Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.280.1
Not analysed yet
μέλανες, τὰ δὲ κάτω ὑπόλευκοι, ὁποῖαι καὶ αἱ χελιδόνες κατὰ τὸν εἰπόντα τὸ, χελιδὼν ἐπὶ γαστέρα λευκὰ, ἐπὶ νῶτα μέλαινα. Αἰθαλόεντος δὲ μεγάρου μέλαθρον λέγει τὴν ὀροφήν. διὸ ἐρεῖ ἐν τοῖς ἑξῆς· δὴ τότε ἀνέσχεν Ἀθηνᾶ αἰγίδα ὑψόθεν ἐξ ὀροφῆς, ὡς ταυτὸν εἶναι ὀροφὴν καὶ μέλαθρον. καὶ νῦν μὲν ἐντελῶς ἐῤῥέθη μέλαθρον οἴκου· ὅτε δὲ μέλαθρον ὁ οἶκος ἅπας λέγεται, ἀπὸ μέρους λαλεῖται, ὥς περ καὶ στέγη καὶ τέγος ὁ αὐτὸς ἀπὸ τοῦ σκέποντος ὀροφώματος, μέρους καὶ αὐτοῦ ὄντος. αἰθαλόεν δὲ ἢ παρὰ τὸ αἴθω, ἐξ οὗ καὶ τὸ μέλαθρον διὰ τὸ αἰθόμενον δηλαδὴ πῦρ ἐν ταῖς κατὰ τὴν ἑστίαν θυσίαις, ἢ τὸ καταλαμπόμενον καὶ πολύφωτον παρὰ τὸ αἴθειν ἤγουν λάμπειν, ἀφ' οὗ καὶ αἰθήρ. Τὸ δὲ, χελιδόνι ἰκέλη ἄντην ἤγουν ἄντικρυς, καὶ πρὸ ὀλίγων ἐν τῇ τοῦ τόξου κεῖται δοκιμασίᾳ. ἐκεῖ μέντοι πρὸς τὴν τῆς νευρᾶς ᾠδὴν παρείληπται ἡ χελιδών. (Vers. 244.) Ὅτι ἀρετὴ καὶ ἐνταῦθα ἡ ἀνδρία ἐν τῷ, ὁ δεῖνα καὶ δεῖνα ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι, τῶν ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο. τοῦτο δὲ καὶ παροιμιῶδες ἐστίν. οἱ γὰρ ἐπικινδύνως ἀγωνιζόμενοι τὸν περὶ ψυχῆς θέειν λέγονται, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἢ τὸν περὶ ψυχῆς μάχεσθαι ἢ ἀγωνίζεσθαι. μετρεῖ δὲ ὁ ποιητὴς ἐνταῦθα ἓξ εἶναι τοὺς ἐν τοῖς περιλειπομένοις μνηστῆρσιν ἀρίστους, ἐνδεικνύμενος ὡς αὐτῶν πεσόντων ἑτεραλκὴς αὐτίκα νίκη προσέσται τῷ Ὀδυσσεῖ. (Vers. 248.) Ὅτι σκῶμμα εἴς τινα στερηθέντα βοηθοῦ ᾧ ἐπεποίθει τὸ, ὦ φίλοι, ἤδη σχήσει, τουτέστιν ἐφέξει, ἀνὴρ ὅδε χεῖρας ἀάπτους, καὶ δή οἱ ὁ δεῖνα ἔβη κενὰ εὔγματα εἰπὼν, ἤγουν κενεναυχὴς, κενὰ καυχησάμενος ὡς εἰς βοήθειαν. Ἀγέλαος δὲ τοῦτο λέγει ὡς τοῦ μυθικοῦ Μέντορος ἀφανισθέντος. Τὸ δὲ, ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας, ὁ Εὐρύμαχος πρὸ τούτων, (Vers. 70.) οὐ γὰρ σχήσει, ἔφη. ἐκεῖνος μὲν γὰρ ἐδεδίει τὸν Ὀδυσσέα, οὗτος δὲ ἀλογίστως καταθαῤῥεῖ. (Vers. 254.) Ὅτι ὁ μετά τινα ἕνα καταφρονῶν τῶν ἐπιλοίπων ἀνταγωνιστῶν ἐρεῖ· τῶν δ' ἄλλων οὐ κῆδος ἤτοι φροντὶς, ἐπὴν οὗτός γε πέσῃσι. Καὶ ὅρα τὸ πέσῃ κοινῶς καὶ ἁπλοϊκῶς λεχθὲν ἀντὶ τοῦ ἀποθάνῃ καὶ οὐχ' ὡς τὸ, δεδουπότος Οἰδιπόδαο· ἐκεῖνο γὰρ ποιητικώτερον. (Vers. 255.) Ὅτι τὰς μὲν βολὰς τῶν περὶ τὸν Ὀδυσσέα ἐπιτυχεῖς ποιεῖ, τῶν δὲ μνηστήρων βαλλόντων ἄλλος μὲν σταθμὸν εὐσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν, ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια· ὅ περ διατί προπαροξύνεται, ἀλλαχοῦ δεδήλωται. ἀχρηστίαν δὲ στρατιωτικὴν οἱ ῥηθέντες στίχοι φράζουσι. (Vers. 259.) Τὸ δὲ, ἐν τοίχῳ πέσεν, ἀντὶ τοῦ ἐνέπεσε τῷ τοίχῳ. Μελίαν δὲ τὸ ἔγχος λέγει ὃν τρόπον καὶ δόρυ, πλὴν ἐκεῖνο μὲν γενικῶς, τοῦτο δὲ ἀπὸ εἴδους δένδρου τῆς μελίας. διὸ καὶ μείλινον τὸ τοιοῦτον μετουσιαστικῶς. καὶ ἄλλως δὲ τὰ μελία ὁμωνύμως νῦν ἐῤῥέθη τῷ ὅλῳ. ὡς γάρ που ἐλέφας τὸ ἐξ ἐλέφαντος ὀστοῦν, οὕτω καὶ μελία τὸ ἐκ μελίας δόρυ, καθὰ καὶ Ἤπειρος ἡ ἀντικρὺ τῆς Ἰθάκης περαία γῆ ὁμωνύμως τῇ ὅλῃ. (Vers. 269.) καθ' ὅμοιον δὲ λόγον καὶ ἄσπετον οὖδας μετ' ὀλίγα κεῖται τὸ πάντῃ ὀλίγον ὁμωνύμως τῇ ἀσπέτῳ γῇ καὶ ἀπείρονι. ἐρεῖ γάρ· οἱ μὲν ἔπειθ' ἅμα πάντες ὀδὰξ, τουτέστι δακτικῶς, ἕλον ἄσπετον οὖδας, τουτέστι τὸ ὑποκείμενον ὀλίγον ἔδαφος. Ἰστέον δὲ ὅτι τοὺς ῥηθέντας τρεῖς στίχους καὶ μετ' ὀλίγα οὕτω τίθησιν ὁ ποιητὴς δίχα παραποιήσεως. διό τινες ὠβέλισαν ἐκείνους ὡς ταυτολογοῦντας. (Vers. 264.) Ὅτι ἀδίκων ἀνδρῶν παραστατικὸν τὸ, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν, ἤγουν καί τοι αὐτοὶ προκατάρξαντες τοῦ κακοῦ, ὃ καὶ θλίβει τὸν Ὀδυσσέα, εἴ περ κακῶν κατάρξαντες οἱ μνηστῆρες εἶτα καὶ κατὰ τῶν κακωθέντων ἀναιδεύονται. (Vers. 266.) Ὅτι τέσσαρσιν ἐνταῦθα ἐφεξῆς ὀνόμασιν ἓν ῥῆμα ἐπήγαγεν, εἰπὼν πάνυ συντόμως οὕτως· Ὀδυσσεὺς μὲν τὸν δεῖνα, Τηλέμαχος δὲ τόνδε, συβώτης δὲ ἐκεῖνον, Φιλοίτιος δὲ ἄλλον ἔπεφνε, σπουδῇ πράξεως καὶ τὴν φράσιν συνεπιτεμών. (Vers. 277. sqq.) Ὅτι Ἀμφιμέδων εἷς τῶν μνηστήρων βάλε Τηλεμάχου χεῖρ' ἐπὶ καρπῷ λίγδην, ὃ ἑρμηνεύων ἐπιφέρει· ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός. ἔστι γὰρ λίγδην βαλεῖν τὸ, ἄκρον τὸ δέρμα δηλήσασθαι, ἵνα ᾖ λίγδην τὸ ξεστικῶς, ἐπιπολῆς, κατὰ δὲ τοὺς παλαιοὺς καὶ ἐπιψαύδην, Ὁμηρικῶς δὲ εἰπεῖν ἐπιγράβδην. καὶ συνίσταται τοῦτο ἐκ τοῦ, Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν. ἐξ οὗ δῆλον ὡς καὶ ὁ ἐπιλίγδην πληγεὶς ἐπιγράβδην ἐπλήγη. γίνεται δὲ τὸ λίγδην ὡς ἀπὸ τοῦ λίζειν, λέξεως ὠνοματοπεποιημένης. ὅθεν καὶ λίστρον ὁ ξυστὴρ μετ' ὀλίγα ἐν τῷ, λίστροις δάπεδον δόμου ἔξυον. εἴρηται δὲ ἅπαξ καὶ τοῦτο ἐνταῦθα. καὶ ἐν Ἰλιάδι δὲ ὁμοίως τὸ ἐπιλίγδην. δήλη δὲ ἡ τοιαύτη ὀνοματοποιΐα ἐπὶ μαρμάρων λίθων καί τινων τοιούτων, ὅτε ὑέλῳ εἴτε σιδήρῳ ξύονται. οὕτω δὲ εὐθὺς καὶ τὸν Εὔμαιον Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον