Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.263.1
Not analysed yet
ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν καὶ ξίφος ἄμφηκες, δώσω δ' ὑπὸ ποσσὶ πέδιλα. (Vers. 342.) πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει· κελεύσει δὲ, ὡς ὁ Ὁμηρικὸς οἶδεν ἀκροατὴς, ἀπελθεῖν ἐς ἄνδρας, οἱ οὐκ ἴσασι θάλασσαν, ἐκεῖ ἄρα καὶ πέμψει αὐτόν. πάντα γὰρ τὰ ἐνταῦθα ῥηθέντα ποιήσει τῷ ἀνδρὶ μετὰ τὸν ἀναγνωρισμὸν ἡ γυνή. ἐσχημάτισται γὰρ καὶ ταῦτα ὁμοίως τοῖς πρὸ ὀλίγων ῥηθεῖσι πρὸς ψυχαγωγίαν τοῦ εἰδότος ἀκροατοῦ, ὡς εἶναι καὶ τὰ τοιαῦτα φήμας οἷον τινὰς τῷ Ὀδυσσεῖ. (Vers. 323.) Ἰστέον δὲ ὅτι πολλὴν αἰσχύνην δηλοῖ ὁ Εὐρύμαχος ἐν τῷ, φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν· πάγκοινον γὰρ τὸ τοιοῦτον ὄνειδος. (Vers. 329.) Τὸ δὲ ἐλέγχεα ποιεῖ τὴν τῆς ἐλεγχείης διὰ διφθόγγου γραφὴν, ὡς καὶ τὸ ἔγχεα τὴν τῆς ἐγχείης. (Vers. 331.) Τὸ δὲ εὐκλεῖας τοὺς εὐκλεέας δηλοῖ, συναιρεθὲν συνήθως. διὸ καὶ προπερισπᾶται διὰ τὸ συνεστάλθαι τὴν λήγουσαν. (Vers. 334.) Τὸ δὲ, οὗτος δὲ ξεῖνος, μάλα μὲν μέγας καὶ ἑξῆς, ἀγαθοῦ καὶ εὐγενοῦς ἀνδρός ἐστιν ἔπαινος. Τὸ δὲ εὐπηγὴς εὐπαγής φασιν οἱ μεθ' Ὅμηρον. (Vers. 335.) Ἐν δὲ τῷ, ἀνδρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱὸς, περιττὸν τὸ υἱός. νοεῖται γὰρ ὁ λόγος καὶ τούτου μὴ κειμένου. καὶ ἄλλως δὲ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ γένος, ἵνα εἴη γένος ἐνταῦθα ὁ υἱός. (Vers. 345.) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ κρείσσων ἐπὶ ἐγκρατοῦς καὶ ἐξουσίαν ἔχοντος. φησὶ γὰρ Τηλέμαχος· τόξον μὲν οὔ τις ἐμοῦ κρείσσων, ᾧ ἂν ἐθέλω δοῦναί τε καὶ ἀρνήσασθαι, καὶ οὐδεὶς ἀέκοντά με βιήσεται, εἴ περ ἐθέλω καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. Οὐκοῦν καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται καὶ ἑξῆς, τοιαύτην τινὰ σημασίαν ἔχει. (Vers. 344. 349.) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι τόξον τε ἑνικῶς ἔφη καὶ τόξα πληθυντικῶς. (Vers. 349.) Τὸ δὲ καθάπαξ ἀντὶ τοῦ εἰς τὸ παντελὲς ἅπαξ ἐνταῦθα εἰρῆσθαι σημειοῦνται οἱ παλαιοὶ, λέγοντες καὶ ὅτι οὐδὲ κατάληξις εἰς ξ καὶ ἀρχὴ αὖθις ἀπὸ τοῦ αὐτοῦ ἑτέρωθί πού ἐστι παρὰ τῷ ποιητῇ ἀλλ' ἢ μόνον ἐνταῦθα ἐν τῷ καθάπαξ ξείνῳ δόμεναι. (Vers. 347.) κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ καὶ ἡ Ἦλις ἱππόβοτος, ὅ περ ἀλλαχοῦ τῇ ὅλῃ Πελοποννήσῳ ἐπιλέγεται. φησὶ γάρ· νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· νῆσοι δὲ ἐγγὺς Ἤλιδος Δουλίχιον, Ζάκυνθος, Σάμη