Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.27.1
Not analysed yet
καὶ πρὸ ὀλίγων, ἔννοιαν θεὶς ἀρχομένην ἐκ τοῦ γὰρ, ἀποδίδωσιν εἰς τὸν δε σύνδεσμον πάνυ γοργῶς, εἰπών· ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε, τῶν δὲ βοῶν ἀπεχώμεθα μή τι πάθοιμεν. καὶ ἔστι καὶ τοῦτο ὅμοιον, ὡς εἰ καὶ συνήθως εἶπεν, ἀλλὰ τῶν βοῶν ἀπεχώμεθα· ἢ καὶ ἄλλως ἀντὶ τοῦ δη ἐγράφη ὁ δε σύνδεσμος, ἵνα λέγῃ, ὅτι ἐπεὶ ἔχομεν βρῶσιν, ἀπεχώμεθα δὴ τῶν βοῶν. τὸ δὲ γράψαι (Vers. 321.) τῶνδε βοῶν ἀπεχώμεθα, ἤγουν τούτων, οὐ δοκεῖ τοῖς παλαιοῖς (Vers. 322.) Λέγει δ' ἐνταῦθα καὶ δεινὸν θεὸν τὸν Ἥλιον, ἐκφοβῶν τοὺς ἑταίρους κατὰ τὸ, ἤϊε νυκτὶ ἐοικώς. ἄλλως γὰρ ἥμερός ἐστιν, εἴ γε καὶ τὸ κατάστημα, ὃ ὑπὲρ γῆς ποιεῖ, ἡμέρα λέγεται διὰ τὴν τηνικαῦτα ἐν τῷ παντὶ ἡμερότητα τὴν ἀπεναντίαν τῇ νυκτί. ἣν μάλιστα διὰ τὸ δεινὸν δειδίαν φαμέν. (Vers. 323.) λέγει δὲ καὶ ὡς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει ὁ Ἥλιος, πλὴν εἰ καὶ τοιοῦτος ἐστὶν ἀλλ' ὅμως ἡ Λαμπετία μετ' ὀλίγα τῆς τῶν βοῶν ἀπωλείας ἄγγελος ἥκει αὐτῷ εὖ εἰδότι, ποιοῦσα τὸ καθῆκον αὐτὴ παιδευτικῶς. ἔδει γὰρ ὡς ποιμαίνουσαν ἀγγεῖλαι τὸ ὀφειλόμενον. (Vers. 325.) Ὅτι διασκευάζων ὁ ποιητὴς τὴν τοῦ λιμοῦ βίαν, δι' ἣν εἰς ἐπιορκίαν κατώλισθον οἱ περὶ τὸν Ὀδυσσέα παριδόντες τὰ ὀμωμοσμένα, φησί· μῆνα δὲ πάντα ἄληκτος ἄη Νότος, οὐδέ τις ἄλλος γίνετ' ἔπειτ' ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. οἱ δ' ἕως μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρὸν, τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. (Vers. 329.) ἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα, τουτέστι τὰ εἰς ὁδὸν βρώματα, καὶ δὴ (Vers. 330.) ἄγρην ἐφέπεσκον, τουτέστι θήραν ἐνήργουν ἀλητεύοντες ἀνάγκῃ, ἰχθῦς ὄρνιθάς τε φίλας ὅ, τι χεῖρας ἵκοιτο, γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· (Vers. 333.) ἐπὶ τούτοις οὖν Ὀδυσσεὺς βαλόμενος ἐπὶ νοῦν τὸ τῆς ἀμηχανίας φάρμακον τὴν εὐχὴν ἀνὰ νῆσον ἀπέστιχεν εὐξόμενος εἴ που ὁδὸν θεὸς φήνειε νέεσθαι. τοῦτο δὲ (Vers. 338.) δεινότης ἐστὶ ποιητικὴ, οἰκονομοῦντος Ὁμήρου πιθανῶς οὕτω φονευθῆναι τοὺς βόας διὰ τὸ ἄγαν πολὺ καὶ ἀπαραίτητον τῆς τοῦ λιμοῦ βίας, καὶ μάλιστα εἰ καὶ κοιμηθῇ Ὀδυσσεύς. παρόντος γὰρ καὶ ἐγρηγορότος οὐκ ἂν δεόντως ἐπιθανολογήθη τὰ τοῦ πλάσματος. εἰς ὃ συμβάλλεται πιθανῶς καὶ τὸ ἐγγὺς νηῶν τὰς βόας νέμεσθαι καὶ μηδὲ ἀπηγριῶσθαι. καὶ διατοῦτο μὲν Ὀδυσσεὺς ἄπεισι κατὰ λόγον εὐχῆς. ἀλλ' ὅτε δή, φησι, διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, χεῖρας νιψάμενος ὅθ' ἐπὶ σκέπας ἦν ἀνέμοιο, ἠρώμην θεοῖς, οἱ δ' ἄραμοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. καὶ τότε δὴ ἐγένετο τὸ εἰς τοὺς βόας κακὸν κατὰ πᾶσαν ἄδειαν. (Vers. 325.) Τὸ δὲ μῆνα πάντα ἀντὶ τοῦ ὅλον. καὶ ἔστιν ἔθος Ὁμήρῳ οὕτω γράφειν μυριαχοῦ, ἤγουν τιθέναι τὸ πᾶν ἐπὶ ὁλότητος. Τὸ δὲ ἄη Νότος, ἤτοι ἔπνεε, πολλὰ μὲν τῶν ἀντιγράφων ἐν τῷ η ἔχει ἀκολούθως τῷ πρώτῳ προσώπῳ τῷ ἄην, οὐκ ὀλίγα δὲ καὶ διὰ διφθόγγου ὁμοίως τῷ· ἀνέμων διάει μένος, ὡς ἐν τῇ ε ῥαψῳδίᾳ ἐγράφη. δόξοι δ' ἂν μαρτυρεῖν τῇ διὰ τοῦ η γραφῇ καὶ τὸ Θρῄκηθεν ἄητον, ἤγουν ἐκ Θρᾴκης πνέουσι. καὶ ὁ βαθὺς δὲ Ἡρακλείδης οὕτω βούλεται, ἵνα ὥς περ ἐκ τοῦ φιλῶ φίλημι Αἰολικῶς, οὕτως εἴη καὶ ἀπὸ τοῦ ἀῶ ἄημι, καὶ ἀκολούθως ὡς φίλη τρίτον ἑνικὸν καὶ δυϊκὸν ἐξ αὐτοῦ φίλητον, οὕτω καὶ ἄη ἄητον. συλλαλεῖ δὲ τῇ εἰρημένῃ διὰ τοῦ η γραφῇ καὶ ὁ ἀήτης, ὃς δηλοῖ ἄνεμον. περὶ οὗ λέγει ὁ Ἡρακλείδης τοιαῦτα· πεποίηται ὁ ἀήτης ὡς ἀπὸ περισπωμένου τοῦ ἀῶ ἀήσω. διὸ ἡμάρτηται κατὰ τόνον. τὰ γὰρ τοῖς εἰς ω περισπωμένοις ῥήμασι παρασχηματιζόμενα εἰς της ἀρσενικὰ τῷ η παραληγόμενα ὀξύνεται, οἷον, ποιῶ ποιήσω ποιητής. ὁμοίως ἠχητής, μιμητής. οὐκοῦν καὶ τὸ ἀῶ ἀήσω τοιοῦτον γεννᾷ. ὁ δὲ ἀήτης οὐχ' οὕτως ἀλλὰ βαρύνεται. λέγει δὲ τοιοῦτον ἁμάρτημα εἶναι καὶ ἐν τῷ χηρῶσται. τοῦ γὰρ ῥήματος ὄντος περισπωμένως χηρῶ, τοὔνομα οὐκ ὀξυτονεῖται. ἅμα δὲ τοῦτο καὶ περισσὸν ἔχει τὸ σ. καὶ σημαίνει τὸ τοιοῦτον καινῶς παραδοθὲν ὑπὸ τοῦ Ἡρακλείδου. ἡ γὰρ Ἰλιὰς, διορθωθεῖσα ὡς ἔοικεν ὕστερον, οὐ γράφει χηρῶσται προπερισπωμένως, ἀλλ' ὀξύνει, οἷον, χηρωσταὶ δὲ διὰ κτῆσιν δατέονται. περὶ δὲ τοῦ· εἴτε βαρυτόνως ἄω εἴτε περισπωμένως ἀῶ, προδεδήλωται ἐν τῷ, νᾶον δ' ὀρῷ ἄγγεα πάντα. καὶ οὕτω μὲν ταῦτα. (Vers. 326.) Τὸ δὲ, οὐδέ τις ἄλλος ἐγίνετο ἀνέμων, ἄριστα ἐῤῥέθη. οὐ γὰρ σταθεροὶ καὶ ὄντες οἱ ἄνεμοι κατὰ τὰ στοιχεῖα καὶ τὰ ἐν οὐρανῷ, ἀλλ' ἐν τῷ γίνεσθαι τὸ εἶναι αὐτοῖς, καθὰ καὶ τοῖς ὑετοῖς καὶ ὅσα τοιαῦτα. (Vers. 326.) Τὸ δὲ εἰ μὴ Εὖρός τε Νότος τε ταυτόν ἐστι τῷ, ἀλλ' Εὖρός τε Νότος τε, καὶ τῷ, ὅτι μὴ Εὖρός τε Νότος τε. οὕτω γὰρ φράζουσιν οἱ ῥήτορες. ἔχει δέ τι καὶ ἐπιδιορθώσεως ὁ λόγος. ἀνωτέρω γὰρ Νότου μόνου μνησθεὶς νῦν καὶ Εὖρον συμπνέειν φησί. (Vers. 327.) Τὸ δὲ σῖτον καὶ οἶνον τὰ ἀναγκαιότατα τῶν βρωμάτων δηλοῖ, ὧν ἐπιλι-