Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.252.1
Not analysed yet
παλαιὸν χρόνον δηλοῦν οὐδὲ ἐνταῦθα, ἀλλ' ἁπλῶς οὕτω κείμενον ὡς ἐκ περιττοῦ. δῆλον γὰρ ὡς χθὲς ἠτίμα τὸν Ὀδυσσέα. ἔστι δὲ ὅμως καὶ τοῦτο χρόνου δηλωτικὸν, εἰ καὶ μὴ μακροῦ κατὰ κοινὴν συνήθειαν. καὶ γὰρ καὶ ὁ χθὲς ἀτιμῶν ποτὲ ἀτιμᾷ, καὶ ὁ σήμερον δὲ ἕωθεν ποιῶν τί ποτε ποιεῖ. οὕτω δὲ καὶ ὁ νῦν αὐτίκα ἐνεργῶν ποτὲ ἐνεργεῖ. γράφεται δὲ καὶ, ὃν τότ' ἄτιμα, ὃ ἐκ τοῦ θέματός ἐστι, ἐξ οὗ, ὡς προεῤῥέθη, καὶ τὸ ἀτίμησε καὶ ἀτίμητος ὃ ἄτιμος. (Vers. 102.) Ὅτι θελήσας πρῶτος ὁ Τηλέμαχος τοῦ πατρικοῦ τόξου πειράσασθαι, ποιεῖ αὐτὸ εὐμεθόδως. καὶ δεινοπαθήσας εἰ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς γελᾷ καὶ αὐτὸς καὶ τέρπεται. εἶτα τὴν μητέρα ἐπαινέσας καὶ τοὺς μνηστῆρας ὑπαλείψας γίνεται τοῦ ἀγῶνος, καὶ στήσας τοὺς πελέκεας εὐκόσμως, οὓς οὐδέ ποτε εἶδε, πειρητίζει τοῦ τόξου· ὃ καὶ ἐτάνυσεν ἂν, εἰ μὴ ὁ πατὴρ Ὀδυσσεὺς λάθρα ἀνανεύσας ἐπέσχεν, ἵνα μὴ ὕστερον οἱ μνηστῆρες ἀδυνατοῦντες φθονήσωσι καὶ ἴσως ἐρεθισθῶσι πρὸ καιροῦ καὶ γένηται τὰ τῆς μνηστηροφονίας καὶ δυσχερῆ καὶ οὐκ εὔπλαστα. ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη· ὢ πόποι, ἦ μάλα με θεὸς ἄφρονα θῆκεν, ὅ τις εἴποι ἂν καταγινώσκων ἑαυτοῦ· μήτηρ μέν μοι φησὶ φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισαμένη τόδε δῶμα. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. (Vers. 106.) ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ, ὡς ἡ μήτηρ εἶπε, τόδε φαίνεται ἄεθλον, ἤγουν, οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης, οὔτ' αὐτῆς Ἰθάκης, οὔτ' ἠπείροιο μελαίνης. καὶ δ' αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε, μηδ' ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. καὶ αὐτὸς δ' ἂν ἐγώ, φησι, τόξου πειρησαίμην. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὐκ ἄν μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμ' ἄλλῳ ἰοῦσα, (Vers. 116.) ὅτ' ἐγὼ κατόπισθε λιποίμην, οἷός τε ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι, ἤγουν οἷος ἀεθλεύειν κατὰ τὸν πατέρα. ἔφη ὁ παῖς. καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, (Vers. 119.) ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων· ἔφερε γὰρ καὶ ξίφος κατά τε ἔθος καὶ ἐπίτηδες διὰ τὸ μελετηθέν. δῆλον δ' ὅτι διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἔγχος ἐγγὺς ἔχει, περὶ ὃ ἐν τῷ τέλει τῆς ῥαψῳδίας βάλλει τὴν χεῖρα. οὗ ἕνεκεν καὶ παρέῤῥιψε φθάσας ὁ ποιητὴς πρὸ ὀλίγων δύο στίχους, δηλοῦντας ὡς ἔγχος ἔχων ὁ Τηλέμαχος ἐξῆλθεν εἰς ἀγορὰν, ξίφους ἐκεῖ μὴ μνησθεὶς, ὅ περ ἐνταῦθα κεῖται. καὶ τέως οὕτω καὶ τὴν χλαῖναν καὶ τὸ ξίφος ὁ νέος ἀποθέμενος πρῶτον μὲν πελέκεας στῆσε, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρὴν, καὶ ἐπὶ στάθμην ἴθυνεν· (Vers. 122. sqq.) ἀμφὶ δὲ γαῖαν ἔναξε, στήσας δηλαδὴ κατὰ τὸ σιωπώμενον τοὺς πελέκεας. τάφος δ' ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσεν, οἷα δηλαδὴ θυμόσοφος καὶ αὐτομαθὴς τοῦ καλοῦ, ὧν δηλωτικὸν τὸ, πάρος δ' οὐ πώποτ' ὀπώπει. εἶτα στὰς ἐπ' οὐδὸν καὶ τόξου πειρητίζων τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου καὶ οὕτω καταπλήξειν μὲν τοὺς μνηστῆρας, ἐπιδείξειν δὲ τῷ πατρὶ ὡς ἀξιόμαχός ἐστι συναγωνίσασθαι. καὶ δὴ ἄν, φησιν, ἐτάνυσε βίῃ τὸ τέταρτον ἀνέλκων, (Vers. 129.) ἀλλ' Ὀδυσσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ, τὸ κρεῖττον αὐτὸς βουλευσάμενος καὶ τῷ σύν τε δύ' ἔρχεσθαι πρὸ ὃ τοῦ νοήσας τὸ δέον κατὰ τὴν ἐν Ἰλιάδι γνωμολογίαν. καὶ οὕτω φθόνον τε ἔπαυσε τὸν, ὡς ἐῤῥέθη, ἐμποδίσοντα ἴσως εἰς τὸ ἔργον, καὶ καταμαλαχθῆναι δὲ τὸ τόξον ἐκώλυσε, μὴ καὶ εὐχερῶς εἴξῃ τοῖς μνηστῆρσιν εἰς τανυσμόν. καὶ οὐδὲ ἀφῆκεν ἐκείνους ἐρεθιστικὸν ζῆλον ἀναλαβεῖν πλείω τοῦ δέοντος ἐπὶ ἑλκυσμῷ τοῦ τόξου. εἰκὸς γὰρ ἑλκύσαντος μὲν Τηλεμάχου βιάσασθαι καὶ ἐκείνους τὴν τανυστήν. ὁμολογήσαντος δὲ ἀδυνατεῖν ἀναπεσεῖν καὶ ἐκείνους ὡς μηδέν τι καινοπαθοῦντας. καὶ τοίνυν ὁ Τηλέμαχος τίθησι χαμᾶζε τὸ τόξον, κλίνας κολλητῇσιν εὐξέσταις σανίδεσσιν· αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, πρότερον εἰπών· (Vers. 131.) ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρ' ἀπαμύνεσθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἃ δὴ νέῳ εἰπεῖν πρέπει ἀγαθῷ μὲν, δυστυχήσαντι δὲ κατὰ πρώτην ἀγῶνος πεῖραν. (Vers. 134.) ἐφ' οἷς καὶ τοὺς μνηστῆρας τεχνικῶς κολακεύων, ἀλλ' ἄγετέ, φησιν, οἵ περ ἐμεῖο προφερέστεροί ἐστε, τόξου πειρήσασθε καὶ ἐκτελέωμεν ἄεθλον, λόγος οὗτος ἔκ τινος ταπεινοτέρου ἀεθλευτοῦ πρὸς κρείττονας. (Vers. 103.) Σημείωσαι δὲ, ὅτι καὶ ἐνταῦθα ἐσχημάτισέ τινας τῶν τοῦ Τηλεμάχου λόγων ὁ ποιητής. αὐτίκα τὸ, μήτηρ μέν μοί φησιν ἄλλῳ ἕψεσθαι, ἔμφασιν ἔχει τοῦ μὴ ἂν οὕτω γενέσθαι· οὐ γὰρ εἶπεν, ὅτι ἕψεταί τινι, ἀλλ' αὐτὴ τοῦτο φησὶ, πινυτὴ μὲν οὖσα, οὐκ εἰδυῖα