Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.249.1
Not analysed yet
παλαιῶν ἔχουσί τινα δυσχέρειαν. τὸ γοῦν κληῗδα ἐνῆκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας, οὕτω πως καθιστῶσιν. ὀχῆας δέ, φασιν, οὐ τοὺς ἔνδον μοχλοὺς, ἢ δύο τυχὸν ὄντας, ἢ ἕνα μὲν, ἐσχηματισμένον δὲ πληθυντικῶς κατὰ σχῆμα ποιητικὸν, ἀλλὰ τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ χελωνίῳ καταντικρὺ τῆς κλειδός. αἱ περιαγονταί, φασι, καὶ ἀνοίγονται. δοκοῦσι δὲ εἶναι αὗται, ἃς νῦν διαδρόμους φαμέν, διὸ καὶ ἄντα τιτύσκεται, δηλαδὴ καταστοχάζεται τῶν βαλάνων ἐν τῷ ἀνοίγειν, ὡς ἂν αἱ βάλανοί, φασιν, ἀντίαι γένωνται τοῖς γόμφοις τῆς κλειδὸς, ἵνα λέγῃ, ὅτι ἐνῆκεν ἡ Πηνελόπη τὴν κλεῖδα καὶ ἀνέκοπτεν ἤγουν ἀνέκρουεν, ἀνώθει τὰς βαλάνους, τιτυσκομένη, ὡς εἴρηται. καὶ τοῦτο μὲν φράζεται οὕτως, εἰ καὶ γλαφυρῶς, ἀλλ' οὐ πάνυ σαφῶς. ἔχει δέ τι καὶ προσιστάμενον ὁ λόγος, ἐπεὶ οὐ φαίνεται γόμφους ἔχειν ἡ κλεὶς ὡς ἀνακρούειν τὰς βαλάνους, δρεπανοειδὴς δὲ μᾶλλον ἦν, ὡς προείρηται. δυνατὸν οὖν καὶ ἄλλως εἰπεῖν ἀμαθέστερον κατὰ τὸν κωμικὸν καὶ σαφέστερον, ὅτι πρῶτα μὲν ἱμάντα προσδεδεμένον τῇ κορώνῃ, ὁποία τις ἂν καὶ εἴη αὕτη εἴτε κόραξ εἴτε κρίκος, ἀπέλυσεν ἤτοι ἔλυσεν, ὡς εἰ καί τις δεσμὸν ἰήλας κατὰ τὸν ποιητὴν, εἶτα λύσει. καὶ τὸν ἱμάντα οὕτω λύσασα ἐνῆκε τὴν προῤῥηθεῖσαν εὐκαμπέα κληῗδα διά τινος κατὰ τὰς θύρας ὀπῆς, καὶ ἅμα τούς τε ἔσω ἀνέκοπτε μοχλοὺς τῶν θυρῶν διὰ τῆς κληῗδος, καὶ τὰς θύρας δὲ αὐτίκα συγκόψασα κατὰ τὸ σιωπώμενον ἤνοιξεν, ὡς δηλοῖ τὸ, τὰ δ' ἀνέβραχεν. ὡς γὰρ ἐν Ἰλιάδι διὰ τοῦ, αὐτόματοι πύλαι μύκον, τὴν ἄνοιξιν ἐδήλωσε τῶν θυρῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἀνέβραχεν, ἀρκεσθεὶς καὶ νῦν ἐκ τοῦ παρακολουθοῦντος δηλῶσαι αὐτὸ τὸ ἔργον. παρακολουθεῖ γὰρ τῇ τῶν ἀσφαλῶν θυρῶν ἐκπετάσει τὸ ἀναβραχεῖν, καθὰ καὶ τὸ μυκᾶσθαι· ἃ καὶ ἀμφότερα ἐκ τῶν βοῶν τέτραπται, ἀλλὰ τὸ μὲν μύκον ἐν Ἰλιάδι ἁπλῶς ῥηθὲν ἀνεπεξέργαστον ἔμεινε διὰ τὴν τοῦ μύκον σαφήνειαν, ἐνταῦθα δὲ τὸ ἀνέβραχεν ἐδεήθη καὶ παραβολῆς, ἵνα διασαφηθῇ. ἄλλως γὰρ καὶ φήγινός που ἄξων ἀνέβραχε, καί τινος πεσόντος ἐν μάχῃ τεύχεα ἔβραχεν ἐπ' αὐτῷ. ἐπήγαγεν οὖν τὸ, ἠΰτε ταῦρος, ἵνα τὸ ἀνέβραχε νοηθείη ἐπὶ ταυρείας κυριολεκτεῖσθαι φωνῆς, ὡς τὸ βρυχᾶσθαι ἐπὶ λέοντος. διὸ καὶ δὶς ἐνταῦθα εἶπε τὸ ἀνέβραχε, τὸ μὲν συνθεὶς μετὰ τοῦ ταύρου ἐν τῷ, ἀνέβραχεν ἠΰτε ταῦρος, τὸ δὲ μετὰ τῶν