Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.279.1
Not analysed yet
μένη δὲ καὶ νῦν ἀλληγορικῶς παρεῖναι τῷ Ὀδυσσεῖ ἐμφρόνως πάντα ποιοῦντι. ὧν κεφάλαιον τὸ ἐπ' οὐδοῦ ἵστασθαι καὶ μηδένα ἐᾶν ἔξω προβλώσκειν, ἀλλὰ ῥίπτειν ἔνδον τοὺς μνηστῆρας ὡς οἷα θρέμματα ἐν σταθμοῖς. οἱ καὶ πειρώμενοι ἐκφοβεῖν ἀπειλὰς οὐ μόνῳ τῷ Ὀδυσσεῖ ἐπιῤῥίπτουσιν, ὃ δὴ καὶ μόνον αὐτοῖς εὐχερὲς, ἀλλὰ καὶ τοῖς ὅσοι περὶ αὐτόν. ἐφ' αἷς ἀπειλαῖς ὡς εἰ καὶ λέων πληγαῖς ἐρεθιζόμενος Ὀδυσσεὺς ἀνάπτει τὸν ἐν ἑαυτῷ θυμὸν, καὶ μνησάμενος ὧν περὶ Τροίαν ἐμόγησε καὶ ὡς εἰκὸς ἐκφωνήσας αὐτὰ καὶ εἰς τρανὲς, ὡς ἐκφοβῆσαι μὲν τοὺς μνηστῆρας, θαῤῥῦναι δὲ τοὺς περὶ αὐτὸν, πολλαπλασιάζει διὰ τῆς αὐτῆς νοερᾶς Ἀθηνᾶς τὴν ἐν ἑαυτῷ ῥώμην. καὶ ἀνδρικώτερον μάχεται παραδείγματι εὐγενεῖ καὶ μεγάλῳ προπαροξυνθείς. (Vers. 226.) ἃ μέντοι πλάττει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν πρὸς ἐρεθισμὸν, ταῦτα εἰσίν· οὐκέτι σοί γ', Ὀδυσσεῦ, μένος ἔμπεδον, οὐδέ τις ἀλκὴ, οἵη ὅτ' ἀμφ' Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεὶ, πολλοὺς δ' ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθ' ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον, (Vers. 234.) ὄφρ' εἰδῇς οἷός τοι ἐγὼ εὐεργεσίας ἀποτίνειν· ὃ δὴ προσφυὲς ῥηθῆναι πρὸς τοῦ βοηθοῦντος τινὶ φίλῳ. καὶ λέγει μὲν οὕτως ἡ Ἀθηνᾶ. οὔ πω δέ, φησι, πάγχυ δίδου ἑτεραλκέα νίκην, περὶ ἧς πολλαχοῦ κεῖται, ἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως τε καὶ τοῦ παιδός. οὐ γὰρ ἅμα λόγος ἐρεθιστικὸς καὶ εὐθὺς μέγα ἔργον, ἀλλ' ὡς εἰκὸς μετὰ βραχὺ, ὅτε δηλαδὴ ἀναχωρήσει ἡ Ἀθηνᾶ ἐκ μέσου, τουτέστι παύσεται μὲν ἡ βουλὴ καὶ τὸ λαλεῖν τὰ πρὸς θάῤῥος τυχὸν ἢ ἐκφόβησιν, γένηται δὲ τῶν ἔργων ὁ οὕτω λαλῶν. τηνικαῦτα γὰρ ἡ κατ' αὐτὸν ἀρετὴ ἐκφαίνεται. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη ἀλληγορικῶς. καὶ τοιαῦτα μὲν τὰ τῆς Ἀθηνᾶς. (Vers. 235.) ὁ δὲ Μέντωρ Ἀλκιμίδης ἐνταῦθα λέγεται, τουτέστιν Ἀλκίμου υἱός. διὸ καὶ τῷ ἰῶτα παραλήγεται ὡς ἀπὸ τοῦ ἄλκιμος, οὐ μὴν ἐκ τοῦ μήδεσθαι, ὁποῖον ὁ Θρασυμήδης καὶ ὁ Διομήδης καὶ τὰ τοιαῦτα. (Vers. 216.