Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.278.1
Not analysed yet
ὁ ποιητής. λέγει δέ πού, φασι, καὶ Αἰσχύλος οὕτω τὸ γράμμα, οἷον, ὡς λέγει γέρον γράμμα, τουτέστι λόγος. λέγει δέ, φασι, καὶ Σοφοκλῆς πληθυντικῶς, σὺ γὰρ γέροντα βουλεύεις, ἤγουν παλαιὰ, ἀρχαῖα. Παυσανίας δὲ λέγει ὅτι γέρον ξύλον στυλίδι παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστὴν, γλυπτὴν, καὶ χεῖρας ὡς Ἑρμοῦ τετραγώνου, ἐξ ὧν ἐκρέματό, φησι, τὰ νηθόμενα στυππεῖα· τὸ μέντοι γέῤῥον τὸ ἐν δυσὶ ρ οἱ μεθ' Ὅμηρον γράφουσι. ἔστι δέ, φασι, γέῤῥον ἀσπίς, πρόβλημα, θυρεός. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. λαμβάνεται δὲ καὶ ἐπὶ φραγμοῦ τοιούτου ἡ λέξις καὶ σκηνῆς. Παυσανίας δὲ γράφει οὕτω· γέῤῥα, σκηνώματα, καὶ Περσικὰ ὅπλα, καὶ τὸ τῶν ἀνδρῶν καὶ γυναικῶν μόριον, καὶ περιφράγματα. Αἴλιος δὲ Διονύσιος, ὅτι γέῤῥον καὶ οἱ περιπεφραγμένοι τόποι καὶ ἀσπίδες Περσικαὶ ἐκλύγων καὶ οἰσύϊνοι. καλοῦσι δέ, φησιν, οὕτω οἱ κωμικοὶ καὶ τὸ, ὡς ἐῤῥέθη, γυναικεῖον. Ἄζη δὲ ἡ ξηρασία, ἡ τοῖς μυδῶσιν ἐγγινομένη λευκότης, ὁ παλάσσων εὐρὼς, κατὰ στέρησιν τοῦ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρανθέντα. (Vers. 185.) Τὸ δὲ κουρίζων ἀντὶ τοῦ νέος ὢν κοῦρος. (Vers. 186.) Ἐν δὲ τῷ, ῥαφαὶ δ' ἐλέλυντο ἱμάντων, ἐλπίδας ὁ ποιητὴς ἀγαθὰς ὑποβάλλει τοῖς περὶ τὸν Ὀδυσσέα, ὡς οὐκέτι λοιπὰ ὅπλα χρηστὰ ἐν τῷ θαλάμῳ κεῖνται ὡς χρήσασθαι αὐτοῖς τοὺς ἐχθρούς. δώδεκα γὰρ σάκεα φθάσας εἰσάπαξ ἐξελεῖν ὁ Μελάνθιος νῦν ἓν μόνον φέρει καὶ αὐτὸ γέρον καὶ λελυμένον τῆς συνδέσεως τῶν ἢ τελαμώνων ἢ κανόνων ἢ ὀχάνων, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. ἔστι δ' ἐκ τούτων συναγαγεῖν καὶ ἑπτακαίδεκα κεῖσθαι σάκεα ἐν τοῖς τοῦ Ὀδυσσέως, τὰ δυοκαίδεκα τῶν μνηστήρων, τὰ τέσσαρα τῶν ἀμφὶ τὸν Ὀδυσσέα, καὶ τοῦτο τὸ γέρον. (Vers. 188.) Τὸ δὲ κουρὶξ τῶν ἅπαξ μὲν παρ' Ὁμήρῳ ῥηθέντων ἐστὶ καὶ αὐτὸ, δηλοῖ δὲ κατὰ τοὺς παλαιοὺς τὸ νεανικῶς. καὶ γίνεται ἐκ τοῦ, ὡς ἐῤῥέθη, κουρίζειν, οὗ μέλλων Δωρικὸς κουρίξω, καὶ ἐξ αὐτοῦ κουρὶξ τὸ, ἀνδρείως καὶ ὡς πρέπει κούροις. καὶ οὕτω μέν φησιν ὁ Κράτης. Ἀρίσταρχος δὲ ἀντὶ τοῦ ἐπιλαβομένους τῆς κόμης, ἵνα ᾖ κατ' αὐτὸν τὸ κουρὶξ ἀντὶ τοῦ ἐκ τῆς κεφαλῆς, ὡς εἴ τις εἴποι ἐκ τῆς κουρᾶς ἰδιωτικώτερον. ὁμοιοῦται δὲ τῷ τόνῳ πρὸς τὸ ἀπρὶξ, ἔτι δὲ καὶ πρὸς τὸ ἀμφορὶξ, ὅ περ ἐκ τοῦ ἀμφορίζω γέγονε τοῦ παρηγμένου ἐκ τοῦ ἀμφορέως. (Vers. 195.) Τὸ δὲ μάλα πάγχυ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. (Vers. 196.) Τὸ δὲ, εὐνῇ ἐνὶ μαλακῇ καὶ τὸ, ὥς σε ἔοικεν, ἀστείως εἴρηνται, σκώπτοντος Εὐμαίου τὰς ἀγλαΐας τοῦ Μελανθίου, ἃς φθάσας αὐτῷ προσωνείδισεν. αἷς ἀκολούθως καὶ εὐνῇ ἐν μαλακῇ ἄρτι καταλέξεται ὡς αὐτὸν ἔοικε κοιτάζεσθαι ἐν τῷ ἀπαιωρεῖσθαι. οὔτε γὰρ ἀέρος τι μαλακώτερον οὔτε Μελανθίῳ τῆς τοιαύτης εὐνῆς πρεπωδέστερον. (Vers. 198.) Τὸ δὲ ἀγινεῖς ἀντὶ μέλλοντος χρόνου κεῖται τοῦ, ἄξεις, ἀγάγῃς. (Vers. 200.) Ὅτι τιμωρίαν κακοῦ τινὸς φράζει ἀνδρὸς τὸ, ὣς ὁ μὲν αὖθι λέλειπτο ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ. (Vers. 203.) ἀνδρικῶν δὲ ἀνδρῶν ἔνδειξις τὸ, ἔνθα μένος πνείοντες ἐφέστασαν. Καὶ ὅρα τὸ ἐφέστασαν οὐκ ἀπὸ τοῦ ἔστην ἔστησαν· οὐ γὰρ ἂν ἐδασύνετο· ἀλλὰ ἀπὸ τοῦ ἐφεστήκεισαν κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ η εἰς α. (Vers. 205.) Ὅτι καθά περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα θελήσας ὁ ποιητὴς τῇ μάχῃ παρεισκρῖναι θεῖόν τι πρόσωπον, εἰ καὶ ἐκεῖ μὲν ἀναγκαίως μυριαχοῦ διὰ τὸ πλατύτερον τῆς μάχης, ἐνταῦθα δὲ τοῦτό γε ἅπαξ λέγει, ὡς οἱ μὲν ἐπ' οὐδοῦ ἐφέστασαν τέσσαρες, οἱ δ' ἔντοσθεν δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δ' ἐπ' ἀγχίμολον ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη. (Vers. 208.) καὶ Ὀδυσσεὺς ᾠήθη μὲν λαοσσόον εἶναι Ἀθήνην, ἐμφανισθεῖσαν κατά τινα θείαν ἐνάργειαν, ὁποίας οἱ Ἕλληνες ἐδόξαζον, ὡς πολλαχοῦ φαίνεται, ὅμως δὲ λαλεῖ ὡς πρὸς Μέντορα, ὅ περ ἂν εἴποι τις δυσωπῶν φίλον ὁμήλικα ἐπὶ βοηθείᾳ· Μέντορ, ἄμυνον ἀρὴν, μνῆσαι δ' ἑτάροιο φίλοιο, ὅς σε ἀγαθὰ ῥέζεσκον, ὁμηλικίη δέ μοι ἐσσί. Καὶ Ὀδυσσεὺς μὲν οὕτω, φθάσας ἐκ μακροῦ γνωρίζειν τὸν Μέντορα, ὡς καὶ ἐδηλώθη ἔνθα ὁ Μέντωρ καὶ ὁ Ἀλιθέρσης πατρῷοι ἑταῖροι εἶναι τῷ Τηλεμάχῳ ἐῤῥέθησαν. (Vers. 211.) μνηστῆρες δ' ἑτέρωθεν ὁμόκλεον, λέγοντες διὰ τοῦ Ἀγελάου ὅσα τις εἴποι ἂν κωλύων τὴν ἐκ φίλου ἐπικουρίαν· μή σε ἐπέεσσι παραπείσοι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ· ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω, καὶ τὰ ἑξῆς. ἐν οἷς ὡς οὐ μόνον πατέρα καὶ υἱὸν κτενοῦσιν, ἀλλὰ καὶ αὐτὸν Μέντορα. σῷ δέ, φησιν, αὐτοῦ κράατι τίσεις. (Vers. 220.) ἀπειλοῦνται δὲ καὶ κτήματα ὅσσα οἵ ἐστι τά τ' ἔνδοθι καὶ τὰ θύρῃφι, τοῖς τοῦ Ὀδυσσέως μεταμίξειν, καὶ τὰ φίλτατα δὲ βλάψειν καὶ μηδὲ τὴν γυναῖκα ἐάσαι Ἰθάκης κατὰ ἄστυ πολεύειν, ἀλλ' ἀφορίσαι που εἰς γῆν ἀλλοτρίαν καὶ αὐτὴν, ἴσως δὲ καὶ τοὺς παῖδας. (Vers. 224.) ἐφ' οἷς χολωσαμένη Ἀθηνᾶ λαλεῖ τὰ ἐφεξῆς, πλαττομένη μὲν μυθικῶς, νοου-