Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.277.1
Not analysed yet
δοῦρα τινάσσοντας, καὶ ἄλλως δὲ οὐκ εὖ τὴν μάχην μεταχειριζομένους, περιφρονεῖ, ὥστε καὶ θαῤῥεῖν μόνος αὐτὸς μετὰ καὶ Τηλεμάχου σχήσειν αὐτούς. διὸ καὶ στείλας τὸν Εὔμαιον καὶ τὸν Φιλοίτιον κατὰ τοῦ Μελανθέως μονοῦται μετὰ τοῦ παιδὸς, καὶ οἱ μνηστῆρες πίπτουσιν ὑπ' αὐτοῖς. (Vers. 167.) Κρείσσων δὲ καὶ ἐνταῦθα ὁ ἐπικρατέστερος καὶ γενναιότερος, ὡς καὶ πρὸ ὀλίγων ἐφάνη. (Vers. 168.) Τὸ δὲ, ἀποτίσῃ ὑπερβασίας πολλὰς, ὅσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ, καλὸν ἐπί τινος ῥηθῆναι πολλὰ πταίσαντος. (Vers. 174.) Τὸ δὲ, εἰς θάλαμον βαλεῖν, καὶ σανίδας ἐκδῆσαι, καὶ εἰς κίονα ἐρύσαι, καὶ πελάσαι δοκοῖς, πάντα προστακτικῶς νοοῦνται ἀντὶ τοῦ, βάλετε, ἐκδήσατε, ἐρύσατε, πελάσατε. Ἰστέον δὲ καὶ ὅτι τὸ, σανίδας ἐκδῆσαι ὄπισθεν, ὑστερολογικῶς κεῖται, ἤγουν κατὰ τρόπον πρωθύστερον. οὐ γὰρ μετὰ τὸ σανίδας ἐκδῆσαι, τουτέστι θύρας, κρεμάννυται ὁ Μελανθεὺς, ἀλλὰ στρεφθεὶς χεῖρας καὶ πόδας καὶ σειρᾷ ἐκδεθεὶς ἀπαιωρεῖται. καὶ οὕτως αἱ σανίδες ἐκδέονται. διὸ καὶ πρὸς ἑρμηνείαν καὶ σαφήνειαν πρόσκειται τὸ ὄπισθε χρονικῶς ἐν τῷ, σανίδας δ' ἐκδῆσαι ὄπισθεν, ἤγουν μετὰ τοῦ πάντα ὅσα χρὴ ἐπὶ τῷ Μελανθίῳ ποιῆσαι. διὸ καὶ πάντα ποιήσαντες οἱ δοῦλοι θύρην ἐπέθεντο φαεινὴν, ὡς ἐν τῇ συμπληρώσει τοῦ διηγήματος ὁ ποιητής φησιν. ἔχει δὲ διαφορὰν τὸ ἐπιθεῖναι θύρας καὶ τὸ ἐκδῆσαι. τὸ μὲν γὰρ ἀντὶ τοῦ κλεῖσαι, ὡς εἴρηται, κεῖται καὶ μὴ ἐάσαι ἀναπεπταμένας, τὸ δὲ ἐκδῆσαι καὶ δεσμὸν ἐπιβληθῆναι δηλοῖ. καὶ ἔστι τὸ σανίδας ἐκδῆσαι ὡς ἐκ μέρους δηλωτικὸν καὶ τοῦ ἐπιθῆναι· οὐκ ἔστι γὰρ δεσμηθῆναι θύρας μὴ πρότερον κλεισθείσας. δῆλον δὲ ὅτι ταυτὸν ἐν τούτοις σανίδας εἰπεῖν καὶ θύρας ἢ θύρην. οὕτω καὶ πρὸ ὀλίγων τὸ τόξον Τηλέμαχος ἔκλινε κολληταῖς εὐξέσταις σανίδεσσι, τουτέστι θύραις. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον πρωθύστερον νόημα, ἴσως δὲ καὶ ἄλλα ὅμοια, βιωτικῶς ὁ ποιητὴς κατὰ σύγχυσιν διανοίας σχηματίζει, εἰκὸς βραχύ τι τοῦ ὅλου νοήματος ἐνθυμούμενόν τινα καὶ κατ' αὐτὸ συμπεράναντα τὸν ὅλον λόγον, εἶτά τι προσενθυμηθῆναι καίριον καὶ προσεπιβαλεῖν καὶ αὐτὸ καὶ οὕτως πρωθυστέρως κατ' ἀνάγκην εἰπεῖν. οὕτω μὲν καὶ νῦν Ὀδυσσεὺς νοεῖ μὲν πρῶτα, χρῆναι τοὺς δούλους εὑρόντας ἔξω που τοῦ θαλάμου τὸν Μελανθέα βαλεῖν αὐτὸν ὕπερθεν ἐς θάλαμον καὶ ἀποστρέψαι μὲν χεῖρας καὶ πόδας, ἐκδῆσαι δὲ τὰς θύρας