θυρῶν ἐν τῷ, ἔβραχε καλὰ θύρετρα. δῆλον δὲ καὶ ὡς πλεονάζει ἡ πρόθεσις ἐν τῷ ἀνέβραχεν, ὥς περ ἴσως καὶ ἐν τῷ, ἀνέκοπτεν ὀχῆας, καὶ ἐν τῷ, ἀπέλυσε κορώνης ἢ κορώνῃ, ὡς ἐῤῥέθη, κατὰ δοτικήν. ἀλλ' οὕτω μὲν τὸ ἔβραχε καὶ τὸ ἀνέβραχεν ὡς ἀπὸ ταύρου εἴληπται. (Vers. 50.) τὸ μέντοι, ἀνεπετάσθησαν, ὃ δηλοῖ τὸ μέγεθος τῶν θυρῶν, ἐξ ὁμοιότητος ἐλήφθη διαπεταννυμένων πτερύγων, ἀετοῦ τυχὸν ἢ τοιοῦδε τινὸς μεγάλου ὄρνιθος. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ἰλιάδι περί που τὴν τοῦ ω μεγάλου ῥαψῳδίαν παραβολικῶς. ὡς γὰρ τὸ μύκον ἐπὶ θυρῶν μὴ παρασημηνάμενος ἐν Ἰλιάδι ἀπὸ ταύρου λαβεῖν ἐνέφηνεν αὐτὸ ἐνταῦθα διὰ τοῦ, ἀνέβραχεν ἠΰτε ταῦρος, οὕτως ἐνταῦθα θύρας διαπετασθῆναι ἁπλῶς οὕτως εἰπὼν ἑρμηνεύει τὴν λέξιν ἐκεῖ διὰ παραβολῆς τῆς ἀπὸ ἀετοῦ. ἐν τούτοις δὲ μνηστέον τοῦ, κλαυσιᾷ τὸ θυρίον, ὃ κεῖται παρὰ τῷ κωμικῷ, καὶ λογιστέον, ὅσον τὸ διάφορον τούτου πρὸς τὸ Ὁμηρικόν. ἐκεῖνος μὲν γὰρ παίζων πρὸς ἦχον θυρίδος λεῖον καὶ ἄῤῥοιζον οὕτως ἔφρασεν, ἰσχνάνας τὴν προφορὰν τοῦ νοήματος διά τε τοῦ ἀφώνου κάππα καὶ τοῦ ὑγροτάτου λάμβδα. ἐπεὶ καὶ δοκοῦσι τὰ τοιαῦτα θύρια ἐθέλειν κλαίειν ὡσεὶ νεογιλὰ σκυλάκια. Ὅμηρος δὲ σεμνῶς ἅμα καὶ προσφυῶς μεγάλης θύρας εὖ ἀραρυίας τρισμὸν τραχὺν τῇ φράσει μιμούμενον οὔτε ἄφωνόν τι παρείληφε κατὰ τὰ ψιλὰ, οὐδὲ ἀμετάβολον ἰσχνόφωνον, ἀλλ' εὐγενῶς ἐπελέξατο τὸ ἀνέβραχε, τραχυφωνήσας μὲν διὰ τοῦ ρ περιφανῶς, ὑποσεμνύνας δὲ τὸ τραχύφωνον καὶ τῇ τοῦ β συνεκφωνήσει ὡς οἷον βομβοῦντος, ἔτι δὲ καὶ τῇ τοῦ δασέος χ, ἃ δὴ τρία σύμφωνα καὶ τὸ βρυχᾶσθαι ἀποτελοῦσιν. (Vers. 47.) Ἰστέον δὲ ὅτι τὸ ἀνακόπτειν παρὰ τοῖς ὕστερον καὶ ἀντὶ τοῦ ἀνασειράζειν ἐπὶ ἵππων λέγεται, ὅμοιόν τι ὂν τῷ ἀναχαιτίζειν. ἐκεῖθεν δὲ τροπῆς γενομένης καὶ ὕδωρ ἀνακόπτεσθαι λέγεται. καὶ ἀταξίαν δέ τις ἀνακόπτει ὡς οἷα τινὸς ἵππου δυσηνίου ὁρμήν. Περὶ δὲ ὀχήων ἤτοι ὀχέων καὶ μοχλῶν ἡ Ἰλιὰς ἐδήλωσε. Τὸ δὲ, τάδ' ἀνέβραχε, μετεσχημάτισται ἀπὸ τοῦ θηλυκοῦ γένους τῶν θυρῶν, ὡς πρὸς τὰ ἐπαγόμενα καλὰ θύρετρα. (Vers. 49.) Τὸ δὲ, βοσκόμενος λειμῶνι, παρατετηρημένως ἔφη, ὡς τοῦ ταύρου τότε ὑπὸ τρυφῆς ἀναβράχοντος μάλιστα. (Vers. 50.) Τὸ δὲ πληγέντα κληΐδι, ὅμοιον ὡς εἰ καὶ ἀνακοπέντα εἶπε κατὰ τὸ ἀνέκοπτεν ὀχῆας. ἐπεὶ καὶ ταυτόν ἐστι κόπτειν καὶ πλήττειν. ἐκ δὲ τῶν ἀνωτέρω ῥηθέντων, ἤγουν τῆς κληῗδος, τῶν βαλάνων, τοῦ ἀνακόπτειν, τοῦ ἀνακρούειν, καὶ τῶν τοιούτων, λαβών τις