Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.237.1
Not analysed yet
τις ἐν μνηστῆρσιν ἀνὴρ, ἀθεμίστια εἰδώς. Κτήσιππος δ' ὄνομ' ἔσκε, (Vers. 288.) Σάμῃ δ' ἔνι οἰκία ναῖεν, ὡς εἶναι οὕτω Σάμιος ἢ Σαμαῖος κατὰ ἐθνικὸν, ὃ καὶ ἀλλαχοῦ προδηλοῦται. (Vers. 289.) ὃς δή τοι κτεάτεσσιν, ἤγουν κτήμασι, πεποιθὼς θεσπεσίοισιν, οἷς προσφυῶς καὶ Κτήσιππος ἐκαλεῖτο, μνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. οὗτος οὖν, κέκλυτέ μευ μνηστῆρες, ἔφη, ἀγήνορες, ὄφρα τι εἴπω· μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὃς ἂν τάδε δώματα ἵκηται. ἀλλ' ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς ἠὲ λοετροχόῳ δῴη γέρας ἤ τινι ἄλλῳ. (Vers. 299.) ὣς εἰπὼν ἔῤῥιψε βοὸς πόδα χειρὶ παχείῃ, κείμενον, ἐκ κανέοιο λαβών· ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς παρακλίνας κεφαλήν. μείδησε δὲ θυμῷ σαρδάνιον μάλα τοῖον, ἢ μέγα τοῖον. ὁ δ' εὔδμητον βάλε τοῖχον, Κτήσιππον δι' ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· (Vers. 304.) Κτήσιππ', ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ, οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. ἦ γὰρ ἄν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, καί κέ τοι ἀντὶ γάμου πατὴρ τάφον ἀμφεπονεῖτο ἐνθάδε. εἶτα μετὰ θάῤῥους καὶ τοῖς ἄλλοις λαλῶν καὶ παραμιγνὺς μὲν ἀπειλαῖς παραινέσεις, αὔξων δὲ ῥητορικῶς τὴν τῶν μνηστήρων ὕβριν ἐκ πατρικῶν μεθόδων, ἐπάγει· (Vers. 308.) διὸ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, καὶ ἑξῆς, ὥς που καὶ πρὸ τούτων εἶπεν. (Vers. 311.) εἶτα ἐπιφέρει· ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, μήλων σφαζομένων οἰνοιό τε πινομένοιο, καὶ σίτου, ἐσθιομένου δηλαδή. χαλεπὸν γὰρ, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐρυκακέειν ἕνα πολλούς. ἀλλ' ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες. εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, καί κε τὸ βουλοίμην καὶ ἑξῆς, ἃ φθάσας ἤκουσεν ἐκ τοῦ πατρὸς, εἰπόντος οὐ τλητὸν εἶναι ἀεικέα ἔργα ὁρᾶν ξείνους τε στυφελιζομένους καὶ τὰ ἑξῆς. (Vers. 314. sqq.) Καὶ ὅρα ὅπως κέρδεα νωμῶν ὁ Τηλέμαχος καὶ τὸν ξεῖνον πατέρα δίφρῳ, εἰ καὶ ἀεικελίῳ καὶ ὀλίγῃ τραπέζῃ καὶ ἰσομοιρίᾳ τιμήσας, ἠρέθισεν οὕτω φρονίμως τὸν ἀθεμίστιον. διὸ καὶ καλῶς ὁ ποιητὴς ἔφη, ὡς οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη μνηστῆρας λώβης ἴσχεσθαι, ὡς καὶ προεγράφη, ἵνα ἐρεθισθεὶς Ὀδυσσεὺς μὴ ἀναβάλληται τὸ κατ' αὐτῶν ἔργον. (Vers. 287.) Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς κυκλικῶς φράσαι· ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ, Κτήσιππος δ' ὄνομ' ἦν, αὐτὸ μὲν ἀφῆκεν, ἐχρήσατο δὲ ποικιλίας χάριν ἐν καταρχῇ μὲν τῷ ἦν, κοινῷ ὄντι, ἐν τέλει δὲ ποιητικῷ τῷ ἔσκεν· οὗ παραγωγὴ αὕτη· ἔω, ἔσω, ἔσκω· παρατατικὸς, ἔσκον. μυρία δὲ καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ τὸ κέω, κέσω, κέσκω· ἀφ' οὗ τὸ κέσκετο ἀντὶ τοῦ ἔκειτο. Σημείωσαι δὲ ὅτι τὸ μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ν κατὰ συγκοπὴν τοῦ ἦον, ὅ πέρ ἐστιν ὑπῆρχον· τὸ δὲ τρίτον οὐχ' οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον, ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις, εἶτα συναιρεθεῖσι, τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ νῦ ἐστιν· ὥς τε ἐν τῷ, ἦον ἦες ἦε, καὶ συναιρέσει ἦν, οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ν. καινὸν δέ, φησι, καὶ τὸ, ἤσκειν εἴρια καλά. διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς ν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρ' Ἕλλησιν; ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι, ὥς περ τὸ, κνέε τυρὸν, ἤγουν ἔκνεεν, ἔκοπτεν, εἰς τὸ ἦτα συναιρεθὲν οἷον κνῆ τυρὸν ἐν Ἰλιάδι, οὐκέτι σὺν τῷ ν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ν γραφήσεται, ἀλλὰ δηλαδὴ δίχα τοῦ ν, κἂν σημαίνει τὸ ὑπῆρχεν, ἀπὸ τοῦ ἔε δηλονότι. καὶ οὕτω μὲν κατέστησεν ὁ σοφὸς τὴν τοιαύτην γραφήν. ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ν νοῆσαι τὸ ἦν Δωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην, εἰπόντα οὕτω· τὸ παρ' ἡμῖν ἔπλει καὶ ἔῤῥει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔῤῥεεν, ὡς τῆς ει διφθόγγου τεμνομένης παρ' αὐτοῖς εἰς ἄμφω ταῦτα. παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται τὰ τοιαῦτα δύο εε εἰς ην συναιρεῖται. τὸ γὰρ ἔπλεεν, ἔῤῥεεν, ἔπλην καὶ ἔῤῥην παρ' αὐτοῖς. εἰ τοίνυν τοῦτο δέδοται, τί κωλύει κατὰ τὸ ἔπλεεν, ἔπλην, Δωρικῶς καὶ ἔῤῥεεν, ἔῤῥην, οὕτως εἶναι καὶ ἔεν ἦν; περισπωμένως μέντοι διὰ τὸ τοῦ ῥήματος μονοσύλλαβον, χαρέντων τῇ Δωρικῇ φωνῇ καὶ τῶν Ἀττικῶν. οἳ καὶ τὸ δάματερ, Δωρικὸν ὂν, φιλοῦσι λαλεῖν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅτε τι θαῦμα πρόκειται, ὡς καὶ ὁ τοῦ κωμικοῦ Πλοῦτος δηλοῖ. Ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει, μετειλημμένου τοῦ ν εἰς σ Δωρικῶς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν. ἔστι δὲ αὐτοῦ χρῆσις καὶ παρὰ τῷ βουκολιαστῇ. ὡς καὶ ἐν τῷ πεποιήκαμεν καὶ λέγομεν καὶ τοῖς ὁμοίοις τρέπουσι τὸ ν εἰς σ οἱ Δωριεῖς, λέγοντες πεποιήκαμες καὶ τἄλλα δὲ ὡσαύτως, δηλοῦσιν οἱ χρησάμενοι. τὸ δὲ παρ'