Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.248.1
Not analysed yet
ἐν Γερήνοις τότε τρεφομένου, Ὀδυσσεὺς οὗτος ὁ ἤδη καὶ πρεσβεύειν, ὡς ἐῤῥέθη, δυνάμενος, καὶ διὰ τὸ ἱστορηθὲν χρέος ἐξεσίην πολλὴν ὁδὸν ἐλθών. ἀλλ' ἴσως οὐκ οἶδεν ὁ ποιητὴς οὔτε αἰτίαν ταύτην τοῦ ἁλῶναι τὴν Πύλον, οὔτε τὴν ἐν Γερήνοις ἀνατροφὴν τοῦ Νέστορος. οὕτω γὰρ καλῶς ἡ τοιαύτη ἀπορία λυθήσεται. (Vers. 28.) Τὸ δὲ, ἔκτανε σχέτλιος, δοκεῖ μὲν ἐνταῦθα τὸν ἄδικον λέγειν διὰ τὸ τὸν Ἡρακλέα τοιοῦτον ἐνταῦθα φανῆναι. δύναται δὲ καὶ νῦν τὸν σφοδρὸν ὡς καὶ ἐν ἄλλοις δηλοῦν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. ἐφάνη δὲ τοιοῦτος καὶ ἐπ' ἄλλοις ὁ Ἡρακλῆς. Λίνον τε γοῦν τὸν διδάσκαλον, ἐφ' οἷς ἐχρῆν καὶ εὖ ἐκεῖνον θέσθαι, ἀνεῖλε, καὶ Ἀρχίαν ἢ Χαιρίαν παῖδα κονδυλίσας ἔῤῥιψεν εἰς ἀνέγερτον, δόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ καὶ τῷ χερνιβίῳ ῥάναντι· ἔτι δὲ καὶ Κάλχαντα τὸν μάντιν ἐπὶ τῷ μετρήματι τῶν ὀλύνθων, ὡς ἱστορεῖ καὶ Λυκόφρων καί τινα δέ, φασι, Κύανθον ἄκων ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος ἀνῆκεν οἰνοχόου λεγόμενον. (Vers. 31.) Τὸ δὲ ἐρέων ἔστι μὲν ποιητικὴ λέξις. ἀπ' αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ υ καὶ τοῦ ν, ὁποίῳ τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται. (Vers. 32.) Τὸ δὲ, μέγας Εὔρυτος, τὸ τοῦ Ὀδυσσέως τόξον συνιστᾷ, ὡς ἀνάλογον ὂν ἐκείνῳ τῷ μεγάλῳ, ἐξ οὗ διὰ μέσου τοῦ Ἰφίτου εἰς τοῦτον ἦλθε. διὸ οὐδὲ ἐφικνοῦνται αὐτοῖ οἱ μνηστῆρες. (Vers. 33.) Τὸ δὲ, θνήσκων ἐν δώμασι, δηλοῖ μὴ πάνυ ἀναμφίβολον εἶναι ὑπὸ Ἡράκλεος θανεῖν τὸν Εὔρυτον. (Vers. 34.) Ἄλκιμον δὲ ἔγχος καὶ ἐν ἄλλοις τὸ ἀλκιμοποιόν. (Vers. 35.) Τὸ δὲ, ἀρχὴν ξεινοσύνης, τουτέστι ξενίας, δηλοῖ καὶ τέλος εἶναι αὐτῆς, ὃ καὶ παραδεικνὺς ἐπάγει τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλω ἤγουν ἀλλήλους. τελεία γὰρ ἔκτοτε ἡ ξενία διὰ τὸν κοινὸν ἁγνίτην ἅλα καὶ τὸ ὁμοτράπεζον καὶ ὁμοέστιον καὶ ὁμωρόφιον. Τὸ δὲ προσκηδέος ἀντὶ τοῦ κηδεμονικῆς, φροντιστικῆς, ἐμφρόντιδος. ἐναντίον δὲ τῷ προσκηδέος τὸ δυσκηδέος καὶ ἀκηδέος. (Vers. 36.) Τὸ δὲ, γνώτην ἀλλήλω, τὰ τῶν ἀντιγράφων ἀκριβέστερα κατὰ πτῶσιν γενικὴν τῶν πληθυντικῶν γράφουσιν ἀλλήλων, ἵνα λέγῃ, ὅτι γνῶσιν ἔσχον ὁ εἷς τοῦ ἑτέρου. οὕτω δὲ καὶ τὸ εἰδέναι ἐν Ἰλιάδι γενικῇ συντάσσεται μετά τε τοῦ εὖ, οἷον, τόξον εὖ εἰδώς· καὶ ἑτέρως δὲ, ὡς ἐκεῖ φαίνεται. σύστοιχα δὲ πάντως τὸ εἰδέναι καὶ τὸ γνῶναι καὶ τὰ ἐξ αὐτῶν. (Vers. 40.) Τὸ δὲ μνῆμα ξένου ἀντὶ τοῦ μνήμη καὶ ἐνθύμησις καὶ, ὡς οἱ πολλοὶ λέγουσι, μνημόσυνον· ὁποίου τινὸς χάριν καὶ Ὀδυσσεὺς τὸ τοῦ Ἰφίτου τόξον ἀφεὶς ἐν τῷ οἴκῳ, ἡνίκα εἰς Τροίαν ἔπλεε, πολλὴν, ὡς ἐῤῥέθη, πιθανότητα τῇ κατὰ τῶν μνηστήρων τοξείᾳ νῦν περιεποιήσατο. οὕτω καὶ Διομήδης τὸ τοῦ Βελλεροφόντου ἔκπωμα τὸ δοθὲν τῷ πάππῳ Οἰνεῖ ἔλιπεν ἰὼν ἐν δώμασι, καθὰ ἡ Ἰλιὰς δηλοῖ, ἵνα μὴ ἄλλως ἀπολωλότι συναπέλθοι καὶ τὰ τῆς φιλίας καὶ οἷον συνθάνοι τῷ ξείνῳ, ἀλλ' ὑπὲρ γῆς καὶ εἰσέπειτα τῷ κειμηλίῳ συναναφαίνοιτο. (Vers. 41.) Τὸ δὲ, κέσκετο ἐνὶ μεγάροις, εἶχε μὲν γράψαι καὶ κάτθετο ἐνὶ μεγάροις, εἵλετο δὲ τὸ, ὡς καὶ προεγράφη που, ποιητικώτερον. ἔφη δὲ κοινότερον πρὸ τούτων ἐν τῷ, κειμήλια κεῖτο ἄνακτος. (Vers. 43.) Ὅτι θαλάμου διασκευάζων εἰσέλευσιν ὁ ποιητής φησιν· οὐδὸν δρύϊνον προσεβήσετο, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς. Καὶ ὅρα ὡς λέξεις διαφόρους μὲν τῇ σημασίᾳ, παρηγμένας δὲ ἀπὸ ἑνὸς ῥήματος, τὴν στάθμην καὶ τὸν σταθμὸν, παρέθετο κατὰ σχῆμα παρηχήσεως. Δρύϊνος δὲ οὐδὸς πρὸς διαστολὴν ἑτέρων, μειλίνου τε καὶ χαλκέου καὶ λαΐνου. (Vers. 44.) Τὸ δὲ, ξέσεν ἐπισταμένως, ταυτόν ἐστι τῷ ἐπελέκησεν. (Vers. 46.) Ὅτι στερεᾶς θύρας ἄνοιξιν φράζων διασκευαστικῶς φησίν· αὐτίκα ἡ Πηνελόπη ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἐν δὲ κληϊδ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη· τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ θύρετρα πληγέντα κληῗδι· πετάσθεισαν δέ οἱ ὦκα. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὅτι τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρός τινα κρίκον, ὥστε δι' οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κεκλεῖσθαι, δι' οὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου, ὡς εἶναι δύο ἱμάντας, τὸν μὲν κλείοντα, τὸν δὲ ἀνοίγοντα καὶ ἑκάτερον κρίκου τινὸς ἐξηρτῆσθαι. ὃν δὴ κρίκον ἔοικε κατὰ τοὺς οὕτω λέγοντας κορώνην ὁ ποιητὴς ἐνταῦθα καλεῖν, ᾗ τὸν ἱμάντα ἡ Πηνελόπη ἀπέλυσε. δυνατὸν δὲ καὶ ἄλλως ἕνα ἱμάντα εἶναι ἀνοίγοντα τὸ ἐντὸς κλεῖθρον. εἰ δὲ γράφεται, ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἔστι νοῆσαι, ὅτι περ ἱμάς τις, ἐκδεδεμένος τοῦ ἔσω μοχλοῦ, ἐξήρτητο τῆς ἔξω κορώνης, ἧς ἀπέλυσεν αὐτὸν ἡ Πηνελόπη. καὶ λαλοῦνται μὲν οὕτω ταῦτα καὶ ὑπονοοῦνται, οὐ μὴν δὲ καὶ νοοῦνται σαφῶς. ῥηθήσεται οὖν τι σαφέστερον μετὰ τὴν ὅλην ἔφοδον τῆς κλειδός. καὶ γὰρ τὰ ἐφεξῆς τῶν