Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.251.1
Not analysed yet
καὶ ἄλλως δὲ κλαίουσιν, ἀναμνησθέντες τοῦ δεσπότου διὰ μέσου τοῦ τόξου, καθὰ καὶ πρὸ αὑτῶν ἡ δέσποινα. (Vers. 85.) Ἀντίνοος δὲ ἐπισκώπτων φησί· νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες· τουτέστι τὸ παρὸν μόνον καὶ παραυτίκα σκοπούμενοι, πρόνοιαν δὲ τοῦ μέλλοντος μὴ τιθέμενοι. τοῦτο δὲ καὶ σκῶμμα ἐστὶ κατὰ ἀγροίκων ἀνδρῶν, καὶ ἀπειλὴν δέ τινα ἔχει κατὰ τῶν ῥηθέντων δούλων ὡς μὴ προσκεπτομένων ἃ πείσονται. (Vers. 86.) εἶτα εἰπὼν συνήθως, ἆ δειλοὶ, αἰτιᾶται, διότι δακρύοντες ἐρεθίζουσι καὶ τὴν γυναῖκα εἰς ὅμοια, πενθοῦσαν καὶ ἄλλως δὲ διὰ τὸν ἄνδρα. (Vers. 89.) εἶτα εἰπών· ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντες, καταθέσθαι τε αὐτόθι τὰ τόξα κελεύει καὶ τὸν προκείμενον ἄεθλον ἀάατον λέγει. καὶ οἴεσθαι μέν, φησι, μὴ ἂν ῥᾳδίως τόδε τόξον ἐντανύεσθαι, καὶ ὁμολογεῖ τὴν τοῦ Ὀδυσσέως ἀρετὴν, εἰπών· (Vers. 93. sqq.) οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ ἐν τοῖσδεσι πᾶσιν, οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα· καὶ γὰρ μνήμων εἰμί· πάϊς δ' ἔτι νήπιος ἦα, ἤγουν ἤμην, ὅτε δηλαδὴ Ὀδυσσεὺς οὔ πω εἰς Τροίαν ἔπλευσε. καὶ οὕτω μὲν οἴεσθαι λέγει περὶ τῶν ἄλλων μνηστήρων εἰπὼν τοῦτο. τῷ δ' ἄρα, φησὶ, θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου· ἐφ' οἷς Ὅμηρος ἀπαίσιον λόγον ἐκρήξας κατὰ τοῦ ἀλαζόνος φησὶ προαναφωνητικῶς· (Vers. 98.) ἤτοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὅν ποτ' ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους, ἤγουν αὐτός τε ἠτίμαζε καὶ τοὺς ἄλλους ἠρέθιζε. λέγει δέ πως ὁ ποιητὴς, ὡς οὐκ ἐντανύσει μὲν ὁ Ἀντίνοος τὸ τόξον μόνος τῶν ἄλλων, καθὰ ἔολπε, γεύσεται δὲ πρῶτος ὀϊστοῦ, ὡς καὶ πρῶτος αἴτιος. πάνυ δὲ καιρίως κεῖται τὸ γεύσεται, καὶ οὐκ ἔστιν οὐδὲ ἑρμηνεῦσαι αὐτὸ κάλλιον. ὥρμηται δὲ ἐκ τοῦ, χειρῶν γεύσασθαι, ὃ φθάσας ἔφη ὁ Μελανθεὺς, πλὴν ὅσον ἐκεῖ μὲν χειρῶν γεύσεσθαι ἐῤῥέθη, ἐνταῦθα δὲ ὀϊστοῦ γεύσεσθαι ἐκ χειρῶν. ὁ δὲ ὀϊστὸς ἐκ τοῦ ὀΐω, τὸ κομίζω, γινόμενος εἰκότως διαλέλυται καὶ τρισυλλαβεῖ πρὸς διαστολὴν τοῦ ὀϊστοῦ, ἐξ οὗ σύνθετον τὸ ἀνύποιστον. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅτι δὲ τὸ, ἐφημέρια φρονέοντες, ἤγουν μόνα τὰ σήμερον, ἔχει τι καὶ ἀπειλῆς, ὡς ἐῤῥέθη, δηλώσει ἐν τοῖς ἐφεξῆς ἅ περ ἀκούσει ἐκ τῶν μνηστήρων ὁ Εὔμαιος φέρων τὸ τόξον τῷ Ὀδυσσεῖ, ὅτι δηλαδὴ ἐὰν θεὸς αὐτοῖς ἱλήκοι τοῦ γάμου καταπραχθέντος, κύνες αὐτὸν ἔδονται. Ἔτι ἰστέον καὶ ὅτι εἰ καὶ τῷ Ἀντινόῳ μεμπτὸν δοκεῖ τὸ ἐφημέρια φρονεῖν, ἀλλ' ἡ τραγῳδία ἔχει τινὰ νοοῦντα, ὡς καὶ τὸ τοιοῦτον ἔστιν οὗ ἀγαθὸν δοκεῖ, τὸ, ζῶν τι δηλαδή τινι καθ' ἡμέραν μέτρια εἶναι πρός γε τὸ ἀρκοῦν. Ἰστέον δὲ ὅτι, ὥς περ κάπρος κάπριος, Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἐφήμερος ἐφημέριος· ἐξ οὗ τὸ ἐφημέρια. λέγεται δὲ τὸ ἐφήμερος ἐπί τε ἀνθρώπου καὶ ἐπὶ ζῴου δέ τινος ἄλλου. καλοῦνται γὰρ ἐφήμερα ζωΰφια, οἷς δυστυχία τὸ μίαν μόνην ἡμέραν ζῆν, ὁποῖός τις ἱστόρηται εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι ἰστριεὺς πόρκος. (Vers. 86.) Κεῖται δ' ἐνταῦθα καὶ φράσις κωλυτικὴ τοῦ ἐρεθίζειν φίλανδρον γυναῖκα εἰς κλαυθμὸν ἐν τῷ, τί νυ δάκρυα κατείβετον ἠδὲ γυναικὶ θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον, ᾗ τε καὶ ἄλλως κεῖται ἐν ἄλγεσι θυμὸς, ἐπεὶ φίλον ὤλεσεν ἀκοίτην; (Vers. 88.) Καὶ ὅρα τὸ, κεῖται ἐν ἄλγεσι θυμὸς, ἀντὶ τοῦ ἀπρακτεῖ διὰ τὸ πολὺ τοῦ ἄλγους. Ἐντεῦθεν δὲ συνθέντες οἱ μεθ' Ὅμηρον ἐγκεῖσθαι φασὶ τὸ ἐνστατικῶς περί τι ἔχειν. (Vers. 89.) Τὸ δὲ, ἀλλ' ἀκέων δαίνυσθε, ἀντὶ τοῦ ἡσύχως ἢ ἡσυχάζοντες, περὶ οὗ καὶ προγέγραπται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ εἴρηται, ὀχλεῖ τινὰς διὰ τὸ καινοφανές. διὸ καὶ μεταγράφοντες, ἀλλὰ καὶ ὣς δαίνυσθε, ἀσύμφωνα λέγουσι τοῖς παλαιοῖς. (Vers. 90.) Τὸ δὲ τόξα πληθυντικῶς ἔφη ἀντὶ τοῦ τόξον, εἰωθὼς ποιεῖν καὶ οὕτω, καὶ μᾶλλον ὅτε τῷ τόξῳ συννοοῦνται καὶ οἱ ὀϊστοί. (Vers. 91.) Ἀάατος δὲ καὶ νῦν ὁ ἀτηρὸς παρὰ τὴν ἄτην, ἐξ ἧς κατὰ στέρησιν ἄατος ὁ ἀβλαβὴς, καὶ κατὰ δευτέραν στέρησιν ἀάατος ὁ μὴ ἀβλαβὴς, ἀλλὰ δηλαδὴ βλαβερὸς ἤτοι ἀτηρός. αἱ γὰρ δύο στερήσεις, ἑαυτὰς φθείρασαι, ἀφιᾶσι τὴν ἐξ ἀρχῆς λέξιν δηλοῦν τὸ οἰκεῖον. δύναται δὲ ἄλλως ἀάατος εἶναι καὶ ὁ πολυβλαβὴς ὡς ἀπὸ τοῦ ἀάσαι τὸ βλάψαι, ἐξ οὗ ἄατος ἁπλῶς ὁ βλαβερὸς, καὶ κατ' ἐπίτασιν ἀάατος ὁ πάνυ τοιοῦτος. (Vers. 93.) Τὸ δὲ, οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς ἔπαινον ἀνδρὸς ἀγαθοῦ. Τὸ δὲ μετὰ ἐστι μὲν ταυτὸν τῇ εν προθέσει, νοηθὲν δὲ ὑπερβατῶς μετὰ τοῦ, ἐν τοῖσδεσι πᾶσιν, ἐκ παραλλήλου κεῖται μετὰ ἰσοδυνάμου προθέσεως. Τὸ δὲ τοῖσδεσιν οὐκ ἂν προπαροξυνθείη εὐλόγως διὰ τὸ πρὸ δύο συλλαβῶν ἔχειν τὸν τόνον· οὐ γὰρ ἂν ἡ ἐπέκτασις ἀλλοιώσῃ τὴν τόνωσιν τοῦ ἄρθρου τῆς δοτικῆς. (Vers. 99.) Ἐν δὲ τῷ, ὅν ποτ' ἀτίμα, σημείωσαι τὸ ποτὲ. οὐ