Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.264.1
Not analysed yet
μνηστήρων· (Vers. 376.) ταῦτα δὲ πάντα ὡς ἀφελῆ γλυκέως ἐπιτετηδευμένα εἰς γέλωτα τοῖς μνηστῆρσι τὸν χόλον μετέτρεψεν· ὃς δὴ γέλως παρὰ τῷ ποιητῇ λύσις ἐστὶ καὶ αὐτὸς μεγάλων καὶ δυσλύτων περιπετειῶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅρα δὲ βίαν μνηστήρων, εἰ καὶ αὐτὸ δὴ τοῦτο χειρίσασθαι τὸν ξεῖνον τὸ τόξον, μόλις ἀφιᾶσι γενέσθαι, ἵνα μηδὲ τοῦτο ἀγωνίας δίχα τῷ τλήμονι Ὀδυσσεῖ περιγένηται. (Vers. 363.) Τὸ δὲ πλαγκτὲ ἀντὶ τοῦ ἔμπληκτε, παραπλὴξ, ἢ πλαζόμενε τὴν διάνοιαν, οὐ μὴν σταθηρέ. Ἡ δὲ κατὰ τοῦ συβώτου ἀπειλὴ πάνυ σφοδρά· ἐμφαίνει γὰρ οὐ μόνον φονευθήσεσθαι αὐτὸν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι εἰς βρῶσιν κυσί. (Vers. 364.) Τὸ δὲ, ἀπ' ἀνθρώπων, ἑρμηνευτικόν ἐστι τοῦ οἶον· μόνος γὰρ ὁ μὴ μετ' ἀνθρώπων. Τὸ δὲ, οὓς ἔτρεφες, ἔχει τι ἀστεῖον ἀντιθετικόν· τοιοῦτον γὰρ τὸ, τραφήσονται διὰ σοῦ νεκροῦ κειμένου οἱ κύνες οὓς ἔτρεφες. (Vers. 365.) Τὸ δὲ ἱλήκῃσι χρόνου παρακειμένου ἐστίν· οὗ ἐνεστὼς μὲν οὐχ' εὕρηται, προστακτικὸν δὲ τὸ ἵληθι καὶ ἵλαθι. (Vers. 367.) Τὸ δὲ ὁμοκλεῖν δηλῶν Ὅμηρος ταυτὸν εἶναι τῷ ἀπειλεῖν ἔφη· πολλοὶ ὡμόκλεον· εἶτα Τηλεμάχου ἀπειλήσας τὸ, οὐκ εὖ πᾶσι πιθήσεις, παροιμιῶδες καὶ ἐπὶ ἀρέσκου καὶ πᾶσιν ἐθέλοντος πάντα πείθεσθαι. (Vers. 377.) Τὸ δὲ, μεθίεν χόλοιο, δηλοῖ μὲν τὸ μεθίεσαν καὶ ἠμέλουν. γίνεται δὲ συνήθως ἐκ τοῦ μεθιεὶς, μεθιέντος, ἀποβολῇ τοῦ τος ὁμοίως τῷ τράφεν καὶ κόσμηθεν καὶ ἑτέροις μυρίοις. (Vers. 380.) Ὅτι τὰ τόξα ἐν χερσὶ τῷ δεσπότῃ θεὶς ὁ Εὔμαιος, εἶτα ἐκκαλεσάμενος τὴν Εὐρύκλειαν, ἐγκελεύεσθαι λέγει αὐτῇ τὸν Τηλέμαχον κληῗσαι μεγάροιο θύρας, ἤγουν τῆς γυναικωνίτιδος, ὡς μηδεμίαν θύραζε προβλώσκειν, ἀλλ' αὐτοῦ μένειν παρὰ ἔργῳ. καὶ οὐκ ἀληθεύει μὲν ὁ Εὔμαιος εἰπὼν ὡς ὁ Τηλέμαχος οὕτω κελεύει, πλὴν ὡς πεπνυμένος ψεύδεται καὶ αὐτός. οὐ γὰρ ἔδει πάντως εἰπεῖν ὅτι Ὀδυσσεὺς κέλεταί σε τάδε ποιῆσαι· οὐ γὰρ οἶδε τὸν αὐτῆς ἐκείνου ἀναγνωρισμόν. συνετὸς δὲ καὶ ἄλλως Εὔμαιος. ἐκεῖνος μὲν γὰρ ἐκέλευσε τῷ Εὐμαίῳ εἰπεῖν γυναιξὶ κληῗσαι μεγάροιο θύρας, ἀορίστως εἰπών· ὁ δὲ διέκρινε δεῖν εἶναι ὡρισμένως τοῦτο περὶ τῆς γυναικωνίτιδος τῇ Εὐρυκλείᾳ εἰπεῖν, ᾗ καὶ ἄπτερος ἔπλετο μῦθος, ὃ καὶ ἀλλαχοῦ προεγράφη, καὶ ἔκλεισε θύρας μεγάρων, ὡς ἐκελεύσθη. (Vers. 387.) Καὶ ὅρα τὸ μεγάρων· ἐπλήθυνε γὰρ συνήθως