Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.238.1
Not analysed yet
Ἡσιόδῳ, τῆς δ' ἦν τρεῖς κεφαλαὶ, ἀντὶ τοῦ ἦσαν, Βοιωτῶν λέγεται γλώσσης εἶναι, οἳ ἑνικὰ ῥήματα πληθυντικοῖς ὀνόμασι συνέταττον. (Vers. 288.) Ἐν δὲ τῷ, ὄνομ' ἔσκεν, ὄνομα κατ' ἐξοχὴν τὸ κύριον δηλοῦται, οὐ μὴν τὸ κοινὸν, ἐξ οὗ ὀνομάζειν Ὅμηρος πολλαχοῦ οἶδε τὸ διεξοδικῶς λαλεῖν ἐν συνθήκῃ ὀνομάτων, ἤγουν λέξεων. αἷς καὶ τὰ ἐπίθετα συνεισάγονται τὰ, ὡς ἂν Ὅμηρος εἴποι, κατ' ἐπίκλησιν. ἡ δὲ, ὡς ἐῤῥέθη, κυριωνυμία καὶ τὸ παρὰ Εὐμαίῳ εἵλκυσεν ὀνομάζειν. ἔφη γὰρ ἐκεῖνος αἰδεῖσθαι ὀνομάζειν τὸν καλὸν δεσπότην, ἤγουν εὐλαβεῖσθαι λέγειν ἐκεῖνον τὸ κύριον αὐτοῦ ὄνομα, ὅ περ ἦν Ὀδυσσεὺς, οἷα ἐπικρίνων ἠθεῖον αὐτὸν καλεῖν, ὡς προδεδήλωται. τὸ δὲ τοιοῦτον κύριον ὄνομα καὶ τὸν ἐν Ἰλιάδι ὀνομακλυτὸν συνέθετο, οὗ δηλονότι τὸ κύριον ὄνομα περίκλυτον ἀνθρώποις ἦν. ἐξ αὐτοῦ δὲ καὶ τὸ ὀνομακλήδην, δηλοῦν, ὡς ἐξ ὀνόματος κυρίου ἐκάλει ἕκαστον τῶν ἔσω τοῦ δουρείου ἵππου ἡ Ἑλένη. Θεσπέσια δὲ κτήματα Κτησίππου τοῦ διὰ πλοῦτον ὑβριστοῦ τὰ πολλὰ λέγει, ἃ δηλαδὴ θεὸς ἂν εἴποι. οὐ γὰρ δή που κτέατα θεῖα εἰσὶ τὰ τοῦ εἰδότος ἀθεμίστια κατὰ τὸν ποιητήν. Μνηστῆρες δ' ἀγήνορες ἐνταῦθα ἐπὶ ἐπαίνου· οὐ γὰρ ἂν ὁ μνηστὴρ Κτήσιππος τοὺς ὁμοίους ὕβριζε. (Vers. 293.) Τὸ δὲ πάλαι φανερῶς καὶ νῦν ἐκ περισσοῦ κεῖται καὶ οὐ κατὰ κυρίαν σημασίαν ἐν τῷ, μοῖραν ὁ ξεῖνος ἔχει πάλαι. οὐ γὰρ κυρίως πάλαι μοῖραν ἔχει ὁ νῦν αὐτίκα λαβὼν αὐτήν. Ἀττικῶς δὲ τὸ σχῆμα. παρ' οἷς καὶ τὸ ποτὲ καὶ τὸ πάλαι ἁπλῶς οὕτω κεῖνται δίχα τοῦ σημαίνειν πολυκαιρίαν τινά. Τὸ δὲ, ὡς ἐπέοικε, φθονῶν ὁ κακὸς λέγει κατὰ εἰρωνείαν· ἠρέθισται γὰρ τῇ τοῦ ξένου τιμῇ. (Vers. 294.) Οὐ καλὸν δὲ πρᾶγμα λέγει τὸ μὴ ἐπαίνου ἄξιον, ἐπεὶ καὶ τέλος ἐγκωμιαστικοῦ εἴδους τὸ καλὸν κατὰ τοὺς μεθ' Ὅμηρον. Περὶ δὲ τοῦ ἀτέμβειν ποιητικοῦ ῥήματος ὄντος καὶ στέρησιν καὶ βλάβην σημαίνοντος δεδήλωται ἀλλαχοῦ, (Vers. 295.) ὥς περ καὶ ὅτι ἔθος Ὁμήρῳ ἐκ πληθυντικοῦ ἀορίστου καταβαίνειν εἰς ἑνικὸν ὡρισμένον, ὡς καὶ ἐνταῦθα εἰπὼν ξείνους Τηλεμάχου ἐπιφέρει· ὃς ἂν ἐνθάδ' ἵκηται. (Vers. 297.) Ἐν δὲ τῷ, δῴη γέρας, ἢ τὸ ἁπλῶς δῶρον λέγει γέρας, ἢ τὸ ἐπέκεινα τῆς μοίρας, ὥς που καὶ τῷ Ὀδυσσεῖ οἷά τι γέρας ἐπιπέμπει τὸν τοῦ βοὸς πόδα ὁ Κτήσιππος. (Vers. 299.) ὃν πόδα καὶ σημειωτέον βιαζόμενον κατὰ τὴν τοῦ Κράτητος παρατήρησιν λογίζεσθαι, ὡς