Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.271.1
Not analysed yet
δὲ, ὀλέθρου πείρατ' ἐφῆπται, κεῖται μὲν καὶ μετ' ὀλίγα. εἴληπται δὲ ὡς ἀπὸ σχοινίου, ἁπτομένου ποθὲν κατὰ τὰ πέρατα, καὶ δηλοῖ συμβολικῶς ὅτι τέλειος καὶ πεπερατωμένος ὄλεθρος τῶν μνηστήρων ἧπται καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν εὑρεῖν ἕτερον ὄλεθρον. (Vers. 35—67.) Ὅτι τὰ κακὰ τῶν μνηστήρων ἐκτιθέμενος Ὀδυσσεὺς ἐν ἐπηκόῳ καὶ τῆς ἄγαν ἀναιδείας αὐτοὺς αἰτιώμενος καὶ κατηγορῶν παρ' ἑαυτῷ δικαστῇ φησίν· ὦ κύνες, οὔ μ' ἔτι ἐφάσκετε ὑπότροπον οἴκαδ' ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, δμωῇσί τε γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεὸν δείσαντες, ὃς οὐρανὸν εὐρὺν ἔχει, οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔθεσθε, καὶ ἑξῆς. καὶ τοὺς μὲν ἄλλους πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ἀκούσαντας. ἐξεπτόησε γὰρ αὐτοὺς τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὡς εἰκός. Εὐρύμαχος δὲ μόνος ὑποθαῤῥήσας ἔφη· εἰ μὲν δὴ Ὀδυσσεὺς Ἰθακήσιος ἦλθες, ταῦτα μὲν αἴσιμα εἶπες· οὐ γάρ ἐστιν ἀντειπεῖν· ἀλλ' ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλε τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος, ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσε θεός. ποῖα δὴ ἄλλα; ὄφρα Ἰθάκης κατὰ δῆμον βασιλεύοι αὐτὸς, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας, οἷα δηλαδὴ βασιλειῶν. νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, ἤτοι δεόντως πεφόνευται· σὺ δὲ φείδεο λαῶν σῶν, μονονουχὶ λέγων, ὅτι σαυτὸν βλάψεις τοὺς σοὺς ἀνελών. καὶ οὕτω μεταστατικῶς λαλήσας καί τι καὶ ἱκετεύσας ἐπάγει· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τε ἀποδώσομεν, εἰσόκεν, ἤγουν ἕως ἂν, σὸν κῆρ ἰανθῇ· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. καὶ οὕτω μὲν ὁ Εὐρύμαχος μεγαλοπρεπῶς τὸν Ὀδυσσέα ὑπέρχεται. Ὀδυσσεὺς δὲ, Εὐρύμαχέ, φησιν, οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε, ὅσσα τε νῦν ὑμῖν ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε, οὐδ' ἂν οὕτω χεῖρας ἐμὰς λήξαιμι φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. εἶτα ἔργον ἀνδρείου καὶ θαῤῥαλέου ἀνδρὸς ποιῶν ἐπάγει· νῦν ὑμῖν πάρα κεῖται ἢ παράκειται, ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃς ἂν θάνατον καὶ Κῆρας ἀλύξῃ· ἀλλά τινα οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. (Vers. 