Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.267.1
Not analysed yet
ὑπὲρ τὴν ἀκμὴν πάσχων· καὶ κολλοποδιῶκται οἱ ἄγριοι περὶ τὰ τοιαῦτα. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· κόλλοπα τὸ παχὺ δέρμα φασὶ λέγεσθαι καὶ τὸν τῶν ὀργάνων κόλλαβον, παρατιθέμενοι Ὅμηρον καὶ ἄλλους τινάς. ἕτεροι δὲ οὕτω καλοῦσι τὸν περιτρέχοντα καὶ ἑταιροῦντα, ὡς καὶ Εὔπολις ἐν τῷ, Καλλίστρατος ἔστι τις. οὗτος οὖν μεγάλην πυγὴν εἶχεν, ὦ Χαριάδη, καὶ καλήν. τοῦτον καταλεκτέον ἐς τοὺς κόλλοπας τοὺς ἐκδρομάδας· οἵ πέρ εἰσιν οἱ, ὡς ἐῤῥέθη, ἀκολασταίνοντες ὑπέρακμα, λεγόμενοι ἐκδρομάδες, ὡς παραδεδραμηκότες τὴν ὥραν καὶ ἀνάπαλιν ὄντες τοῖς πρῶτον ὑπηνήταις. (Vers. 408.) Τὸ δὲ, ἅψας χορδὴν, ἀντὶ τοῦ ἐκδήσας. ὅτι δὲ τὰς κοινῶς λεγομένας χορδὰς ὀρύας Ἐπίχαρμος ὀνομάζει κατά τινα δηλαδὴ γλῶσσαν, ζητητέον εἰς τὸν καλὸν Ἀθήναιον. Τὸ δὲ, εὐτρεφὲς ἔντερον οἰὸς, περίφρασίς ἐστι τοῦ χορδὴ, ἤδη δὲ καὶ ὁρισμὸς αὐτῆς. κυρίως γὰρ χορδὴ εὐτραφὲς ἤτοι εὔκλωστον ἔντερον οἰὸς, ὃ παραφθείροντες κόρδαν οἱ χυδαῖοι φασί. Τὸ δὲ, ἄτερ σπουδῆς, ἀντὶ τοῦ δίχα καμάτου· ἐξ οὗ ἐν Ἰλιάδι ἀσπουδεὶ τὸ ἀπονητί· οἷον, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι. Ἄντην δὲ ἐν ἄλλοις μὲν τὸ ἀντικρύ· ἐνταῦθα δὲ τὸ ἄντικρυς ἤτοι φανερῶς, ὃ καὶ αὐτὸ ἀντικρὺ λέγεται παρὰ τῷ ποιητῇ· οἷον, ἀντικρὺ δ' ἀπόφημι. τὸ γὰρ ἄντικρυς τῶν ὑστέρων ἐστίν. (Vers. 417.) Ὅτι γυμνὸν εἰπὼν ὀϊστὸν ἑρμηνεύει τὴν λέξιν, ἐπαγαγών· οἱ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, ὧν ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι, ὡς εἴ περ ἔφη γεύσασθαι. καὶ ἔστιν οἷον ἔνδυμα ὀϊστοῦ τοῦ νῦν γυμνοῦ ἡ φαρέτρα, καθὰ καὶ τόξου ὁ γωρυτὸς, ὡς δηλοῖ τὸ, εἵλετο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο. περικεῖσθαι γάρ ποτε καὶ ἐπὶ ἐνδύσεως τίθεται. ὅθεν καὶ χλαῖναν φορῶν μέν τις περίκειται, ἐκδυόμενος δὲ ἀποτίθεται. Ὅτι τὴν Ὀδυσσέως τοξείαν οὕτω φράζει ὁ ποιητής· ὀϊστὸν ἐπὶ πήχει ἑλὼν εἷλκεν νευρὴν γλυφίδας τε αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ' ὀϊστὸν ἄντα τιτυσκόμενος. πελέκεων δ' οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς. διὰ δ' ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής. (Vers. 419.) Ἔστι δὲ τὸ μὲν, ἐπὶ πήχει ἑλὼν, ἀντὶ τοῦ, κρατήσας καὶ θεὶς τὸν ὀϊστὸν ἐπὶ τῷ πήχει τοῦ τόξου, ἤγουν τῷ κέρατι, ἔνθα ἡ τοῦ τόξου λαβή. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ἰλιάδι· οἷον, ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε. γλυφίδες δὲ αἱ τοῦ ὀϊστοῦ, αἷς ἐνίεται ἡ νευρὰ, οὕτω καλουμένη ἀρχαιολογικῶς· ὕστερον γὰρ ἐκ δερμάτων βοὸς, οὐ μὴν ἐκ νεύρων αἱ τῶν τόξων νευραί. Εἰ δὲ εἷλκε νευρὴν γλυφίδας τε, ἐρυστὸν ἄρα καὶ ῥυτὸν οὐ μόνον τὸ τόξον, ἀλλὰ καὶ ὀϊστὸς, ὡς προείρηται. (Vers. 420.) Τὸ δὲ, ἐκ δίφρου καθήμενον τοξεύειν, ἤργησεν ὕστερον. κάμπτοντες γὰρ ἐν τοιούτοις γόνυ οὕτω τοξεύουσι. Στειλειὴ δὲ ὀπὴ πελέκεως, εἰς ἣν ἐνείρεται ἤγουν ἐμβάλλεται στελεός· ὃς καὶ οὐδετέρως λέγεται τὸ στελεὸν, καὶ πλεονασμῷ δὲ διχρόνων ὁ στειλειὸς καὶ τὸ στειλειὸν, ὅθεν καὶ ἡ στειλειὰ, δι' ἧς στέλλεται τὸ διϊὸν ἢ ἐμβαλλόμενον. (Vers. 421.) Ἰστέον δὲ ὅτι ἐχρῆν μὴ ἁμαρτεῖν τῆς πρώτης τῶν πελέκεων στειλειῆς καὶ εὐθὺς ἅμα τῇ βολῇ διελθεῖν θύραζε τὸν ὀϊστὸν διὰ τὸ ἐπὶ στάθμην αὐτοὺς ἀπευθυνθῆναι, ὡς εἴρηται. (Vers. 422.) Ὅρα δὲ καὶ νῦν τὸ θύραζε ἀντὶ τοῦ ἁπλῶς ἔξω, ὅ περ ἦν ἐνταῦθα, τὸ ἐκεῖθεν ἀντικρὺ τῆς πρώτης στειλειῆς. Ἰὸς δὲ χαλκοβαρὴς πρὸς διαστολὴν κεῖται τοῦ ἀσιδήρου, ὃς οὐκ ἂν εἴη χρήσιμος τοῖς οὕτως ὀϊστεύουσιν. (Vers. 424.) Ὅτι Ὀδυσσεὺς μετὰ τὴν ἐν τῇ τοξείᾳ εὐτυχίαν ἐναμβρυνόμενος παρὰ τοῖς αὐτὸν εἰδόσι καὶ εὐέλπιδας αὐτοὺς ποιῶν ἐπὶ τοῖς ἑξῆς φησί· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτεν, οὐδέ τι τόξον δὴν ἔκαμον τανύων, ἔτι μοι μένος ἔμπεδόν ἐστιν, (Vers. 426.) οὐχ' ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται, τουτέστι μέμφονται, ἐκφαυλίζουσι. Χρὴ δὲ νοῆσαι, ὡς ἅμα εἶπεν Ὀδυσσεὺς καὶ μνήμη περιῆλθεν αὐτὸν ὧν ἤκουσε καὶ εἶδε καὶ ἔπαθε. καὶ εὐθὺς ἐρεθίζεται κατὰ τῶν κακῶν· οὐ γὰρ ἔτι καιρὸς ἀναβάλλεσθαι, μὴ καὶ ἀχρειωθῇ τὸ πᾶν. (Vers. 424.) Ὅρα δὲ καὶ ὅτι καλῶς ἔφη φθάσας Εὐρύμαχος τὸ, ἐλέγχεα ταῦτα γένοιτο. εἰ γὰρ ὁ ξεῖνος οὐκ ἐλέγχει τὸν Τηλέμαχον, τοὺς μνηστῆρας ἄρα ἐλέγχει ὡς μὴ δυναμένους οὕτω βαλεῖν. τὸ δὲ, οὐδέ τι σκοποῦ ἤμβροτε, καὶ παροιμιῶδες γέγονεν ἐπὶ τῶν εὐστοχούντων τοῦ θελητοῦ. Τὸ δὲ, οὐκ ἤμβροτεν ὁ ξένος, καὶ τὸ, οὐκ ἔκαμον τόξον τανύων, ἐξαλλαγὴν ἔσχον σχήματος. (Vers. 426.) Ὅρα δὲ τὸ ὄνονται φανερῶς βαρύτονον ὂν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὄνω, ὄνομαι, ὅθεν τὸ ὀνῶ, ὀνόσω παράγωγον ῥῆμα καινότροπον, καὶ οὐ φύσει ὂν τρίτης συζυγίας τῶν περισπωμένων. (Vers. 428.) Ὅτι σχηματίζει καὶ νῦν ὁ ποιητὴς, πλάσας τὸν Ὀδυσσέα εἰπόντα· νῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσι τετυκέσθαι ἐν φάει· αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι οὐχ' ἁπλῶς ἑτέρως πως, ἀλλὰ μολπῇ καὶ φόρμιγγι· τὰ γὰρ ἀναθήματα δαιτὸς, ὃ καὶ