Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.240.1
Not analysed yet
(Vers. 339.) Ὅτι Ἀγελάου ὑπομεμψαμένου τὸν Τηλέμαχον ὡς μὴ ἐφιέντα τῇ μητρὶ γήμασθαι καὶ ταῦτα τοῦ Ὀδυσσέως κατ' ἐκεῖνον εἰπεῖν οὐκέτι νοστίμου ὄντος, Τηλέμαχος ὅρκον ποιησάμενος ἠθικῶς καὶ τὰ τοῦ πατρὸς παθήματα φησιν· οὒ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται, ὡς καὶ προεγράφη, ἢ ἀλάληται, οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω γήμασθαι ᾧ κ' ἐθέλῃσι, (Vers. 342.) ποτὶ δ' ἄσπετα δῶρα δίδωσι, τουτέστι, καὶ ὃς αὐτῇ πολλὰ δίδωσιν. ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ ὅς. αἰδέομαι δέ, φησιν, ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι, τουτέστι διῶξαι, μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. καὶ ἔστιν ἐσχηματισμένος ὁ ὅλος οὗτος τοῦ Τηλεμάχου λόγος, ἐπίτηδες οὕτω λαλοῦντος οἷα σοφοῦ πρὸς Ἀγέλαον τὸν ὡς ἐῤῥέθη παιγνήμονα. ἐπόμνυται μὲν γὰρ τὰ τοῦ πατρὸς ἄλγεα· ὧν τὰ μὲν φθάσαντα ἔμαθεν ἀπ' ἐκείνου, τὰ δὲ ἄρτι βλέπει αὐτός. ἀνατρέπει δὲ τὸ μηκέτι νόστιμον ἐκεῖνον εἶναι διὰ τοῦ, ἢ ἀλάληται. εἰ γὰρ ἀλάληται, πῶς δῆλον, ὡς οὐ νοστήσει; μᾶλλον δὲ, εἴ περ ἀλάληται, ὡς νὺν ἀλᾶσθαι δοκεῖ, ἀλήτης γὰρ ἅπασι κρίνεται ὁ ἐν τῷ φαινομένῳ ξένῳ κρυπτόμενος Ὀδυσσεὺς, πῶς οὐκέτι νόστιμός ἐστι; καὶ ἄλλως δὲ εἰπεῖν, ἀνατρέπει τὸν Ἀγέλαον διστάσας ἐν τῷ, ὅ που, ἤγουν ὃς ἴσως, ἢ ἔφθιται ἢ ἀλάληται· ὧν οὐδέτερόν ἐστιν. ἡ γὰρ ἐν τῷ Τηλεμάχῳ περὶ τοῦ πατρὸς πεῖρα λύει τὸν δισταγμὸν παρά γε αὐτῷ. (Vers. 341.) Τὸ δὲ, μὴ διατρίβειν τὸν γάμον καὶ τὸ ἑξῆς, σαφῶς φράζει τὸ ἀληθές. ἐπισπεύδει γὰρ ὁ Τηλέμαχος γήμασθαι αὐτὴν ᾧ ἂν ἐθέλει καὶ ὃς ἂν πόροι πολλά. ἐθέλει δὲ ἐκείνη πάντως τὸν Ὀδυσσέα, ὃς αὐτῇ καὶ πάρεστι χαρισόμενος ἄσπετα, ὅσα δηλαδὴ ἔμελλον οἱ μνηστῆρες δάσασθαι. καὶ τὸ ἐφεξῆς δὲ ἐσχημάτισται, ἤγουν τὸ, αἰδέομαι δίεσθαι. πῶς γὰρ ὁ μὴ πρὸ τούτου τὴν μητέρα διώξας νῦν ἂν τοῦ πατρὸς παρόντος διώκοι αὐτήν; (Vers. 344.) Ἐν δὲ τῷ, μὴ τοῦτο θεὸς τελέσειε, μονονουχὶ λέγει, ὡς μὴ γένοιτο διωχθῆναι τὴν μητέρα καὶ οὕτως ὑμᾶς διεκφυγεῖν τὸν ὄλεθρον. καὶ οὕτω μὲν ἐσχηματισμένα τὰ τοῦ παιδός. (Vers. 346.) τῶν δὲ μνηστήρων οὐδεὶς ἐπέβαλε βαθύτερον, ἀλλ' ἐγκαθίσαντες τῷ ἐπιφαινομένῳ καὶ χαρέντες γελῶσι. παρέπλαγξε γάρ, φησιν, αὐτοῖς Ἀθήνη τὸ νόημα, τουτέστιν ἡ ῥητορικὴ τοῦ λόγου δεινότης τεχνικῶς ἐσχηματισμένη παρεπλάνησεν ἐκείνοις τὸν νοῦν μὴ δεδυνημένοις γνῶναι τὸ βούλευμα τοῦ ὅρκου καὶ διατοῦτο καὶ παρακινηθεῖσιν εἰς γέλωτα ὡς οἷα μαθοῦσι τὸν θελητὸν αὐτοῖς γάμον. σημειώσασθαι δὲ δεῖ, ὡς ἰδοὺ καὶ ἐνταῦθα σεσοφισμένος οὗτος ὅρκος, ὁποίοις καὶ ὁ τοῦ Τηλεμάχου πρόγονος ἐκέκαστο Αὐτόλυκος. δῆλον γὰρ, ὅτι ὀμόσας ὁ παῖς μὴ διατρίβειν ἤγουν καταργεῖν καὶ παρατείνειν τὸν μητρικὸν γάμον, ἀλλὰ κελεύειν γήμασθαι, ᾧ ἂν ἐθέλει, αὐτὸς μὲν εὐορκεῖ, οὐ νοεῖται δὲ ὑπὸ τῶν πεπλανημένων τὰς φρένας, τί λέγειν βούλεται. (Vers. 342.) Τὸ δὲ, ᾧ ἂν ἐθέλῃ καὶ πλεῖστα πόρῃσιν, ὡς πρὸς τὸν λόγον τοῦ Ἀγελάου ἔφη ὁ παῖς· οὗ περ εἰπόντος χρῆναι γήμασθαι τὴν γυναῖκα, ὃς ἄριστος καὶ πλεῖστα πόρῃσι, λέγει καὶ αὐτὸς οὕτω συμβουλεύεσθαι τῇ μητρὶ, αἱρουμένη καὶ αὐτὴ πάντως τὸν ἄριστον, ὃς εἴη ἂν Ὀδυσσεύς. (Vers. 344.) Μῦθος δὲ καὶ νῦν ἀναγκαῖος ὁ βίαιος καὶ ἀναγκαστικός· ὅθεν καὶ ἀναγκαῖοι ἐν τοῖς μετὰ ταῦτα πολεμισταί. ἔστι μέντοι καὶ ἄλλως κοινότερον ἡ λέξις κειμένη ἐπὶ τῶν ἐπιτηδείων τισὶ καὶ χρησίμων. ἀναγκαῖοι γοῦν καὶ οἱ προσήκοντες κατὰ γένος. καὶ προφέρουσιν εἰς τοῦτο χρῆσιν οἱ παλαιοὶ τοιαύτην· εὐτύχημα δ' ἔστιν ὀλίγους τοὺς ἀναγκαίους ἔχειν, ὃ καὶ γνωμικῶς εἴρηται, ἵνα δηλαδὴ καὶ ὀλίγη ἡ περὶ αὐτῶν εἴη φροντίς. (Vers. 345.) Ὅτι Τηλεμάχου εἰπόντος, ἃ προσεχῶς εἶπεν, Ἀθήνη, ὡς προεδηλώθη, ἄσβεστον γέλων ὦρσε μνηστῆρσι, παρέπλαγξε δὲ νόημα, ὡς καὶ τοῦτο ἐῤῥέθη. οἱ δ' ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ' ἄρα σφέων δακρυόφιν πίμπλαντο. (Vers. 349.) γόον δ' ὠΐετο θυμός· τουτέστιν ἐφαντάζετο θρήνους ἡ ψυχή. ἐδήλου δὲ ταῦτα τῷ μαντικοῖς ὄμμασι βλέποντι χύσεις αἱμάτων καὶ γόους καὶ δάκρυα, ὧν πειράσονται οἱ κακοί· ὥς που καὶ ἡ παρὰ Λυκόφρονι Κασάνδρα οἰμωγὴν αὐτῇ λέγει ἰνδάλλεσθαι μαντευομένῃ τὰ ὕστερον τῶν Τρώων κακά. καὶ ὁ ἄκαιρος δὲ καὶ συχνὸς ἐνταῦθα γέλως παραφροσύνης σύμβολον ἦν. (Vers. 351.) διὸ καὶ ὁ μάντις Θεοκλύμενος τεθνηξομένους καὶ ὑπὸ ζόφῳ γενησομένους αὐτοὺς προορῶν, ἆ δειλοί φησι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα· τουτέστιν, ἐκ κεφαλῆς ἐς πόδας ἐσκοτωμένοι φαίνεσθε κατὰ τοὺς ἐν Ἅιδῃ ὄντας. (Vers. 353.) οἰμωγὴ δὲ δέδηε, τουτέστιν ἀνάπτεται, ὥς που καὶ μάχη δέδηε. δεδάκρυνται δὲ παρειαί· αἵματι δ' ἐῤῥάδαται τοῖχοι καλαί τε μεσόδμαι.