Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.26.1
Not analysed yet
γίας. καὶ τὸ μὲν ὀμόω τὸ ὀμνύω καὶ ἀρόω τὸ ἀροτριῶ καὶ ὀνόω τὸ μέμφομαι καὶ βόω τὸ τρέφω προσλήψει τοῦ σίγμα φυλάσσουσι τὸ παραλῆγον ο ἐν τῷ ὀμόσω ἀρόσω ὀνόσω βόσω, ἐξ οὗ καὶ τὸ βόσκω καὶ ἡ βόσις καὶ ἡ βότειρα, τὴν παραλήγουσαν τοῦ ἐντελοῦς ἐνεστῶτος φυλάσσουσι. τὸ μέντοι χρυσόω χρυσώσω καὶ τὰ λοιπὰ ὅλα τὰ πρὸς αὐτὸ ἐξέτειναν τὸ ἀνάλογον ο εἰς ω μέγα. καὶ κατεκράτησεν ἡ τοιαύτη γραφὴ ἐν τῇ συνηθείᾳ, ὥς περ καὶ τῶν εἰς ως μετοχῶν ὀξυτόνων ἀπαλλαττομένων τοῦ ω μεγάλου ἐν ταῖς πλαγίαις, οἷον ἐν τῷ ἑστηκὼς ἑστηκότος, τεθνηκὼς τεθνηκότος καὶ τοῖς ἄλλοις ὅλοις. μόνα κοινότερον τὸ ἑστῶτος βεβῶτος γεγῶτος τεθνεῶτος ἐφύλαξαν τὸ ω τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ πρὸς ἐνθύμιον ἀναλογίαν τοῦ γέλως γέλωτος, ἱδρὼς ἱδρῶτος καὶ τῶν ὁμοίων. οὕτω καὶ τὰ δεύτερα παθητικὰ πρόσωπα τῶν εἰς μαι ληγόντων ῥημάτων, ὁποῖον τὸ τύπτομαι τύπτῃ καὶ τὰ λοιπὰ ὅλα, κατὰ τὴν παλαιὰν Ἀτθίδα διὰ τῆς ει διφθόγγου γραφόμενα, ὡς καὶ ἐν τοῖς τοῦ κωμικοῦ πέφῃνεν, οἱ ὕστερον Ἀττικοὶ γράψαντες διὰ τοῦ η σὺν τῷ ἰῶτα προσγεγραμμένῳ ἀφῆκαν σώζεσθαι ἐν γραφῇ τῇ διὰ τῆς ει διφθόγγου χάριν παλαιᾶς ἐνθυμήσεως τὸ βούλομαι βούλει, οἴομαι οἴει, ὄψομαι ὄψει, καὶ ἔομαι ἔει καὶ κατὰ κρᾶσιν εἶ. εἰ δὲ ὁ βώτωρ καὶ ἡ βωτιάνειρα, χρὴ γὰρ ἀνακάμψαι τι βραχὺ ἐς τὰ πρὸ ὀλίγων, διὰ τοῦ ω μεγάλου γράφεται, λογιστέον ὅτι ταῦτα ὑπομιμνήσκουσιν ἐγχωρεῖν καὶ τὸ βῶ βώσω ἐκταθῆναι εἰς ω μέγα καὶ τὰ ἄλλα. οὐ μὴν τὸ αὐτὸ βούλεται καὶ ὁ βοτήρ. (Vers. 297.) Ὅτι βίαν δηλοῖ τὸ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα. (Vers. 298.) Πληροφορίας δὲ τῆς ἐπ' ἀγαθῷ ἀπαιτητικὸν τὸ, ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή πού τις ἀτασθαλίῃσι κακῇσι ποιήσῃ τόδε τι. (Vers. 305.) Ἐλλιμένισιν δὲ φράζει τὸ, στήσαμεν ἐν λιμένι γλαφυρῷ εὐεργέα νῆα ἄγχ' ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι νηός. Καὶ ὅρα ὡς οὐ μόνον ναῦς γλαφυρὰ, ἀλλὰ καὶ λιμὴν ἐνταῦθα γλαφυρός. (Vers. 309.) Πένθους δὲ φράσις τὸ, μνησάμενοι δ' ἤπειτα, φίλους ἔκλαιον ἑταίρους. (Vers. 311.) κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. ὃ δή που πρὸ τούτων καὶ ἡ Πηνελόπη ἔπαθε καὶ μεταταῦτα πείσεται κλαίουσα ἐπὶ τῷ ἀνδρί. (Vers. 310.) μέσον δὲ τούτων κεῖται καὶ ἀφελὴς στίχος καὶ εὐτελὴς τὸ, οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα. (Vers. 