Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.28.1
Not analysed yet
πόντων παῤῥησιάζεται λιμός. (Vers. 328.) Τὸ δὲ λιλαιόμενοι βιότοιο ἀνθρωπίνως ἐῤῥέθη, ὡς τῶν λιμωττόντων καὶ τὸ ζῆν περιφρονούντων, εἰ μόνον εὑρόντες τι φάγοιεν, ὡς μετ' ὀλίγα δηλώσει Εὐρύλοχος. (Vers. 330.) Ἐν δὲ τῷ, καὶ δὴ ἄγραν ἐφεῖπον, περιττεύει ὡς καὶ ἐν ἄλλοις ὁ και σύνδεσμος. Τοῦ δὲ ἀνάγκῃ ἐφερμηνευτικόν ἐστι τὸ, ἔτειρε δὲ γαστέρα λιμός. δῆλον δὲ ὡς εἰ μὴ ἀνάγκη ἦν τοιαύτη, οὔτε ἰχθυοφάγουν οἱ παλαιοὶ οὔτε ὀρνίθων ἐτεχνῶντο θήραν, ἣν ὡς αἱμύλον ὁ Πλάτων οὐ φιλεῖ. Ἐν τούτοις δὲ μνηστέον καὶ τῶν τοῦ Ἀθηναίου, εἰπόντος, ὡς εἰ καὶ ἁπλῆ πανταχοῦ παρ' Ὁμήρῳ τοῖς ἥρωσιν ἡ δίαιτα θεωρουμένη ἐν παραθέσει κρεῶν ὡς ἐπὶ πολὺ βοείων, καὶ αὐτῶν ὠπτημένων, καὶ αὐτῷ δὲ Ἀλκινόῳ τῷ τρυφερῷ, καὶ τοῖς ὑβρισταῖς μνηστῆρσι, καὶ οὔτε ἰχθυοφαγοῦντας τοὺς τοιούτους ποιεῖ, οὔτε ὄρνιθας προσιεμένους, οὔτε μελίπηκτα φιλοῦντας, οὔτε μαγειρικὰς μαγγανείας, καὶ ὑποβινητιῶντα ὥς φησι Μένανδρος βρώματα, καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκκαβον καλούμενον ἔδεσμα, ὅμως ἐποιοῦντο ποτὲ καὶ ἰχθύων καὶ ὀρνίθων ἄγραν οἱ ἀμφὶ τοὺς ἥρωας. ἐν γοῦν Θρινακίᾳ θηρεύουσιν οἱ τοῦ Ὀδυσσέως ἰχθῦς ὄρνιθάς τε γναμπτοῖς ἀγκίστροισιν, ἅ περ οὐκ ἐν τῇ Θρινακίᾳ πάντως ἐχάλκευσαν, ἀλλ' ἐπεφέροντό φασιν, ἐν τῷ πλῷ δηλονότι, ὥστε ἦν αὐτοῖς τοιαύτης θήρας τέχνη. ἧς ἐπιστήμων καὶ ὁ ποιητὴς ὢν, εἰκάζει τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους, ἰχθύσι προμήκεϊ ῥάβδῳ ἁλισκομένοις. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅτι δὲ εἰ καὶ μὴ φιλίχθυας οἶδε τοὺς παλαιοὺς Ὅμηρος ἀλλ' ὡς ἐπὶ πολὺ κρεοφάγους, ὅμως οἱ ὕστερον ἔψεγον τὸ πρᾶγμα, ὡς δηλοῖ Θεόπομπος, γράψας ὅτι τὸ ἐσθίειν πολλὰ καὶ κρεαφαγεῖν τοὺς λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας ὀργῆς τε καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι. (Vers. 331.) Τὸ δὲ ἰχθῦς ὄρνιθάς τε, τῆς ῥηθείσης ἄγρας ἐστὶ διασαφητικόν. (Vers. 332.) Τὸ δὲ γναμπτοῖς ἀγκίστροις, εἰκὸς μὲν καὶ διὰ μόνους τοὺς ἰχθύας εἰρῆσθαι, εἰκὸς δὲ καὶ διὰ τοὺς ὄρνιθας. ἀγκιστρεύονται γάρ ποτε δελεαζόμενοι καὶ αὐτοὶ, καὶ μᾶλλον οἱ θαλάσσιοι. Ἐτυμολογεῖ δέ πως καὶ τὸ γναμπτὸν τὰ ἄγκιστρα, εἴ περ ἄγκιστρον λέγεται παρὰ τὸ ἄγειν ἤτοι περιάγειν καὶ κάμπτειν, ὅ ἐστι γνάμπτειν. (Vers. 333.) Τὸ δὲ ἀπέστισχεν ἐνταῦθα κατὰ λόγον ἀορίστου δευτέρου διὰ τοῦ ι γράφεται. (Vers. 335.) Τὸ δὲ ἤλυξα ἑταίρους, οὐ φυγήν τινα δηλοῖ, ἀλλὰ τὸ ἁπλῶς ἐκκλῖναι καὶ ἐκτὸς γενέσθαι τοῦ βλέπεσθαι ὑπ' αὐτῶν. χεῖρας δὲ νίπτεται Ὀδυσσεὺς εὐξόμενος, καθά που καὶ ὁ υἱὸς Τηλέμαχος. (Vers. 331.) Τὸ δὲ σκέπας ἀνέμοιο κατά τινα ἴσως κεῖται παρατήρησιν, ὡς δέον ὂν τὸν περὶ ἀνέμου εὐξόμενον ἐν σκέπῃ εἶναι πρὸς τὸ μὴ ἀνεμίζεσθαι, εἰπεῖν κατὰ τοὺς παλαιούς. (Vers. 338.) Γλυκὺς δὲ ὕπνος ὁ ἐν ἄλλοις νήδυμος. οὐκ ἐπὶ κακῷ δὲ τοῦ Ὀδυσσέως ὁ ὕπνος, ἀλλὰ τοὺς ἑταίρους βλάπτει. διὸ καὶ ἀνηλεῆ αὐτὸν μετ' ὀλίγα ἐρεῖ. αὐτὸς μέντοι διὰ τὴν εὐχὴν καὶ ὅτι μηδὲ μετέσχε τοῦ κακοῦ περισωθήσεται. ἰδοὺ δὲ κἀνταῦθα ὕπνος ἐπὶ κακῷ, καθὰ καὶ ὁ μετὰ τὸν Αἰόλον γλυκὺς ἐπελθὼν κεκμηκότι τῷ Ὀδυσσεῖ. (Vers. 339.) Ὅτι Ὀδυσσέως ὑπνοῦντος Εὐρύλοχος ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς, εἰπὼν γνωμικῶς· (Vers. 341.) πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, διὰ τὴν ἐκεῖθεν δηλαδὴ τηκεδόνα στρευγομένου τοῦ λιμώττοντος. (Vers. 343.) εἶτα ἐπαγαγὼν Εὐρύλοχος τὴν τοῦ λόγου ἀξίωσιν ἐν τῷ, ἀλλ' ἄγετε Ἡλίου βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι. (Vers. 345.) καὶ ὑποσχόμενός τι δι' οὗ μειλιχθείη ἂν Ἥλιος, ὅ πέρ ἐστι, τεύξειν ταχὺ Ἡλίῳ πίονα νηὸν ὅτε εἰς Ἰθάκην ἀφίκοιντο, ἐν δὲ θεῖναι ἀγάλματα πολλὰ καὶ ἐσθλὰ, (Vers. 348.) ἐπάγει νόημα δριμύτερον ἐξ ἀντιπαρατάσεως τοιοῦτον· εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆα ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπονται θεοὶ ἄλλοι, βούλομαι ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ (Vers. 351.) στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. λέγει δὲ στρεύγεσθαι τὸ τήκεσθαι λιμῷ, καὶ οἷον κατὰ στράγγα ὑποῤῥέειν ὁποῖόν τι καὶ τὸ ἀπολιβάζειν, ὃ ταυτόν ἐστι τῷ λείβεσθαι, ἤτοι κατά τι λιβάδιον ὑγροῦ ῥέειν εἰς φθοράν. (Vers. 339.) Τὸ δὲ ἐξήρχετο βουλῆς δύναται καὶ ἐξῆρχε λεχθῆναι. διφορεῖ γὰρ πολλαχοῦ καὶ τὸ τοιοῦτον ῥῆμα ὁ ποιητής. (Vers. 342.) Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ἢ ταυτά εἰσιν, ἢ καὶ ἄλλως, πότμον μὲν ἐπισπεῖν τὸ δυσπότμως ζῆν, θανεῖν δὲ τὸ τῆς τοιαύτης ζωῆς δεινὸν ἀποτέλεσμα, καὶ τούτῳ τῷ λόγῳ εἴη ἂν πρωθύστερον τὸ θανεῖν καὶ πότμον ἐπισπεῖν. προηγεῖται γὰρ τοῦ θανεῖν τὸ δυσπότμως ζῆν. (Vers. 343.) Τὸ δὲ βοῶν ἐλάσαντες ἀρίστας, ἄλλως μὲν λιχνείαν ἔχει, ὡς δέον ὂν ἐπιλέξεσθαι εἰς τροφὴν τὰς κρείττονας, φαίνεται δὲ διὰ θυσίαν λεχθῆναι κατὰ τὸ,