Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.229.1
Not analysed yet
τὸ ἀλετρεύειν, καὶ ἐν τοῖς κατὰ τὸν Ἀλκίνοον εἴρηται. (Vers. 109.) Τὸ δὲ ἀλῶ, ἐξ οὗ τὸ ἀλήθω, οὐ μόνον πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶν, ἀλλά που καὶ δευτέρας, ὡς δῆλον παρ' Ἀθηναίῳ ἐν τῷ, ἤλων ὄρθριαι τὰ σιτία. ἐκ δέ γε τῆς πρώτης, ἀφ' ἧς καὶ ὁ ῥηθεὶς ἀλετὸς, ἔστι καὶ περιεκτικὸν ὁ ἀλετὼν, οἷον, ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ ἀλήσας ἐξένισεν αὐτούς. (Vers. 105.) τὴν δὲ ῥηθεῖσαν ἀλετρίδα συντακτέον καὶ αὐτὴν τοῖς τιμίοις δούλοις τοῦ Ὀδυσσέως, καθὰ καὶ τὴν Εὐρυνόμην καὶ τὴν Εὐρύκλειαν, δίχα γε τῶν ἀῤῥένων. εἰ γὰρ καὶ οὐδὲν ὑγιὲς ψυχῆς δούλης, οὐδὲ χρὴ κατὰ τὸν εἰπόντα πιστεύειν αὐτοῖς, ὅμως ἔστιν οὗ καὶ ἀγαθοὶ πολλοὶ εὑρίσκονται. φασὶ γοῦν ἐν Κυδωνίᾳ νενομισμένας τινὰς ἑορτὰς εἶναι, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ' οἱ δοῦλοι πάντων κρατοῦσι, καὶ κύριοι μαστιγοῦντες εἰσὶ τοὺς ἐλευθέρους. εἰ δ' ἄλλως τῷ τοιούτῳ λόγῳ ἀντίκεινταί τινα τοπικὰ ἔθη, ἀλλ' ἐκεῖ νοητέον, οὐ πιστοὶς ἀπεκβῆναι τοὺς δούλους καὶ οἵους τιμᾶσθαι. λέγονται γοῦν οἱ ἐν τῇ νήσῳ Κῷ δοῦλοι, ὅτε τῇ Ἥρᾳ θύουσιν οἱ ἐκεῖ, οὔτε εἰσιέναι εἰς τὸ ἱερὸν, οὔτε γεύεσθαί τινος τῶν παρεσκευασμένων, ὡς ἱστορεῖ Ἀθήναιος. παρ' ἄλλῳ δέ τινι πλάττεταί, φησιν, οἰκέτης ἀγανακτῶν ὅτι πολλῶν παρακειμένων τοῖς δεσπόταις, οὐδὲ τῶν λειφθέντων θέμις δούλων φαγεῖν· ὃ δή που ὑπεμέμψατο καὶ ὁ Εὔμαιος ἐπὶ τῇ δεσποίνῃ Πηνελόπῃ, οὐχ' ὡς κακὴν μέντοι ἐκείνην αἰτιώμενος, ἀλλὰ δηλῶν, ὡς διὰ τοὺς μνηστῆρας οὐκ ἔχει τῶν δούλων ἐμπάζεσθαι, (Vers. 106.) Τὸ δὲ, μύλαι εἵατο, ἀντὶ τοῦ ἐκάθηντο, ἔκειντο· ταυτὰ γάρ πως τῷ γένει ἄμφω ταῦτα. οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο, ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν, ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο. κυριολεξία δὲ τοῦ εἵατο ἀντὶ τοῦ ἐκάθηντο ἐν τῷ, πεντηκόσιοι δ' ἐν ἑκάστῃ, ἕδρῃ δηλαδὴ, εἵατο. οὕτω καὶ ἐν Ἰλιάδι τὸ, εἴαται ἐν μεγάροις ποτιδέγμεναι, ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνταί, φησιν, ἀλλ' ὑπάρχουσιν, ἤγουν εἰσίν. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται, οἷον, διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι, καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκειται, οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται, μεταπεσούσης κἀνταῦθα τῆς ει διφθόγγου εἰς ἦτα. πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ν ἀναλόγως ἦνται, κατὰ τὸ, πεποίηται πεποίηνται καὶ τὰ ὅμοια· εἶτα Ἰωνικῇ τμήσει τοῦ ἦτα εἰς ε καὶ ἄλφα, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται. Ὅμηρος δὲ κατὰ Ἰάδα προσθεὶς τὸ ἰῶτα ἔφη, εἴαται ἐν μεγάροις. εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει. τὸ γὰρ ἧνται, ἤγουν κάθηνται, κατὰ τμῆσιν τῆς ην συλλαβῆς εἰς ε καὶ α ἕαται λέγεται, οἷον, οἳ δὴ νῦν ἕαται σιγῇ. τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησὶ, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος, μόνον τὸ η ἐν τοῖς τοιούτοις παρακειμένοις εἰς ε καὶ α τέμνοντες τὸ ἑπόμενον ν φυλάττουσι, πεποιέανται λέγοντες καὶ γεγενέανται, καθὰ καὶ τὸ ἐγένοντο ἔγεντο. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησὶ, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά· δίχα μέντοι τοῦ νυ τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται, οὕτω τῇ τὸ ἧται ἑνικὸν, ἤγουν κάθηται, γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ, οἳ δὴ νῦν ἕαται σιγῇ· ὃ δὴ ἀποῤῥαπίζει ὁ Ἡρακλείδης εἰπὼν, οὐδέ ποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν. (Vers. 107.) Αἱ δὲ δώδεκα ἀλετρίδες τὸ τοῦ ἀλετοῦ δηλοῦσι πολυδάπανον. πολλαχοῦ δὲ καὶ εἰσέτι ἐπιχωριάζει τὸ δι' ἀνδρῶν καὶ γυναικῶν ἀλετοὺς γίνεσθαι. Τὸ δὲ ἐπεῤῥώοντο τὴν τῶν ἀλετρίδων δηλοῖ σπουδαίαν κίνησιν καὶ ῥωμαλέαν. Τὸ μέντοι, ἀμβρόσιαι χαῖται ἐπεῤῥώοντο, ἄλλως ἐν Ἰλιάδι ἐῤῥέθη διὰ σεμνότητα. Περὶ δὲ ἀλφίτων καὶ ἀλειάτων προεῤῥέθη. (Vers. 109.) Ἐν δὲ τῷ, κατὰ πυρὸν ἄλεσαν, συνεκδοχικῶς νοεῖται καὶ εἴ τι ἄλλο ἤλεστο. (Vers. 114.) Τὸ δὲ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν καὶ αὐτὸ ἔχει τοῦ ε, καθὰ καὶ ἄλλα τῶν αὐτῷ συστοίχων, ὡς προδεδήλωται. Τοῦ δὲ κρῆνον, ὃ καὶ κρήηνον ἐν ἄλλοις λέγεται, εὑρίσκεται καὶ κρῆναι τὸ ἀπαρέμφατον. (Vers. 121.) Ὁ δὲ ἀλείτης ἐκ τοῦ ἀλείτω τὸ ἁμαρτάνω γίνεται. ἐκεῖθεν δὲ καὶ ὁ ἀλοιτὸς ὁ παρὰ τῷ Λυκόφρονι, ὅμοιος ὢν τῷ Ἀλείτῃ. τοῦ δὲ ἀλείτω δεύτερος ἀόριστος ἤλιτον, ἐξ οὗ νηλιτεῖς καὶ νηλίτιδες γυναῖκες, καὶ ἀλιτρὸς, κατά τινας δὲ καὶ ἀλιτήριος. (Vers. 123.) Ὅτι τὸ ἀνάψαι πῦρ ἐν δώμασιν οὕτω φράζει·