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κτέωμεν ἀντὶ τοῦ φονεύσωμεν, ὅμοιον ὂν τῷ ἀφέωμεν καὶ φθέωμεν καὶ εἰδέωμεν ἀντὶ τοῦ ἀφῶμεν καὶ φθῶμεν καὶ εἰδῶμεν. φησὶ γάρ· ὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν. ἐξ οὗ δῆλον ὡς πρωτότυπόν ἐστι ῥῆμα κτῶ, οὗ τὸ ἐντελὲς κτέω, καὶ πλεονασμῷ τοῦ ν κτένω, καὶ ἐπενθέσει τοῦ ἰῶτα κτείνω, ὁμοίως τῷ ἔω ἔνω εἴνω τὸ καλύπτω, οὗ παράγωγον τὸ εἰνύω ἐν Ἰλιάδι. Ἐν δὲ τῷ, πατέρα καὶ υἱὸν, φαίνονται οἱ μνηστῆρες ἐν τούτοις τιθέναι τὸ πᾶν τοῦ ἔργου, οἷα τὸν Εὔμαιον καὶ Φιλοίτιον εἰς μηδὲν προλογιζόμενοι. οὕτω καὶ Ἀθηνᾶ σθένεος, ὡς ἐῤῥέθη, καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως μόνου καὶ υἱοῦ. (Vers. 217.) Ἔτι κεῖται ἐν τούτοις καὶ ἀποστατικὸν σχῆμα κατὰ λόγον θάμβους τὸ, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροισιν, ὅμοιον ὂν τῷ οἷά μ' ἔοργας καὶ τοῖς τοιούτοις. (Vers. 218.) Τὸ δὲ, σῷ αὐτοῦ κράατι τίσεις, ἀντὶ τοῦ τῇ σῇ κεφαλῇ ἀνταποδώσεις, ἤγουν τῇ ζωῇ σου ζημιωθήσῃ καὶ, ὡς οὕτω φάναι, κεφαλικῶς τιμωρηθήσῃ. πῶς δὲ ἐσχημάτισται τὸ, σῷ κράατι, προδεδήλωται. καὶ οὐκ ἔστιν ἐνταῦθα πλεῖόν τι εἰπεῖν ἢ μόνον ὅτι τὸ, σῷ αὐτοῦ κράατι, καινῶς ἐσχημάτισται. τὸ γὰρ σύνηθες σοῦ αὐτοῦ κράατι. (Vers. 227.) Ἐν δὲ τῷ περὶ Ἑλένης καὶ Τρώων καὶ ἁλώσεως Ἰλίου ὅρα ὅτι τε πάλιν ἐπιτηδείως ὁ ποιητὴς Τρωϊκαῖς ἱστορίαις παραρτύει τὴν τῆς Ὀδυσσείας ἀφέλειαν, καὶ ὅτι φοβερὸν τοῖς μνηστῆρσιν ἐνθυμηθῆναι ὡς οὕτως ὑπὲρ ἀλλοτρίων ἐκινδύνευσεν Ὀδυσσεύς. δῆλον γὰρ ὡς ὁ ὑπὲρ Ἑλένης οὕτω πολεμήσας οὐκ ἂν ἐθελοκακήσῃ ἐπὶ τοῖς ἑαυτοῦ. γίνεται δὲ καὶ πιθανωτέρα ἐντεῦθεν ἡ μνηστηροκτονία· ἐνθυμηθήσεται γὰρ ὁ ἀκροατὴς ὡς ὁ ἐν Τροίᾳ πρὸς τοσούτους καὶ ὑπὲρ ἀλλοτρίας γυναικὸς μαχόμενος καὶ ἀνδραγαθῶν ὁποῖος ἂν εἴη ἐνταῦθα; φαίνεται δὲ νῦν καὶ πτολίπορθος ὁ Ὀδυσσεὺς, οὗ περ βουλῇ τῇ κατὰ τὸν δούρειον ἵππον ἡ Τροία ἥλω. μετ' ὀλίγα οὖν ῥητῶς αὐτὸν ἐρεῖ πτολίπορθον. (Vers. 232.) Τὸ δὲ, ὀλοφύρεαι ἄλκιμος εἶναι, δεινῶς καὶ δριμέως εἴρηται. ἦν μὲν γὰρ εἰπεῖν, οὐκ ἐθέλεις ἄλκιμος εἶναι, ἢ ὀκνεῖς ἢ τοιόνδε τι. εἴρηται δὲ πρὸς πλείω ἔμφασιν, ὀλοφύρεαι ἄλκιμος εἶναι, ὡς εἰ καὶ παῖς ὀνειδισθείη ὀλοφύρεσθαι φοιτᾶν ἐς διδασκάλου. (Vers. 239.) Ὅτι κατὰ ποιητικὸν ἔθος καὶ νῦν ἐκ τοῦ φαινομένου Μέντορος ἄλλως μορφωθεῖσα ἡ τοῦ μύθου Ἀθηνᾶ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετο ἀναΐξας, χελιδόνι ἰκέλη ἄντην ἢ κατὰ τὴν πτῆσιν ἢ κατὰ τὸ εἶδος. οὐ γὰρ ὀκνεῖ ὁ μῦθος καὶ οὕτω μεταποιεῖν τὰ δαιμόνια (Vers. 240.) Ἰστέον δὲ ὅτι παρώνυμοι χελιδόνι παρὰ τῷ δειπνοσοφιστῇ χελιδονίαι λαγωοί. τοιοῦτοι δὲ ἴσως οἱ ἄνω μὲν