312.) Ὅτι ἐν μὲν Ἰλιάδι τὸ τὰς δύο μοίρας τῆς νυκτὸς παρελθεῖν, περιλειφθῆναι δὲ τὴν τρίτην, ἄλλως ἔφρασεν ὁ ποιητής. ἐνταῦθα δὲ οὕτω συντομώτερόν φησιν· ἦμος δὲ τρίχα νυκτὸς ἔην μετὰ δ' ἄστρα βεβήκει, μεταλλάξει χρησάμενος. ἐκεῖ μὲν γὰρ ἤρξατο ἐκ τοῦ, ἄστρα δὲ δὴ προβέβηκε, κατέληξε δὲ εἰς τὸ, τριτάτη δ' ἔτι μοῖρα λέλειπται. ἐνταῦθα δὲ τὸ ἀνάπαλιν πεποίηκεν. Ὅρα δὲ τὸ, τρίχα νυκτὸς ἦν, ἤγουν τριχῇ, ὅμοιον ὂν τῷ, τόφρα δὲ κουρήτεσσι κακῶς ἦν, ὥστε μηδὲ τὸ, Ἀθηναίη ἀκέων ἦν, παρὰ τὸ εἰκὸς εἶναι λέγεσθαι πρός τινων ἀντὶ τοῦ ἡσύχως ἦν. Τὸ δὲ μετὰ δ' ἄστρα βεβήκει, ἀντὶ τοῦ, μετέβη τὰ ἄστρα, ἤτοι μετεκινήθη, ὡς εἰκὸς πρὸς δύσιν. (Vers. 313.) Ὅτι ἐν τῷ, ὦρσεν ἐπιζαῆν ἄνεμον Ζεὺς, περισπᾷ τὸ ζαῆν Ἀρίσταρχος, ὡς τὸ Ἑρμῆν καὶ Ποδῆν. καὶ τοῦτο μὲν οἱ παλαιοί φασιν. εἰκὸς δὲ αὐτὸν καὶ τὴν εὐθεῖαν ἴσως περισπᾶν κατὰ τὸ Ἑρμῆς καὶ Ποδῆς. καὶ μὴν ἐκεῖνα συνῄρηνται, ἄδηλον δὲ εἴ περ οὕτω καὶ ὁ ζαῆς, ὃς δηλοῖ τὸν ἄγαν πνέοντα. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ζαῆς ἄνεμος νυκτὸς μὲν ἀρξάμενος πνέειν, παραμείνας δὲ ὅλον μῆνα, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, τὴν ἐσχάτην βλάβην τοῖς τοῦ Ὀδυσσέως ἐπήγαγε. Κεῖται δ' ἐνταῦθα καὶ διασκευὴ ῥηθεῖσα καὶ ἀλλαχοῦ τῆς θεσπεσίας τηνικαῦτα λαίλαπος καὶ τῆς τῶν νεφῶν πυκνώσεως. (Vers. 315.) δι' ἧς ὀρώρει οὐρανόθεν νὺξ, ἄλλη τις αὕτη παρὰ τὴν εἰρημένην νύκτα καθ' ἣν ὁ ἄνεμος ἔπνευσεν, ἵνα ᾖ νὺξ αὕτη ἐπὶ νυκτὶ ἐκείνῃ ζοφοῦσα τὸν ἀέρα εἰς πλέον. (Vers. 317.) Ὅτι ὅρμος φαίνεται καὶ ἐνταῦθα σαφῶς τόπος λιμένος ἔνθα ἡ ναῦς ὁρμεῖ· εἰπὼν γοῦν Ὀδυσσεὺς ἐν λιμένι γλαφυρῷ στῆσαι τὴν νῆα ἐπάγει μετ' ὀλίγα· νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες, τουτέστιν ἐν ὅρμῳ ἐστήσαμεν. (Vers. 318.) Ὅτι δὲ πολλὰ σπήλαια καὶ πολλαχοῦ αὐτοφυῆ, παράλια δεκτικὰ τοιούτων νηῶν, καὶ ἡ πεῖρα δηλοῖ. Ἐν δὲ τῷ τοιούτῳ σπηλαίῳ πλάττει καὶ νύμφας διατρίβειν, εἰπών· ἔνθα δ' ἔσαν νυμφέων καλοὶ χοροὶ, ἤγουν τόποι τοῦ χορεύειν, ἠδὲ θόωκοι. καὶ τοῦτο μὲν οὕτω πεφεισμένως ἐν βραχυλογίᾳ ἔφη, ἀρχὴν ἐνδιδοὺς τοῦ ἐοικέναι καὶ ἄλλα τοιαῦτα εἶναι. προϊὼν δὲ ἐν τοῖς περὶ τοῦ ἐν Ἰθάκῃ τῶν νυμφῶν ἄντρου, πλατυνεῖ τὴν ἔκφρασιν ἐφ' ὁμοίοις, ἣν καὶ ὁ σοφὸς Πορφύριος ἱκανοῦ λόγου ἠξίωσε. Δοκεῖ δὲ Νηϊάδων καὶ ἐνταῦθα μεμνῆσθαι νυμφῶν, αἳ τῷ γλυκερῷ ἔχαιρον ὕδατι τῷ περὶ τὸν ῥηθέντα γλαφυρὸν λιμένα. (Vers. 320.) Ὅτι καὶ ἐνταῦθα, ὡς