Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.266.1
Not analysed yet
διὰ τὸ ἡδὺ, ἀλλ' ἀνάλογον πρὸς τὸ ἀνῆκον καλὸν τῇ ἀπαθεῖ νευρᾷ καὶ μὴ κραυρουμένῃ πρὸς τὸ ξηρόφωνον καὶ πάντῃ ἀηδές. εἰ δέ τι χρὴ παρεκβῆναι καὶ εἰς τὴν παρὰ τοῖς πάλαι ἀστεϊζομένην χελιδόνι παρώνυμον παιδιὰν, χελιδονίζειν παρὰ Ῥωμαίοις ἦν ἀγερμὸς γινόμενος Βοηδρομιῶνι μηνὶ, καλούμενος οὕτω διὰ τὸ εἰωθὸς τηνικαῦτα ἐπιφωνεῖσθαι· ἦλθ', ἦλθε χελιδὼν, καλὰς ὥρας ἄγουσα καὶ καλοὺς ἐνιαυτοὺς, ἐπὶ γαστέρα λευκὰ, ἤγουν λευκὴ, ἐπὶ νῶτα μέλαινα. εἶτα, ὡς ἐν συνόψει φάναι, οὐ παλάθαν ζητοῦμεν οἴνου τε δέπαστρον, ἁ χελιδὼν, καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερ' ἀπίωμεν ἢ λαβώμεθα; εἰ μέν τι δώσεις. εἰ δὲ μὴ, οὐκ ἐάσομεν· ἢ τὰν θύραν φέρομεν ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα κὰν ἔσω καθημέναν; μετὰ δὲ ὀλίγα τελειοῦται ἡ ᾠδὴ εἰς τὸ, ἄνοιγ' ἄνοιγε τὴν θύραν χελιδόνι· οὐ γὰρ γέροντες ἐσμὲν, ἀλλὰ παιδία. καὶ οὗτοι μὲν πάντως χελιδονισταί. ἄλλοι δέ τινες ἐκαλοῦντο κορωνισταὶ, οἷα τῇ κορώνῃ τῷ ζώῳ ἀγείροντες καὶ τὰ ὑπ' αὐτῶν ᾀδόμενα κορωνίσματα ἐλέγοντο· ὧν καὶ ἐκτιθεταί τινα ὁ δειπνοσοφιστής. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις παλάθη μὲν συκῶν ἐπισύνθεσις· δέπαστρον δὲ καὶ παρὰ Λυκόφρονι τὸ δέπας, οὗ δεπάστρεον παράγωγον τὸ ἐκ ποτηρίου πόμα· λεκιθίτης δὲ πλακοῦς, ᾧ παραμέμικται καὶ ὠοῦ λέκιθος. τὸ δὲ, εἰ μέν τι δώσεις, εἰ δὲ μὴ, οὐκ ἐάσομεν, ἐλλειπτικῶς ἔχει· ἔστι δὲ καὶ παρ' ὑπόνοιαν. εἰ δὲ καὶ τοιαῦται παιδιαὶ γραφῆς ἠξιοῦντο τοῖς παλαιοῖς, οὐ μεμπτέον τῆς ἀφελείας, ἀλλὰ θαυμαστέον τῆς εἰς πολυμαθείαν παραδόσεως, δι' ἧς ἡ γραφικὴ τέχνη τρέφεται. εἰ δέ τις οἴεται, καὶ τὸ χέλει χελώνη τοῦ χελιδονισμοῦ ἔχεσθαι, ἴστω ὡς ἄλλο τι ἔστι τοῦτο. καθημένης γὰρ τινὸς ἐν μέσῳ, ἥν, φασι, χελώνην ἐκάλουν, περιτρέχουσαι παρθένοι ἐπυνθάνοντο καὶ ἀντήκουον δι' ἀμοιβαίων ἰάμβων οὕτω· χέλει, χελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ; ἔρια μαρύομαι, ἤγουν κλώθω, καὶ κρόκην Μιλησίαν. ὁ δ' ἔγγονός σου τί ποιῶν ἀπώλετο; λευκὰν ἀφ' ἵππων εἰς θάλασσαν ἅλατο. ἔστι δ' ἐν τούτοις τὸ χέλει προστακτικὸν δῆθεν, παρηχούμενον τῇ χελώνῃ. ἐπὶ δὲ τούτοις φησὶν ὁ ποιητὴς καὶ ὅτι μνηστῆρσι δ' ἂρ ἄχος γένετο μέγα. πᾶσι δ' ἄρα χρὼς ἐτράπετο εἰς ὠχρίαν δηλαδή. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων. γήθησε δὲ Ὀδυσσεὺς, οἷα καὶ τερασκόπος, ὅττι ῥά οἱ τέρας ἐπέμφθη ἐκ Διός. καὶ ἦν καὶ τοῦτο οἷόν τις τεραστία προσάλπιγξις τῆς ἐσομένης μάχης, καθά που καὶ ἐν Ἰλιάδι ἐσάλπιγξε μέγας οὐρανός. (Vers. 413.) Καὶ ὅρα ὅτι τὸ αὐτὸ κτύπημα τῆς βροντῆς καὶ σῆμα εἶπε καὶ τέρας, τοῦτο μὲν ἑνικῶς, ἐκεῖνο δὲ πληθυντικῶς· σήματα γάρ, φησι, φαίνων· ἢ καὶ ὑπερβατῶς, μεγάλα σήματα φαίνων. καὶ ἔστι σῆμα μὲν ὡς σημεῖον ἁπλῶς τοῦ μέλλοντος· τέρας δὲ ἢ διὰ τὸ ὡς εἰκὸς καὶ νῦν ἀνέφελον τοῦ ἀέρος ἢ καὶ ὡς ἐκ τῶν ἀνωτάτω τόπων, ἔνθα καὶ τὰ τείρεα, οἷς τὸ τέρας παρωνυμεῖται. (Vers. 405.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ἀκόλουθον μὲν ἦν εἰπεῖν εὐθὺς, ὡς ἄτερ σπουδῆς ἐτάνυσεν. (Vers. 406.) ὁ δὲ ποιητὴς καινότερον ἐπήγαγεν εὐθὺς ἐπεμβλητικῶς παραβολὴν, ὡς ὅτ' ἀνὴρ καὶ ἑξῆς. εἶτα ἀπέδωκε κοινῶς πρός τε τὸ, ἐπεὶ μέγα τόξον ἐβάστασε, καὶ πρὸς αὐτὴν τὴν παραβολὴν μίαν ἀπόδοσιν τὸ, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον. (Vers. 405.) Ὅρα δὲ καὶ τὸ, ἐβάστασε τόξον, κοινότερον λεχθέν· καὶ τὸ, ἐπιστάμενος φόρμιγγος καὶ ἀοιδῆς, κατὰ γενικὴν συνταχθὲν ὁμοίως τῷ εἰδέναι καὶ τῷ γνῶναι· ἃ καὶ αὐτὰ οἴδασι παρὰ τῷ ποιητῇ καὶ τὴν μετὰ γενικῆς σύνταξιν. (Vers. 406.) Τὸ δὲ ἀοιδῆς ἀκριβῶς πρόσκειται· ἐπίσταται μὲν γὰρ φόρμιγγος καὶ ὁ τέκτων αὐτῆς. τὸ δὲ καὶ ἀοιδῆς μόνου ἐστὶ τοῦ ἀοιδοῦ. δοκεῖ δὲ τὸ ἐπιστάμενος ἀρχή τις εἶναι τοῖς ὕστερον τοῦ καὶ τὰς τέχνας ἐπιστήμας λέγεσθαι. (Vers. 407.) Κόλλοψ δὲ ὁ παρὰ τοῖς ὕστερον κόλλαβος, δι' οὗ τείνονται αἱ τοιαῦται χορδαί. καὶ οὕτω, φασὶ, λεγόμενος διότι τὸ παλαιὸν ἐκ δερμάτων σκληρῶν ἦν τῶν πρὸς τῷ τραχήλῳ τῶν βοῶν, ἔστι δ' ὅτε καὶ τῶν οἰῶν, ἃ καὶ αὐτὰ κόλλοπες ἐκαλοῦντο διὰ τὸ ἐξ αὐτῶν ἀναβραττομένων κόλλαν γίνεσθαι, ὡς δηλοῖ καὶ Παυσανίας γράψας, ὅτι ἐκολλόπωσε τὸ κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου, φησὶ, κόλλοπος τῶν βοῶν ἑψομένου ἐγίνετο κόλλα. ὅθεν καὶ κόλλοψ, ᾧ ἐπιτείνουσι τὰς χορδάς· ἦν γάρ, φησι, δερμάτινος. νοητέον οὖν ἐκ τούτου ὡς μᾶλλον σαφέστερον τοῦ κόλλοψ ὁ κόλλαβος εἰς τὸ νοηθῆναι ὡς ἐκ βοῶν κόλλοπος ἦν. ἐν ἑτέρῳ δὲ λεξικῷ γράφεται καὶ ὅτι ἐκολλόπωσε τὸ ἐκόλλησε. κόλλοπες γὰρ βοῶν νεῦρα, ὅθεν κόλλα γίνεται. ἀλλαχοῦ δὲ οὕτω· κόλλοψ τὸ τραχηλιαῖον τοῦ ταύρου σὺν τῇ ὑπὸ τὴν φορίνην, ἤγουν ὑπὸ τὸ δέρμα, πιμελῇ· ἐξ οὗ οἱ κόλλαβοι τοῖς παλαιοῖς. ἄλλοι δὲ γράφουσιν οὕτως· κόλλοψ, ταύρου ἐπαυχένιον δέρμα· ἐξ οὗ καὶ οἱ τῶν ὀργάνων πάλαι ποτὲ κόλλαβοι. ἐξ αὐτοῦ δέ, φασι, κόλλοψ, ὁ σκληρὸς