καὶ ἀναχωρῆσαι· εἶτα προσεπιλογισάμενος δέον εἶναι καὶ ἐκκρεμασθῆναι αὐτὸν παραγγέλλει καὶ τοῦτο. ἔστι τοίνυν τὸ εὐθὲς οὕτως· ἀποστρέψαντες πόδας καὶ χεῖρας καὶ εἰς θάλαμον ὑψηλὸν θέντες· τοῦτο γὰρ δηλοῖ τὸ ὕπερθεν· καὶ σειρᾷ ἐκδήσαντες καὶ ἀπαιωρήσαντες κλείσατε οὕτω τὰς θύρας. Ἰστέον δὲ ὅτι εὑρόντες τινὲς παρὰ Ἡροδότῳ κείμενον τὸ, ζῶντα τὸν δεῖνα πρὸς σανίδα διεπαττάλευσαν, ἐβιάσαντο κἀνταῦθα ὅμοιόν τι νοῆσαι καὶ ἐπὶ τοῦ, σανίδας δ' ἐκδῆσαι ὄπισθεν. οὐκ εὐοδοῦται δὲ τοῖς οὕτω νοοῦσιν ὁ λόγος, ἀλλὰ κρεῖττον ἐστὶ νοεῖν ἁπλούστερον αὐτὸ ἀντὶ τοῦ τὰς θύρας κλείσαντες ἐκδῆσαι αὐτὰς μετὰ ταῦτα. Ἰστέον δὲ ὡς περὶ τῆς καθ' Ἡρόδοτον σανίδος φέρεται ἐν ῥητορικῷ λεξικῷ ὅτι σανὶς, ἐν ᾗ τοὺς κακούργους ἔδουν. πρόσκειται δὲ ἐκεῖ τὸ, καὶ ᾗ τὰς δίκας ἐχάραττον, ὡς Ἀριστοφάνης. (Vers. 175.) Ἰστέον δὲ ὅτι τῶν σεσημειωμένων Ὁμηρικῶν σπονδειακῶν ἤγουν δωδεκασυλλάβων ἑπτὰ ἐπῶν ἐστὶ καὶ ὁ προκείμενος, ἤτοι τὸ, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, καθὰ καὶ τὸ, τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ὃ καὶ προδεδήλωται, καὶ τὸ, θώρηκας ῥήξειν δῄων ἀμφὶ στήθεσσιν. οὕτω γὰρ οἱ παλαιοὶ γράφουσι συναιροῦντες τὸ δηΐων εἰς δισύλλαβον. Σειρὴν δὲ πλεκτὴν εἶδός τι λέγει σχοινίου, ἴσως δὲ καὶ ἱμάντος, ὡς δηλοῦσιν οἱ παράσειροι ἵπποι καὶ οἱ ἀνασειραζόμενοι. ἐφυλάχθη δὲ ἡ λέξις καὶ παρὰ τοῖς ὕστερον. σειραὶ τοίνυν ἐλέγοντό τινες πεπλεγμέναι διὰ σχοίνων, φυτῶν δηλαδή. ἐντεῦθεν δὲ εἰλῆφθαι δοκεῖ καὶ ἡ ἰδιωτικῶς σέρα ἡ τὰς θύρας κλείουσα, πάλαι μὲν σχοῖνος οὖσα, καὶ αὐτὸ εἰπεῖν σειρὰ πλεκτή· ὕστερον δὲ καὶ ἐπὶ ξυλίνων μοχλῶν τῶν ἐντὸς παρανοουμένη ἢ παραφθειρομένη, ἵνα ᾖ ὥς περ δειρὰ δέρη, οὕτω καὶ σειρὰ σέρα τὸ ἰδιωτικόν· καὶ τὸ κοινῶς δὲ λεγόμενον σειράδιον τῆς Ὁμηρικῆς ἐστὶ κόμμα τι σειρᾶς. Πειρήναντες δὲ ἀντὶ τοῦ περατώσαντες, ἐκδήσαντες. καὶ ἔστι τὸ, ἐξ αὐτοῦ πειρήναντες, σύστοιχον τῷ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, ὃ περὶ τοῦ Ὀδυσσέως που εἴρηται. πρωτότυπον δὲ τοῦ πειρήναντες τὸ περαίνω. (Vers. 176.) Κίονα δὲ κατὰ γένος θηλυκὸν καὶ νῦν Ἀττικῶς λέγει καὶ Ἰωνικῶς. (Vers. 177.) Τὸ δὲ, ὥς κεν δηθὰ ζωὸς ἐὼν ἄλγεα πάσχῃ, δηλοῖ τοῖς κακοπραγοῦσιν ἀγαθὸν ὡς ἐν κακοῖς εἶναι τὸ ἀπαλλάττεσθαι τοῦ βίου τάχιον· ὡς τό γε χαλεπὰ ἐπὶ πολὺ πάσχειν ζῶντα οἴκτιστόν ἐστι. (Vers. 184.) Σάκος δὲ γέρον τὸ πάνυ παλαιὸν καὶ, ὡς εἰπεῖν, γηράσαν. ἅπαξ δὲ καὶ τοῦτο εἶπεν