καὶ ἑφθὰ ἤσθιον ἥρωες. οὐ γὰρ ἄν, φησι, γένοιτο ποὺς βοὸς ὀπτός. Τὸ δὲ, ἔῤῥιψε βοὸς πόδα, ταυτὸν τῷ ἀφῆκε δίκην βέλους, ὁποῖόν τι καὶ πρὸ ὀλίγων τὸ, διαῤῥίπτασκεν ὀϊστόν. ὅτι δὲ βέλος καὶ ὁ ῥηθεὶς ποὺς, δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἀλεύατο γὰρ βέλος αὐτός. (Vers. 302.) Τὸ δὲ σαρδάνιον, ὅ τινες σαρδόνιον γράφουσιν, ἐξ οὗ καὶ διεσαρδόνησεν ἐν ῥητορικῷ λεξικῷ τὸ, διεγέλασεν οὐκ ἐπὶ διαχύσει, δηλοῖ μὲν τὸ ἄκροις χείλεσι σεσηρέναι τὸν ἔσω δακνόμενον θυμῷ ἢ λύπῃ, ἵνα ᾖ σαρδάνιον Ὁμηρικῶς καὶ σαρδόνιον δὲ κατὰ τοὺς ἄλλους τὸ σεσηρὸς καὶ σαρκαστικόν. καὶ οἱ μέν φασι τὴν λέξιν εἰλῆφθαι ἀπὸ τοῦ δοθέντος ὑπὸ Διὸς τῇ Εὐρώπῃ φύλακος ἡφαιστοτεύκτου, ὃς τοὺς παραβάλλοντας ξένους τῇ Κρήτῃ συλλαμβάνων ἰδίως, φασὶν, ἐτιμωρεῖτο, πηδῶν εἰς πῦρ καὶ θερμαίνων τὸ στῆθος, ὁποῖόν τι περὶ τοῦ Κρητικοῦ Τάλω τοῦ χαλκεοστήθου φασί τινες καὶ χαλκόποδος, καὶ περιπτυσσόμενος, καὶ καιομένων ἐκείνων, αὐτὸς σεσηρώς. ἀλλ' οὗτος μὲν ὁ λόγος οὐ πάνυ διευκρινεῖ τὴν λέξιν, ἀλλ' ἢ μόνον δίδωσιν ὑπονοεῖν, ὅτι παρὰ τὸ δονεῖν ἢ δαίειν ἤτοι καίειν καὶ παρὰ τὸ σαίρω, ἔσαρον, ὅθεν καὶ τὸ σεσηρέναι, γίνεται τὸ σαρδόνιον, οἱονεὶ τὸ σεσηρὸς καὶ δονοῦν ἢ δαῖον ἤγουν καῖον. ἕτεροι δέ φασιν, ἐν Σαρδοῖ νήσῳ ἐπέκεινα Σικελίας τῇ καὶ Σαρδόνι σέλινον φύεσθαι, οὗ τοὺς ἐμφαγόντας ξένους μετὰ σπασμοῦ ὄλλυσθαι σεσηρότας, ὡς εἶναι σαρδόνιον ἢ σαρδάνιον γέλωτα τὸν μετὰ ὀδύνης, ὁποῖον τινὰ γελᾶν λέγεται καὶ οἱ τετρωμένοι τὰς φρένας, καὶ οἷον δὲ πεῖρα ἔφηνε πολλοῖς, διδάξασα ὑπὸ ὄφεως συσχεθῆναι τινὰ καὶ δηχθῆναι περί που τὰ ὑπὸ μάλην καὶ οὕτω σὺν γέλωτι ἀποῤῥῆξαι τὸν βίον. Τίμαιος δέ, φασιν, ἱστορεῖ τοὺς ἐν Σαρδόνι γεγηρακότας τῶν γονέων ἄγεσθαι πρὸς βόθρον καὶ καταβάλλεσθαι καὶ οὕτω τοῦ ζῆν ἀπολύεσθαι καὶ ὡς μακαρίως θνήσκοντας γελᾶν, κἀντεῦθεν τὸν ἐπὶ λύπαις γέλωτα σαρδόνιον λέγεσθαι. ἕτεροι δὲ τοὺς υἱοὺς γελᾶν φασὶν ἐπὶ τῇ τῶν πατέρων ἐκεῖ καταῤῥίψει, ἀφοσιουμένους τὸν φόνον, καὶ ἐμφαίνοντας, μηδὲν ἁμαρτεῖν, εἰ τοὺς κακῶς πεισομένους πατέρας ὑπὸ γήρως προαπάγουσιν. ἐθέλουσι δὲ οἱ παλαιοὶ ἄμεινον εἶναι, σαρδόνιον γέλωτα λέγεσθαι τὸν ἐπὶ καταμωκήσει προσποίητον παρὰ τὸ σεσηρέναι, ἤγουν ὑπανοίγειν τὰ χείλη, ὡς δηλαδὴ προείρηται. γράφει δέ τις τῶν παλαιῶν καὶ οὕτω· σαρδάνιος γέλως κεχηνότος καὶ σεσηρότος τοῦ στόματος καὶ οὐκ ἐκ διαθέσεως