Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.239.1
Not analysed yet
γινόμενος. (Vers. 305.) Τὸ δὲ, οὐκ ἔβαλες, ἐλλιπῶς εἴρηται διὰ θυμόν. ἦν δὲ τὸ ἐντελὲς οὕτως· ἦ μάλα σοι κέρδιον ὅτι οὐκ ἔβαλες τὸν ξεῖνον. (Vers. 308.) Τὸ δὲ, μή τις ἀεικείας φαινέτω, οὗ ἑρμηνεία κατωτέρω τὸ, ἀεικέα ἔργα, ἀκριβῶς ἔχει πρὸς σύνεσιν. εἰ γὰρ καὶ ἐνθυμεῖται τις ἀεικῆ, ἀλλὰ μὴ ἐκφαινέτω. ἐκεῖνο μὲν γὰρ οὐχ' οὕτω μεμπτέον, ὡς ἄδηλον· τοῦτο δὲ ἤδη βίαιον, ὡς φανερόν. διφορεῖται δὲ τοῦ ἀεικείας ἡ παραλήγουσα, ὡς καὶ ἐν Ἰλιάδι. πλείων δὲ χρῆσις ἡ διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ ἀεικὴς ἀεικεῖα. ἔχει δὲ λόγον καὶ ἡ διὰ ἰῶτα γραφὴ διὰ τὸ ἐκ τῆς ἀεικίας τὴν αἰκίαν γίνεσθαι. (Vers. 312.) Τὸ δὲ, μήλων σφαζομένων καὶ ἑξῆς, ἀλλαγὴν ἔχει σχήματος ἀσολοικίστως πλαγιασθέν. τὸ γὰρ ὀρθότερον οὕτω καὶ κοινότερον· τάδε μὲν καὶ τέτλαμεν, μῆλα σφαζόμενα, οἶνον πινόμενον καὶ σῖτον. (Vers. 314.) Τὸ δὲ, ἀλλ' ἄγε, ταυτὸν ὡς εἰ καὶ ἀλλ' ἄγετε ἐγράφη, καθὰ μυριαχοῦ φαίνεται. (Vers. 315.) Τὸ δὲ, εἰ δ' ἤδη μ' αὐτὸν κτεῖναι μενεαίνετε, βαρέως εἴρηται πρὸς διαστολὴν τῆς τοῦ ξένου κακώσεως. βούλεται γὰρ εἰπεῖν. ὡς καὶ τοῦ ξένου μὲν κακουμένου ἐμὲ δοκεῖτε βλάπτειν. εἰ δὲ καὶ χεῖρας ἐπιβαλεῖτέ μοι, τότε δὴ οὐ σχετικῶς κακύνομαι, ἀλλ' ἐγὼ αὐτὸς κτείνομαι. Ὁ δὲ ἀθεμίστιος ἀφαιρεθεὶς τὴν κατάρχουσαν κεφαλὴν ἀποτελεῖ περιώνυμον κύριον τὸν Θεμίστιον. (Vers. 322.) Ὅτι ἐπὶ ἀναντιῤῥήτου δικαιολογίας καλὸν εἰπεῖν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις. ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι. (Vers. 323.) κεῖται δὲ τὸ, ἀντιβίοις καθαπτόμενος, πρὸς διαστολὴν ἑτέρου καθάπτεσθαι, περὶ οὗ προδεδήλωται. Ἀγέλαος δὲ, εἷς τῶν μνηστήρων, τοῦτο φησὶν, ἐπικρίνας, ὡς εἰκὸς, καλὰ εἰπεῖν τὸν Τηλέμαχον· ὃς καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν, μήτε τιν' ἄλλον, ὡς καὶ ἀλλαχοῦ κεῖται, δμώων τῶν κατὰ τὸν οἶκον τοῦ Ὀδυσσέως. (Vers. 326.) εἶτα καὶ Τηλεμάχῳ τὸ δῆθεν λυσιτελὲς ὑποτιθείς φησι· Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἰ σφῶϊν κραδίῃ ἅδοι ἀμφοῖν. ὄφρα μὲν ὑμῖν θυμὸς ἐώλπει νοστήσειν Ὀδυσῆα, (Vers. 330.) τόφρα οὔ τις νέμεσις μένειν τε καὶ ἴσχειν, ὅ ἐστιν ἐπέχειν, μνηστῆρας, (Vers. 332.) ἐπεὶ τόδε κέρδιον ἦν, εἰ νόστησ' Ὀδυσσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· ἅ περ ἐκ παραλλήλου ταυτὸ δηλοῦσι, τὸν τοῦ Ὀδυσσέως δηλαδὴ νόστον. νῦν