καὶ λοιπαί. (Vers. 350.) Ὅτι προαγαγὼν πάνυ ἀναγκαίως ὁ ποιητὴς τὴν Πηνελόπην τῆς γυναικωνίτιδος ἐφ' ὅσον ἐχρῆν καὶ ἀνύσας δι' αὐτῆς τὴν τοῦ τόξου κατάθεσιν εὐμεθόδως, εἶτα διαγνοὺς ὡς οὐκέτι χρεία ὅλως ταύτης ἐπὶ τοῖς ἑξῆς, συστέλλει αὐτὴν τοῦ λοιποῦ δεξιώτατα· οὐ μὴν δὲ, ἀλλὰ καὶ κοιμίζει βαθὺ, ὡς ἂν μηδενὸς τῶν γενησομένων αἰσθομένη, ὅτε γίνονται, παραδόξως ὕστερον καὶ μετ' ἐκπλήξεως ἀναγνωρίσοι τε ἅμα τὸν ἄνδρα καὶ μάθοι ἐξολωλότας τοὺς κακούς. καὶ ὁ μὲν ὕπνος αὐτῇ, ὡς καὶ ἀλλαχοῦ, ἥκει παρὰ τῆς Ἀθηνᾶς. ἡ δὲ ἐκ τοῦ ἀνδρῶνος ἀναχώρησις γίνεται διὰ τοῦ υἱοῦ, ὃς καὶ ἐνταῦθα θάμβος ἐνιεὶς τῇ μητρὶ, καθὰ καὶ ἐν τῇ α ῥαψῳδίᾳ, φησίν· ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε καὶ τοὺς ἑξῆς τρεῖς στίχους, παραποιήσας μόνον τὸ, (Vers. 352.) μῦθος δ' ἄνδρεσσι μελήσει, καὶ εἰπών· τόξον δ' ἄνδρεσσι μελήσει, κατὰ τὸ, πόλεμος δ' ἄνδρεσσι μελήσει. καὶ ὁ μὲν οὕτως εἶπεν· (Vers. 354.) ἡ δὲ ῥίγησεν ἀναλόγως τῷ καιρῷ καὶ θαμβήσασα ἔβη ἔσω καὶ εἰς ὑπερῷ' ἀναβᾶσα κλαίει. καὶ ἐν τοσούτῳ ὑπνοῖ βαθὺν ὕπνον καὶ οὐ κατὰ τοὺς πρὶν ἐλαφρὸν καὶ μετ' οὐ πολὺ ἀφυπνισθεῖσα ὑπὸ τῆς μαίας βλέπει ἃ θέλει. (Vers. 359.) Ὅτι Εὐμαίου κατὰ τὴν τοῦ Ὀδυσσέως πρὸ ὀλίγων παραγγελίαν φέροντος τῷ δεσπότῃ τὰ τόξα μνηστῆρες πάντες ὡμόκλεον. καί τις ἂν ὧδε εἶπε· πῇ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε, ὥς που καὶ προεδηλώθη, συβῶτα, πλαγκτέ; τάχ' ἄν σε κύνες κατέδωνται οἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ περ θεὸς ἡμῖν ἱλήκῃσι. καὶ αὐτοὶ μὲν οὕτως. (Vers. 366.) Εὔμαιος δὲ ἔθηκε φέρων αὐτῷ ἐνὶ χώρῳ, δείσας οὕνεκα πολλοὶ ὡμόκλεον. Τηλέμαχος δ' ἑτέρωθεν ἀπειλήσας ἔφη· (Vers. 369.) ἄττα, πρόσω φέρε τόξον· τάχ' οὐκ εὖ πᾶσι πιθήσεις· μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, τουτέστι διώξω, βάλλων χερμαδίοισι· βίῃ δὲ φέρτερός εἰμι. αἲ γὰρ πάντων τόσσον ὅσοι κατὰ δώματ' ἔασι, μνηστήρων χερσί τε βίῃφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τινὰ ἐγὼν ἀπέπεμψα νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. ὣς ἔφατο· (Vers. 376.) οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες· καὶ δὴ μεθίεν χαλεποῖο χόλοιο. (Vers. 369.) Τὸ δὲ αἴτιον αὐτοῖς τοῦ γελᾶν, ἐπεὶ οὔτε ὡς δεσπότης ἐπιτάσσειν εἶπε τῷ δούλῳ, ἀλλὰ ὡς βίῃ φέρτερος, καὶ οὐδὲ δοῦλον προσεῖπε· τὸ γὰρ ἄττα δεδήλωται ἀδελφικὸν εἶναι πρόσφθεγμα. (Vers. 371.) καὶ ἡ διὰ χερμάδων δὲ βολὴ παιδικώτερον ἠπείληται. ὡμολόγησε δὲ καὶ τὸ ἔλαττον φέρεσθαι τῶν