36.) Ἰστέον δὲ ὅτι τὸ δήμου ἀπὸ Τρώων δι' ἐκφόβησιν τῶν μνηστήρων παρέῤῥιπται ἐπὶ ἀναμνήσει τῆς αὐτοῦ ἀνδρείας. ἄλλως γὰρ οὐκ ἀπὸ δήμου Τρώων ἥκει Ὀδυσσεὺς ἄρτι, ἀλλ' ἀπὸ μακρᾶς πλάνης. Τὸ δὲ κατεκείρετε ἐπαινεῖται τοῖς παλαιοῖς, οἵ φασιν ὡς οὐκ ἂν ἐμφαντικώτερον ἡ λέξις μεθερμηνευθείη. (Vers. 38.) Τὸ δέ, γυναιξὶ δμωαῖς τοὺς μνηστῆρας παρευνάζεσθαι βιαίως, δμωὰς γυναῖκας ῥυστάζεσθαι ἀεικελίως πρὸ τούτων ἔφη. γυναῖκες δ' ἐνταῦθα δμωαὶ κατὰ τὸ φύσει σημαινόμενον τῆς γυναικὸς, ἤγουν θήλειαι ἄνθρωποι. ἐφεξῆς δὲ εὐθὺς ἐν τῷ, ὑπεμνάασθε γυναῖκα, τὴν ὑπὸ ἀνδρὶ λέγει. ἔστι δὲ τὸ ὑπεμνάασθε ἀντὶ τοῦ ὑπούλως καὶ ψευδῶς καὶ οὐ κατὰ νόμον ἐμνηστεύεσθε, ὥς περ καὶ τὸ δμωαῖς παρευνάζεσθε ἀντὶ τοῦ παρὰ τὸ δέον συνεκοιμᾶσθε. Ὅρα δὲ καὶ ὡς μνησθεὶς Ὀδυσσεὺς τῆς γυναικὸς σιωπᾷ τὴν τοῦ φίλου υἱοῦ ἐπιβουλὴν καὶ οὐκ ὀνειδίζει καὶ δι' αὐτήν. ἐπειδή, φασιν, ἴσως εἰς τοῦτο διανοεῖται ὡς προεπιβεβουλευμένοι ἠμύνοντο. ἔφη γάρ που ὁ Τηλέμαχος, ὅτι πειρήσομαι εἴ πως ὑμῖν κακὰς ἐπὶ Κῆρας ἰήλω. πρὸς δὲ τὸ τοιοῦτον ἰήλω ἔφη περὶ Ἀντινόου νῦν Εὐρύμαχος, ὅτι οὗτος ἐπίηλε τάδε ἔργα, ἤγουν οὗτος αἴτιος τῶν παρόντων κακῶν, κατηγορίαν ἐνιστῶν ἐπ' ἀκροαταῖς τοῖς ἔτι ζῶσι κατὰ τοῦ μηδὲν ἀντιλέγειν ἔχοντος. (Vers. 39.) Τὸ δὲ, μήτε θεὸν δεδιέναι μήτ' ἀνθρώπων νέμεσιν ὑφορᾶσθαι, ἀπονενοημένων πάθος ἀνδρῶν. (Vers. 40.) Τὸ δὲ, οὔτε τινὰ κατόπισθε νέμεσιν ἔθεσθε, ἀλλαγὴν ἐποίησε σχήματος· ἦν γὰρ ἀκόλουθον ἄλλως εἰπεῖν· οὔτε θεὸν δείσαντες οὔτε ἀνθρώπων νέμεσιν θέμενοι, κατὰ νοῦν δηλαδή. (Vers. 45.) Ἐν δὲ τῷ, Ὀδυσσεὺς Ἰθακήσιος, περιττὸν τὸ Ἰθακήσιος καὶ εἰς οὐδὲν χρήσιμον εἴρηται, οἷα συγκεχυμένου τοῦ Εὐρυμάχου καὶ μὴ φιλοκρινοῦντος λόγου ἀκρίβειαν. (Vers. 51.) Ὅρα δὲ καὶ τὸ, ἄλλα φρονέων, πολλὴν πάνυ ἔχον διαφορὰν πρὸς τὸ ἀλλοφρονέων, ὃ πρὸ τούτων ἐπὶ τοῦ Ἴρου εἴρηται. τοῦτο δὲ καὶ ἐπ' ἄλλων ἐδείχθη πολλῶν, ἐφ' ὧν διαφορὰ τοῦ συνθέτως ἢ διαλελυμένως λαλεῖν. (Vers. 55.) Ἀρεσάμενοι δὲ καὶ ἐνταῦθα ἀντὶ τοῦ ἀρέσαντες, φιλιωθέντες, ἄρθμιοι γενόμενοι, ὅ περ προδεδήλωται. (Vers. 56.) Τὸ δὲ ἐδήδοται τὰ παλαιὰ ὑπομνήματα Ἀττικὸν εἶναι φασὶ παρακείμενον ἐκ τοῦ ἐδῶ ἐδοῖς, ὡς ὀμῶ ὀμοῖς, ἵνα γίνοιτο οὕτως· ἐδῶ ἐδώσω ἤδοκα καὶ Ἀττικῶς ἐδήδοκα, ἐξ οὗ τὸ ἐδήδομαι ἐδήδοται. ἄλλως μέντοι ἔγνωσται εἶναι παρακείμενος τοῦ ἔδω βαρυτόνου ἦκα καὶ Ἀττικῶς ἔδηκα· εἶτα πλεονασμῷ τῆς δο συλλαβῆς, ὡς ἂν ἔχοι τρίτον τόπον συλλαβικὸν συστελλόμενον, ἐδήδοκα.