Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.268.1
Not analysed yet
ἀλλαχοῦ προεῤῥέθη. δοκεῖ μὲν γὰρ εἰπεῖν Ὀδυσσεὺς ὅτι καιρὸς τοῖς μνηστῆρσι τοῦ δορπῆσαι καὶ παῖξαι. λέγει δὲ ἄλλως δι' ἐμφάσεως, ὅτι καιρός ἐστιν ἡμῖν τάχιόν τε δορπῆσαι ἀνελοῦσι τοὺς μνηστῆρας καὶ ἄλλως δὲ τερφθῆναι, ὃ καὶ γίνεται. θανόντων γὰρ τῶν μνηστήρων λαμπρὰ εὐωχία τελεῖται μετά τε ἀοιδῆς καὶ φιλοπαίγμονος ὀρχηθμοῖο, ὡς καὶ δοκεῖν τοῖς ἔκτοσθεν ἀκούουσι γάμον εἶναι ταῦτα τῆς Πηνελόπης. οἱ δὲ παλαιοί φασιν ἐνταῦθα καὶ ὅτι παρέλκει τὴν διάνοιαν τῶν μνηστήρων Ὀδυσσεὺς, δόρπου μνησθεὶς, καὶ ὅτι συμβολικῶς ἢ καὶ ὡς ἐν εἰρωνείᾳ δόρπον μὲν αὐτῶν τὸν θάνατον λέγει. Τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώζειν. ἄλλως δὲ τί ἐστι τὸ ἑψιᾶσθαι, ἱκανῶς προδεδήλωται. νῦν δὲ σημειωτέον ὅτι καὶ ἐπὶ μολπῆς καὶ φόρμιγγος τὸ ἑψιᾶσθαι τίθεται. (Vers. 431.) Ὅτι ἐπεὶ οὐκέτι ἀναβολῆς ὥρα, ἔνευσε μὲν ἐπ' ὀφρύσιν Ὀδυσσεὺς, Τηλέμαχος δὲ ἀμφέθετο ξίφος ὀξὺ, τῷ ὤμῳ δηλαδὴ, εἰ καὶ ἐλλέλειπται νῦν, προσφυῶς τῇ σπουδῇ τοῦ καιροῦ συνεπιτρέχοντος καὶ τοῦ λόγου. (Vers. 433.) ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ὃ περίφρασίς ἐστι τοῦ, ἕλεν ἔγχος. ἄγχι δ' ἂρ αὐτοῦ πὰρ θρόνον εἱστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. καὶ ὁ Ὀδυσσεὺς εὐθὺς ἐνεργεῖ. οὐ γάρ ἔστι ἔτι λόγων καιρὸς, ὡς καὶ ἡ ἐφεξῆς αὐτίκα ῥαψῳδία δηλοῖ. Τὸ δὲ, χεῖρα φίλην, ὅμοιον τῷ, φίλας ὅτι χείρας ἵκοιτο. ἀφελῶς γὰρ καὶ εἰς οὐδὲν ἀναγκαῖον κεῖται καὶ ἐκεῖ τὸ φίλας καὶ ἐνταῦθα τὸ φίλην. ἴσως δὲ νῦν ἐστί τις ἔμφασις τοῦ, φίλην αὐτῷ δὴ τῷ ποιητῇ τὴν τοιαύτην εἰρῆσθαι χεῖρα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Τὰ περὶ τὴν μνηστηροφονίαν ἐργασάμενος Ὀδυσσεὺς παρούσης Ἀθηνᾶς ἐν τοῖς ἑξῆς τὰς θεραπαίνας διὰ Τηλεμάχου καὶ τῶν οἰκείων κολάζει ἅμα Μελανθίῳ. Ἄλλως· τὴν μνηστηροφονίαν περιέχει καὶ τὴν τῶν σωμάτων συγκομιδὴν, καὶ ὡς καθαίρει τοῦ φόνου τὸν οἶκον ὁ Ὀδυσσεύς. ΟΔΥΣΣΕΙΑΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι μνηστηροφονίαν ἐπιγράφουσιν οἱ παλαιοὶ τὸ παρὸν γράμμα. οὗ περ ἡ ἀρχὴ πρέπει ἀνδρὶ ἑτοίμῳ εἰς ἔλεγχον ἢ λοιπήν τινα δραστηριότητα ὡς ἐν λόγῳ παροιμίας τινός. φησὶ γάρ· αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς. νοητέον δ' ἐνταῦθα ὅτι ζωσάμενος Ὀδυσσεὺς ἐγυμνώθη τὰ σκέλη μόνα ὡς μηδὲ τὴν ῥηθεῖσαν οὐλὴν παραφαίνεσθαι. οὐ γὰρ δή που τὸ ὅλον ἐγύμνου σῶμα εἰς πόλεμον παραταττόμενος. δηλοῖ δὲ τὸ ἐνδεδύσθαι αὐτὸν καὶ ἡ μαῖα ἐν τοῖς ἑξῆς, εἰποῦσα· μηδ' οὕτω ῥάκεσσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθι. (Vers. 2.) ἐπάγει δὲ ὁ ποιητὴς καὶ τὸ, ἆλτο δ' ἐπὶ μέγαν οὐδὸν, ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ὃ ταυτόν πώς ἐστι τῷ ἰοδόκον. ταχέας δ' ἐξεχεύατ' ὀϊστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται. νῦν αὖ σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν (Vers. 7.) ἀνὴρ, εἴσομαι, τουτέστι γνώσομαι ἢ ἐπιπορεύσομαι, αἴ κε τύχοιμι, ἔφη· καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ὁ μὲν δὴ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο. (Vers. 12.) εἶτα σχηματίσας ἐνδιαθέτως κατὰ ἀσύνδετον ὡς ἐν πολλῇ ἀπορίᾳ φησί· τίς ἂν οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. τοῦτο δὲ τὴν τοῦ Ὀδυσσέως ἐξαίρει τόλμαν καὶ τὸ τῆς μνηστηροφονίας δὲ παραμυθεῖται ἀπίθανον, ὡς μηδὲ τοῦ ποιητοῦ ἐκλαθομένου πάνυ δυσχερὲς εἶναι τὸ ἔργον καὶ ὅμως ἱστορήσαντος τὸ τεραστίως γενόμενον κατὰ τὴν αὐτοῦ πιθανὴν πλάσιν. (Vers. 1.) Ἰστέον δὲ ὅτι τε ἀπὸ τοῦ ῥήσσω, ῥήξω, ἔῤῥηχα παρακειμένου τὰ ῥάκεα γίνονται τροπῇ τοῦ ἦτα εἰς ἄλφα καὶ τοῦ δασέος εἰς ψιλὸν, καὶ ὅτι τὸ ῥάκος βράκος φασὶν οἱ Αἰολεῖς, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα πλατύτερον γέγραπται. χρῆσις δὲ τοιαύτη παρὰ Σαπφοῖ ἐν τῷ, τίς δ' ἀγροιῶτις θέλγει νόον, οὐκ ἐπισταμένη τὰ βράκεα ἕλκειν ἐπὶ τῶν σφυρῶν; ἤγουν ποία γυνὴ χωριτικὴ ἐζωσμένη ἀγροικικώτερον ἐφέλκεται ἐραστήν;