τὸ προῤῥηθὲν, μεγάροιο θύρας. (Vers. 388.) Ὅτι Φιλοίτιος κατὰ τὴν τοῦ Ὀδυσσέως κέλευσιν ἔκλεισε θύρας εὐερκέος αὐλῆς, κεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βίβλινον, ᾧ δὴ ἐπέδησε θύρας. Καὶ ὅρα καὶ ἐνταῦθα κλείδωμα θυρῶν, εἶτα καὶ δεσμὸν οὐκέτι δι' ἱμάντων· οὐ γὰρ ἦν τὰς τηλικάσδε θύρας οὕτω συνδεθῆναι· ἀλλὰ διὰ σχοινίου ναυτικοῦ, εἴτε καινὸν ἐκεῖνο εἴτε καὶ τέτριπται. (Vers. 391.) Βίβλινον δὲ οὐ τὸ ἐκ βίβλου, ὅ ἐστι παπύρου Αἰγυπτίας, ἀλλὰ βοτάνης τινὸς ἐμφεροῦς παπύρῳ. οἱ δὲ καννάβινόν φασιν, ἕτεροι δὲ τὸ ἐκ φιλύρας. ὅτι δὲ, καθὰ καὶ ὁ μόλυβδος παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ ἡ ῥηθεῖσα βύβλος διφορεῖται κατὰ τὸ δίχρονον, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι βύβλινον καὶ βίβλινον διχῶς. Ἐνταῦθα δὲ σημείωσαι ὅτι τε ἡ Βύβλος ἐπὶ πόλεως μὲν τῆς καὶ ἐν τῷ περιηγητῇ μόνως διὰ τοῦ υ γράφεται, ἐπὶ δὲ φυτοῦ ὡς ἐπιπολὺ μὲν καὶ μάλιστα παρὰ τοῖς ἀρχαίοις ὁμοία ἡ γραφὴ, οἱ δὲ νεώτεροι τρέψαντες κατὰ τὸ δύφρος, δίφρος, μῦσος, μῖσος, μοῦσα, μοῖσα, τύπτουσα, τύπτοισα, καὶ ὅσα τοιαῦτα Δωρικὰ καὶ Αἰολικὰ, βίβλος διὰ τοῦ ἰῶτα φασί. καὶ τὸ πλέον ἐπὶ τῆς ὑποκειμένης βίβλου τοῖς γράμμασι. καὶ ὅτι εἰ κατὰ τὴν ἱστορίαν καὶ σχοινία ἐκ τῆς φυτικῆς βίβλου ἐπλέκοντο, ὡς καὶ ἐκ τῆς σχοίνου καὶ τῆς σπάρτου τῶν φυτῶν, ἔχει τι ἄρα ἡ βύβλος ἰνῶδες, ἐξ οὗ εἰκὸς γίνεσθαι σώματα συντελοῦντα εἰς γραφὰς, ἵνα ὥς περ ἀπὸ ἀρχεγόνου ἀφορμῆς τῆς κατὰ τὴν χελώνην χέλυς ὕστερον πᾶσα κιθάρα ἐκλήθη, ἐπειδὴ χελώνης ὄστρακον μέγα πήχεως περιθέσει καὶ χορδῶν ἐντανύσει λύραν ἀπήρτησεν, ἣν Ἑρμῆς Ἀπόλλωνι ἐχαρίσατο εἰς λύτρον, ἀνθ' ὧν ἔκλεψεν ἐκείνου βοῶν, οὕτω καὶ πᾶσαι γραφικαὶ βίβλοι ἔκ τινος ἀρχαίας χρήσεως τοὔνομα φέροιεν. ἐγίνοντο γάρ, φασιν, ἀπὸ βύβλων Αἰγυπτίων, ὡς οἷα παπύρων ὑδροχαρῶν, καθὰ οἱ τότε μεθώδευον, ὑποκείμενα τοῖς γραφεῦσι χαρτάρια· ὁποῖα ἴσως καὶ τὰ ὕστερον ἰδιωτικῶς λεγόμενα ξυλοχάρτια, ὧν ἡ τέχνη ἄρτι ἀπήλειπται. δόξοι δὲ ἂν καὶ τὸ τῆς δέλτου ὄνομα ἐκ τῶν κατ' Αἴγυπτον βύβλων ἐπιτεθῆναι ταῖς ἄρτι βίβλοις διὰ τὸ καθ' ἱστορίαν περιηγητικὴν Αἰγύπτιον δελτωτόν. ὡς δὲ ἡ βύβλος τὸ φυτὸν συνετέλει καὶ εἰς τὸ ὑποδεῖσθαι, ὁ βυβλινοπέδιλος δηλοῖ, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς. εἰς δὲ τὴν ἀντιμεταχώρησιν τοῦ υ καὶ τοῦ ἰῶτα πρὸς ἄλληλα χρήσιμον καὶ τὸ στρυφνὸς ἐκ τοῦ στύφω παρὰ Ἡρῳδιανῷ.