Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.270.1
Not analysed yet
τοῦ πλαγιασμοῦ σολοικίζοντος, καθὰ καὶ ἐν ἄλλοις δεδήλωται. Αὐλὸς δὲ νῦν κατὰ τοὺς παλαιοὺς κρουνὸς, ἐξακόντισμα αἵματος, ὀξεῖα ἀναφορά. αὐλὸς γάρ, φασι, πᾶν τὸ στενόν· ὅθεν καὶ ἔναυλοι στενοὶ ποταμοί. τοιοῦτον δέ τοι καὶ οἱ αὐλῶνες· ὅθεν τὰ διαυλωνίζοντα πνεύματα, καὶ διαυλωνία, τοπικὴ στενότης, καθ' ἣν ὄρτυγες ἢ ἁπλῶς ἄγριοι ὄρνιθες ἀγρεύονται. ἐθνικὴ δὲ λέξις αὕτη γνώριμος τοῖς περὶ Σινώπην ἀνωτέρω οἰκοῦσι πρὸς Βοῤῥᾶν. καὶ ἡ τοῦ ἀρότρου δὲ εἰς μῆκος τομὴ ἐκ τούτου αὖλαξ λέγεται, καὶ ὁ δίαυλος. ἡ δὲ Ἰλιὰς ἐντεῦθεν οἶδε καὶ τὴν αὐλῶπιν τρυφάλειαν. καὶ ὁ μουσικὸς δὲ αὐλὸς καὶ αὐλίσκος τοιοῦτόν τι, καὶ ὅσα δὲ ἄλλα τῆς τοιαύτης συστοιχίας ἐστίν. ἔοικε δ' ἐνταῦθα ὁ ἐλθὼν ἀνὰ ῥῖνας αὐλὸς διὰ τὰς ῥῖνας εἰρῆσθαι αὐλός. οὐ γὰρ ἁπλῶς τὸ στενὸν αὐλὸς, ἀλλὰ τὸ κοιλότητος μετέχον τινός· ὁποῖος καὶ ὁ αὐλὸς, ἔτι δὲ καὶ οἱ αὐλῶνες καὶ ἡ αὖλαξ. ὁ δὲ ῥηθεὶς κρουνὸς τοῦ αἵματος οὐκ ἂν κυρίως αὐλὸς λέγοιτο αὐτὸς, ἀλλὰ διὰ τὸ ἐξ αὐλοειδῶν τῶν ῥινῶν ἐξέρχεσθαι. εἴρηται δὲ περὶ αὐλῶν καὶ τῶν ἐξ αὐτῶν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ἔτι δὲ καὶ περὶ αὐλίσκων τῶν κατὰ σύριγγας· ὧν ἀποτελεστικοὶ οἱ Ὁμηρικοὶ δόνακες, ὡς δηλοῖ ὁ γράψας ἐν ἐπιγράμματι Πινδάρου περὶ τοῦ Πανὸς τὸ, νομίων λησάμενος δονάκων, ἤγουν ἐκλαθόμενος τῆς σύριγγος. Ἀνδρόμεον δὲ οὐ μόνον αἷμα, ὡς νῦν, ἀλλὰ καὶ ψωμοὶ πρὸ τούτων ἀνδρόμεοι ἐπὶ Κύκλωπος. (Vers. 20.) Τὸ δὲ, ὦσε ποδὶ πλήξας, σφαδάζειν δηλοῖ τὸν Ἀντίνοον ἐν τῷ πίπτειν. (Vers. 21.) Τοῦ δὲ φορύνειν πρωτότυπον εἶναι δηλοῖ τὸ φορύω, καθὰ καὶ τοῦ φορύσσειν· τοῦ μὲν κατὰ πλεονασμὸν τοῦ ν, τοῦ δὲ κατὰ παραγωγήν· ἐξ οὗ καὶ τὸ αἱμοφόρυκτον. δῆλον δ' ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει τοῦ ν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασι, καὶ ἄχω ἀχύω, καὶ Δωρικῶς ἀχύνω, καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα, περὶ ὧν καὶ ἑτεροῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (Vers. 24.) Ὅτι πεσόντος, ὡς ἐῤῥέθη, τοῦ Ἀντινόου ὁμάδησαν οἱ μνηστῆρες, ἐκ δὲ θρόνων ἀνόρουσαν, ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ποτὶ τοίχους, ἔνθα δὲ τὰ, ὡς ἐῤῥέθη, συσταλέντα ἐκρέμαντο ὅπλα. οὐ δέ πῃ ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι. (Vers. 26.) καλῶς ἄρα Ὀδυσσεὺς προεμηθεύσατο ἐπικρύψαι αὐτά. νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι. καὶ ἐκπεσόντες τοῦ ἔργοις ἀμύνεσθαι τρέπονται εἰς τὸ λαλεῖν, λέγοντες· (Vers. 27.) ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. ὃ δὴ καὶ ἐν ἄλλοις κεῖται. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγ' ἄριστος κούρων ἐν Ἰθάκῃ, διό σε ἔνθα γῦπες ἔδονται. (Vers. 31.) εἶτα δηλῶν ὁ ποιητὴς ὅπως ταῦτ' ἔλεγον οἱ μνηστῆρες καὶ ὅτι οὔ πω γνωρίσαντες τὸν Ὀδυσσέα ἐπάγει· ἴσκεν ἕκαστος ἀνὴρ, τουτέστιν, ὡς καὶ προεῤῥέθη ἀλλαχοῦ, ἔλεγεν ἢ ὑπενόει, ἤϊσκεν. ἐπειδὴ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι, ἀλλὰ κατὰ ἀτεχνίαν τοῦ τοξεύειν. (Vers. 32.) τὸ δὲ, νήπιοι οὐκ ἐνόησαν ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο, ὃ καὶ ἐν Ἰλιάδι γέγραπται· τοῦτο δὲ προαναφωνητικῶς λαλεῖται, ὡς μηδενὸς ἐκφευξομένου τὸν θάνατον. Ἰστέον δὲ ὅτι νοθευέται ὑπὸ τῶν παλαιῶν τὸ χωρίον τοῦτο. ἄκαιρον γάρ, φασι, καὶ γελοῖον, πάντας ὁμοῦ ταῦτα λέγειν ὡς ἐκ συνθήματος οἷα τινὰ τραγικὸν χορόν. ἔθος γάρ, φασιν, Ὁμήρῳ ἐν τοῖς τοιούτοις οὐχ' οὕτω ποιεῖν, ἀλλὰ λέγειν· ὧδε δέ τις εἴπεσκεν. ἔστι δ' εἰπεῖν, ὡς ἐσχημάτισεν Ὅμηρος νῦν ἄλλως τὸ τοιοῦτον νόημα, ὡς οἷα συγκεχυμένως ὑφ' ἑκάστου τῶν μνηστήρων λεγόμενον. οὐ γὰρ εἶχεν ἐν τοσούτῳ ταράχῳ κοινῷ ἰδίᾳ ἠθοποιεῖν. (Vers. 25.) Τὸ δὲ ἑλέσθαι πάνυ ἀσφαλῶς κεῖται. ἦν μὲν γὰρ ἀσπὶς καὶ ἔγχος, ἀλλ' οὐχ' ὥστε καὶ ἑλέσθαι τοὺς μνηστῆρας· κέκρυπται γάρ. (Vers. 27.) Τὸ δὲ, κακῶς ἀνδρῶν τοξάζεαι, ἀντὶ τοῦ ἀτέχνως τοξάζῃ κατὰ ἀνδρῶν· οὕτω γὰρ ὡς εἴρηται οἴονται. Ὅρα δ' ἐν τῷ, ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι καὶ ἑξῆς, τὸ τῶν ἐννοιῶν κομματικὸν διὰ θυμόν. τρεῖς γὰρ ἐν δυσὶ στίχοις ἔννοιαι κεῖνται αὐτοτελεῖς. Τὸ δὲ οἴεσθαι τοὺς μνηστῆρας ὡς οὐχ' ἑκὼν ὁ ξένος ἀφῆκε βέλος κατὰ τοῦ Ἀντινόου, ἔχει τι καὶ εὐηθείας, ἐπεὶ παρέπλαγξεν αὐτοῖς κἀνταῦθα θεὸς τὸ νόημα. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο εἰπών· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν. (Vers. 28.) Ἰστέον δὲ ὅτι τὸ, οὐκέτ' ἀέθλων ἄλλων ἀντιάσεις, ἔχει τι καὶ ἀστειότητος, ὡς οἷα λεγόντων τῶν μνηστήρων ὅτι διοϊστεύσας μὲν σιδήρου εἶχες ἄεθλα τὰ ὑπὸ τῆς Πηνελόπης ῥηθέντα, ἐπὶ δὲ τῇ βολῇ ταύτῃ τοῦ Ἀντινόου οὐκ ἔσται σοι ἀέθλων τυχεῖν. (Vers. 33.) Τὸ