶ ἡ ἐπιμύλιος ᾠδὴ, ἣν περὶ τοὺς ἀλετοὺς ᾖδον· αὐτὴ δὲ καὶ μυλωθρὸς ἐλέγετο ὁμωνύμως ἀνδρὶ ἢ γυναικὶ ἀθρούσῃ τὴν μύλην· ἔτι δὲ ἡ αὐτὴ καὶ ἱμαῖος κατὰ τὸν Ἀθήναιον, ἴσως, καθά φησιν ἐκεῖνος, ἀπὸ τῆς ἱμαλίδος· ἱμαλὶς δέ φησι παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλετῶν. λέγει δὲ νόστον ὁ ῥήτωρ ἐνταῦθα οὐ τὸν Ὁμηρικὸν καὶ συνήθη, ἀλλά τινα δαίμονα ἐπιμύλιον ἔφορον τῶν ἀλετῶν, ὃς καὶ εὔνοστος ἐλέγετο· οὗ παρώνυμον τὸ νόστιμον. ὅτι δὲ μύλαι καί τινες ὀδόντες λέγονται, δῆλον ἐστὶ πᾶσιν ὅσοι καὶ μυλόδοντας καὶ ἀλήθοντας τοὺς τοιούτους καλοῦσι. περὶ δὲ μύλης καὶ ἀλετρίδων, ὧν ῥῆμα