Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.295.1
Not analysed yet
πέδον ὡς λιθόστρωτον, ἢ μᾶλλον, ὡς πεπιλημένον καὶ νεναγμένον. ἤδη γάρ που παρεσημειώθη μὴ εἶναι λιθόστρωτον, ὡς δοκεῖν παθεῖν τὴν ἐκπιλήσεως στεῤῥότητα διὰ τὸ ῥαίνεσθαι κατὰ τὸ, ῥάνατε δ' ὕδωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν τεχνικὴν παράδοσιν ἀναλογεῖ τῇ συνθέσει τοῦ κραταιπέδου καὶ τὸ, κραταίβιος, κραταίπιλος, κραταίτονος. (Vers. 47.) Τὸ δὲ, ἰδοῦσά κε θυμὸν ἰάνθης, ἐπιφωνηματικὸν καὶ αὐτό· καὶ ἔχει τι τόλμης, εἰ ἐφ' οὕτω δεινῷ πράγματι ἰανθήσεσθαί φησι τὴν περίφρονα. (Vers. 49.) Αὐλείας δὲ θύρας λέγει τὰς περὶ τὴν αἴθουσαν, ἤγουν τὰς ἔξω τοῦ προδόμου πρὸς αὐτῇ τῇ αὐλῇ· ὅθεν καὶ αὔλειαι πρὸς διαστολὴν τῶν ἐνδοτέρω θυρῶν. (Vers. 51.) Τὸ δὲ κειάμενος διὰ διφθόγγου ἔχει τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω, οὐ τοῦ κοινῶς γραφομένου διὰ διφθόγγου, ἐξ οὗ τὸ καῦσαι καὶ τὸ κῆαι καὶ ὅσα τοιαῦτα, ἀλλ' ἐκ τοῦ ἑτέρου τοῦ διὰ τοῦ ε ψιλοῦ, περὶ οὗ ἱκανῶς προδεδήλωται. (Vers. 52.) Τὸ δὲ, εὐφροσύνης ἐπιβῆτον, ὅμοιον μὲν, ὡς ἐῤῥέθη, πρὸς τὸ, σαοφροσύνης ἐπέβησαν· ἐγγὺς δέ ἐστι τοῦ, εὐνῆς ἐπιβῆτον, σωφρόνως ῥηθέν. λέγει δὲ εὐφροσύνην συνήθως τὴν φιλόφρονα ἡδονήν. (Vers. 54.) Τὸ δὲ, νῦν δ' ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται καὶ ἑξῆς, χαρμόσυνον ἔργου ἢ ὁδοῦ τέλος φράζει· ἔστι δὲ περίφρασις τοῦ, τετέλεστο δὲ ἔργον. (Vers. 59—83.) Ὅτι σεμνύνων ὁ ποιητὴς τὸ τοῦ Ὀδυσσέως ἐπὶ τοῖς μνηστῆρσιν ἔργον ὡς μὴ ἁπλῶς μέγα ὂν, ἀλλ' ἤδη καὶ θεῖον διὰ τὸ μὴ ῥᾳδίως ἂν ἔχειν τινὰ νοῆσαι ἀνθρωπίνως τελεσθῆναι αὐτὸ πλάττει τὴν Πηνελόπην ἑπομένην μὲν τῇ μαίᾳ καλούσῃ ἐς τὸν ἄνδρα, λέγουσαν δὲ οὕτω· μαῖα φίλη, μή πω μέγα ἐπεύχεο, τουτέστι μὴ μεγαλαύχει, καγχαλόωσα, ἤγουν χαίρουσα καὶ χαλωμένη καὶ ὡς οἷον χαλίφρων ὑφ' ἡδονῆς γινομένη. οἶσθα γὰρ ὡς ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη πᾶσι, μάλιστα δ' ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα, τουτέστιν ὃν οὐ θετὸν ἔσχομεν, ἀλλ' ἐκ τοῦ κατὰ φύσιν τοκετοῦ· καὶ οὕτω μὲν φανείη ἂν ἡμῖν ἀσπαστός. ἀλλ' οὐκ ἔστ' ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις· ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυοὺς, ὕβριν ἀγασσάμενος, ἤγουν μεμψάμενος, θυμαλγέα καὶ κακὰ ἔργα· οὔ τινα γὰρ τίεσκον καὶ ἑξῆς δύο στίχους, οὓς φθάσας ἔφη καὶ Ὀδυσσεύς. τῷ ἤγουν διὸ δι' ἀτασθαλίας ἔπαθον κακόν. ὃ παράφρασίς ἐστι τοῦ, ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ Ὀδυσσεὺς ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δ' αὐτός. τοῦτο δὲ ἀκριβῶς πέφρασται. πολλοὶ γὰρ νόστον ὀλέσαντες ὅμως ἐπ' ἀλλοτρίας ζῶσιν· Ὀδυσσεὺς δὲ οὐχ' οὕτως, ἀλλ' ἀποπλανηθεὶς τῆς πατρίδος οὐδὲ ζῇ. καὶ οὕτω μὲν ἡ Πηνελόπη ἐλθοῦσά πως εἰς ταυτὸν τῷ ἀνδρὶ νόημα. καὶ ἐκεῖνος γὰρ προσεχῶς θεόθεν δαμασθῆναι τοὺς κειμένους ἔφη καὶ ὑπὸ τῶν κακῶν ἔργων, πλὴν ὅσον Ὀδυσσεὺς μὲν οἶδεν αὐτὸς ἐνεργῆσαι κατὰ τῶν μνηστήρων, εἰ καὶ θεόθεν, Πηνελόπη δὲ οὐδόλως ἐλθεῖν τὸν Ὀδυσσέα πείθεται. καὶ ἡ γραῦς ἐξονειδίζει αὐτὴν, ἣ πόσιν ἔνδον ἐόντα παρ' ἐσχάρῃ, φησὶν, οὔ ποτε φῆσθα οἴκαδ' ἐλεύσεσθαι. θυμὸς δέ τοι αἰὲν ἄπιστος. εἶτα ἐκτίθεται ἡ γραῦς καὶ σῆμα ἀριφραδὲς, τὴν προϊστορηθεῖσαν οὐλὴν, καὶ ὡς ἐφράσατο αὐτὴν ἀπονίζουσα. καὶ αὐτὴ μὲν ἤθελεν εἰπέμεν, ἀλλ' ἐκεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν οὐκ εἴα εἰπεῖν πολυϊδρείῃσι νόοιο. ἐφ' οἷς ἑαυτὴν ὑποτιθεῖσα εἰς θάνατον, εἴ περ ἐπὶ ἀπάτῃ λαλεῖ, φησίν· ἀλλ' ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς αἴ κέν σ' ἐξαπάφω κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. οὕτω τῆς γραὸς βεβαιωσαμένης ἡ Πηνελόπη ἐπιμένουσα οἷς ἐνόησεν, ἀναδραμοῦσα εἰς θείαν ἐνάργειαν καὶ ἀθανάτῳ τινὶ ἀναθεῖσα τὸν τῶν μνηστήρων φόνον ἀντεπιφέρει γνωμικῶς· μαῖα φίλη, χαλεπόν σε θεοῦ αἰὲν ἐόντος δήνεα εἴρυσθαι μάλα περ πολυΐδριν ἐοῦσαν. καὶ ἔστι βαθὺς ὁ λόγος οὗτος καὶ πολὺν κρύπτουσα νοῦν ἐν ὀλίγῳ σώματι προφορᾶς. μονονουχὶ γάρ, φησιν, ὅτι σὺ μὲν αἰσθήσει πιστεύεις ἀριφραδὲς ἔχουσα σῆμα τὴν οὐλὴν καὶ τὸ ἐν τῷ νίπτειν κωλύεσθαι ἐκφῆναι τὸν φαινόμενον Ὀδυσσέα, κἀκ τούτων συνάγεις, Ὀδυσσέα εἶναι τὸν φονεύσαντα τοὺς μνηστῆρας. λέληθε δέ σε ὡς καὶ τοῖς ἀθανάτοις ἔνεστιν οὕτως ἐπιφαίνεσθαι καὶ τοιαῦτα ποιεῖν. καὶ τούτοις οὐκ ἔχει τι ἀντειπεῖν ἡ γραῦς. ἐφ' οἷς ἡ Πηνελόπη, ὡς ἤδη συναγοῦσα μὴ Ὀδυσσέα εἶναι τὸν φανέντα, φησίν· ἀλλ' ἔμπης ἴω μετὰ παῖδα ἐμὸν, ὅπως τούς τε κειμένους ἴδω, καὶ ὃς ἔπεφνεν, εἴτε δηλαδὴ καὶ Ὀδυσσεὺς ἐκεῖνος, ὃ καὶ εὐκταῖον ἔστιν αὐτῇ, εἴτε καί τις ἀθάνατος, ὅ περ οὐδ' αὐτὸ ἀπεύξαιτο ἄν. καὶ οὕτω κατέβαινεν ὑπερώϊα. (Vers. 59.) Ἰστέον δὲ ὅτι ἐκ τῶν ῥηθέντων ἐπὶ ἀναποτελέστου μὲν χαρᾶς ῥηθείη ἂν τὸ, μή πω μέγα ἐπεύχεο καγχαλόωσα. ἐπὶ δὲ τῶν ἡδέως ἀκουόντων ἀνέλπιστά τινα ἀγαθὰ καλὸν ῥηθῆναι τὸ, οἶσθα ὡς ἀσπαστὸν φανείη πᾶσι μάλιστα δ' ἐμοί· ἀλλ' οὐκ ἔσθ' ὅδε μῦθος ἐτήτυμος ὡς ἀγορεύεις. ὁ μέντοι μὴ πιστεύων οἷς μανθάνει,