δ' ἤδη τόδε δῆλον, ὅτ' οὐκέτι νόστιμός ἐστιν. ἀλλ' ἄγε, σὺ τάδε μητρὶ κατάλεξον. ποῖα τάδε; γήμασθ' ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ἔσθων καὶ πίνων. ἡ δ' ἄλλου δώμαθ' ἵκηται. (Vers. 337.) Καὶ ὅρα τὸ, ἔσθων καὶ πίνων· ἐν οἷς ὁ τρυφητὴς Ἀγέλαος τὸ ἀνθρώπινον περιγράφει καλόν. σημείωσαι δὲ καὶ τὸ ἐν τοῖς μνηστῆρσι πολύβουλον· ὃ καὶ στάσεως ἦν εἰκὸς γενέσθαι ἂν αὐτοῖς αἴτιον, εἴ περ ἐτεθνήκει Ὀδυσσεύς. (Vers. 336.) Ἀγέλαος μὲν γὰρ ἐθέλει τὸν Τηλέμαχον πάντα πατρῷα νέμεσθαι μετὰ τὸν τῆς μητρὸς γάμον· ἑτέρωθι δέ τινι πρὸ τούτων ἤρεσκε, τὰ μὲν ἄλλα πάντα δάσασθαι, τῇ δὲ Πηνελόπῃ, καὶ ὃς ἂν ὀπυίοι, ἀφεῖναι τὸ δῶμα τὸ μὴ ἐκείνης ὄν. Ὀδυσσεὺς γὰρ τῷ υἱῷ ἐκτήσατο αὐτὸ, καθὰ πρὸ ὀλίγων εἴρηται. οὐ τοίνυν σταθερὰ τὰ τοῦ Ἀγελάου ἐνταῦθα, ὃς οὐ μόνον ἐναντιολογεῖ, ὡς νῦν ἐῤῥέθη, πρὸς μνηστήρων βούλησιν, ἔτι δὲ καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἀποτάττει, ὡς ἐῤῥέθη, τὰ κατ' ἄνθρωπον, ἀλλὰ καὶ χαίροντα τὸν υἱὸν τὰ πατρῷα φησὶ νέμεσθαι. πῶς γὰρ ἂν υἱὸς τοιοῦτος χαίροι μεμνημένος ὧν τε ἄλλων ἔπαθε καὶ μάλιστα τηλικοῦδε πατρὸς κακῶς ἀπολωλότος, Ὅρα δὲ καὶ ὅτι ἀστείως αὐτὸ τὸ ἐπιχείρημα, δι' οὗ κατασκευάζει τὸν γάμον, λεληθότως κωλύει ἐκεῖνον. εἰ γὰρ γαμητέον, ὡς δῆλον ὂν μὴ νόστιμον εἶναι τὸν Ὀδυσσέα, μὴ γαμητέον λοιπὸν, ἐπεὶ δῆλον ἐστὶ τῶν τισὶ τοῦ Ὀδυσσέως, ὡς νῦν ἐνόστησεν. ἄλλως μέντοι, καὶ πῶς, ὦ Ἀγέλαε, δῆλον ὡς οὐκέτι ἐπανελεύσεται Ὀδυσσεὺς, ὅς που τῆλε Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, ὡς ἐρεῖ ὁ Τηλέμαχος ἀνατρέπων τὸ, νῦν δ' ἤδη τόδε δῆλον ὡς οὐκέτι νόστιμος Ὀδυσσεύς. εἰ γοῦν μὴ δῆλον τὸ ἀμφίβολον, κέρδιον ἄρα καὶ εἰσέτι μένειν καὶ ἴσχειν τοὺς μνηστῆρας. οὕτως ἀδιανόητα λαλεῖ πολλὰ ὁ Ἀγέλαος. καὶ ἔοικε παικτικῶς λαλεῖν ὡς πρὸς νήπιον τὸν Τηλέμαχον, οὐ μὴν σπουδαίως. διὸ οὐδ' ἐπισημαίνεται ὁ ποιητὴς κἀνταῦθα ὅτι πᾶσιν ἐαδότα μῦθον ἔειπεν· ἢ, οἱ δὲ πάντες ἐπήνεον ὡς ἐκέλευεν. ἴσως οὖν ἐχρῆν προσφωνηθῆναι νήπιον ἐν τούτοις καὶ τὸν Ἀγέλαον, καὶ μή ποτε ὁ ποιητὴς ἐπίτηδες τὸν Ἀγέλαον πλάττει εἰπόντα, ὡς Τηλεμάχῳ μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, ἵνα τῇ κατὰ συνθήκην ἐπαγωγῇ τοῦ ἤπιον κειμένου μετὰ τὸ φαίην φαίνεται ἀστείως ἄκων ὁμολογῶν ὁ Ἀγέλαος, ὡς νήπιον λόγον ἐρεῖ. (Vers. 332.) Ἰστέον δὲ ὅτι ὑπότροπος ἐν τοῖς ῥηθεῖσιν ὁ οἴκαδε ὑποστραφείς. ἐξ αὐτοῦ δὲ καὶ ὑπότροπα νοσήματα τὰ φιλυπόστροφα.