Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.296.1
Not analysed yet
ἀκούσοι ἂν τὸ, θυμὸς δέ τοι αἰὲν ἄπιστος. (Vers. 71.) Ἐσχάρα δὲ καὶ νῦν, ὡς καὶ πολλαχοῦ ἐν τοῖς πρὸ τούτων, τόπος κατὰ τοὺς παλαιοὺς ἔνθα πῦρ καίεται, βωμὸς ἰσόπεδος οὐκ ἐκ λίθων ὑψούμενος. (Vers. 77.) Ἡ δὲ πολυϊδρεία διὰ διφθόγγου ἀεὶ ἔχει τὴν παραλήγουσαν ὡς καὶ ἡ ἀϊδρεία διὰ τὸ ἀναφέρεσθαι τὸ ε κατὰ κλίσιν τοῦ ἴδρις ἴδρεως, ὁποῖόν τι κατὰ κλίσιν οὐδετέρου γένους ἔχει καὶ ἡ ἐλεγχείη καὶ ἡ ἐγχείη, ἃ ἐκ τοῦ ἐλέγχεος καὶ τοῦ ἔγχεος τὴν δίφθογγον ἔχουσι. (Vers. 78.) Τὸ δὲ, περιδώσομαι αὐτῆς, ἀντὶ τοῦ συνθήσομαι, βεβαιώσομαι, καὶ τὸ δημοκοπούμενον στοίχημα θήσω ὑπὲρ ἐμοῦ αὐτῆς, οὗ διασαφητικὸν τὸ, κτεῖναί με οἰκτίστῳ ὀλέθρῳ. ἔστι δὲ περιδώσεσθαι καὶ ἑτέρου τινὸς, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ ἐν τῷ, τρίποδος περιδώμεθον ἠὲ λέβητος. ἐλλειπτικῶς δὲ ἡ τοιαύτη φράσις ἔχει, τὸ γὰρ ἐντελὲς περί τινος δώσειν λόγον ἢ συνθήκην. (Vers. 82.) Τὸ δὲ, θεοῦ δήνεα εἴρυσθαι, ἢ ἀντὶ τοῦ φυλάξασθαι ἤτοι γνῶναι ἀπὸ τοῦ εἰρύω τὸ φυλάσσω, ἢ καὶ ἀντὶ τοῦ ἑλκύσαι, ὡς καὶ τοῦτο φασὶν οἱ παλαιοὶ, ἵνα λέγῃ ὅτι χαλεπὸν ἑλκύσαι εἰς νοῦν ἢ καὶ ἄλλως μεθελκύσαι εἰς ὃ βούλεταί τις τὴν θείαν βουλήν· τοῦτο δὲ ὡς ἀπὸ τοῦ εἰρύω τὸ ἑλκύω. (Vers. 85.) Τὸ δὲ, κατέβαινεν ὑπερῷα, κοινότερον ἐφράσθη ἀντὶ τοῦ ὑπερῴων κατὰ ἀντίπτωσιν. ὀκνηρίαν δέ τινα δηλοῖ τὸ κατέβαινε παρατατικῶς φρασθέν. Εὐρύκλεια μὲν γὰρ πιστεύσασα ἔνδον εἶναι τὸ φίλον αὐτῇ τέκος ἐῤῥωμένως ἀνέβαινεν, ἡ δὲ γυνὴ ἐνδοιάζουσα σχολαίως κάτεισιν. (Vers. 86.) Ὅτι ἀπιστεῖν φανεῖσα τῇ μαίᾳ ἡ Πηνελόπη ἐφ' οἷς ὡς ἐῤῥέθη ἤκουσεν, ὅμως παλαίειν ἄρχεται λογισμοῖς. ὁρμαίνει γὰρ ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι ἢ παραστᾶσα κύσειε κάρη καὶ χεῖρα λαβοῦσα, ὅ ἐστι δεξιωσαμένη. εὐλαβεῖται γὰρ, ὡς εἰκὸς, καὶ τοῦτο κἀκεῖνο οἷα μὴ πρέπον αὐτῇ. καὶ ποιήσει μὲν οὐδέτερον αὐτίκα· αὐτοσχέδιος γὰρ ἡ βουλὴ καὶ οὔ πω ἔγνω τὸ ποιητέον ἡ γυνή· προϊὼν δὲ ὁ ποιητὴς καταστήσει καὶ αὐτὸ πιθανῶς. (Vers. 89.) Ὅτι Πηνελόπη μὲν Ὀδυσσέως ἐναντίον ἕζετο ἐν πυρὸς αὐγῇ τοίχου τοῦ ἑτέρου, ὁ δ' ἄρα πρὸς κίονα μακρὴν ἧστο κάτω ὁρόων κατὰ ἦθος ἀφελὲς δῆθεν ἢ καὶ σύνηθες αὐτῷ, κατὰ τὸ, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, ὅ περ ἐν Ἰλιάδι περὶ αὐτοῦ εἴρηται· καὶ ἄλλως δὲ, ὡς ἐπὶ πείρᾳ, ποτιδέγμενος, εἴ τι μιν εἴποι ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. εἰ δὲ Ὀδυσσεὺς οὕτω διετέθη, πολλῷ πλέον ἡ γυνὴ ἀντιφιλοτιμουμένη πρός γε τὸ σῶφρον. φησὶ γοῦν· ἡ δ' ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν. ὄψει δ' ἄλλοτε μὲν αὐτὸν ἐνωπιδίως ἐσίδεσκε, τολμῶσα τοῦτο διὰ τὸ ἐκεῖνον κάτω βλέπειν, ἄλλοτε δ' ἀγνώσσασκε κακὰ χροῒ εἵματ' ἔχοντα. (Vers. 95.) Καὶ ὅρα ὅπως εἰσέτι καὶ νῦν τὰ ῥάκη ἐμποδὼν ἦσαν καὶ αὐτῇ τῇ γυναικὶ εἰς ἀναγνωρισμόν· καὶ Ὀδυσσεὺς δὲ μετ' οὐ πολλὰ ἐρεῖ ἀτιμάζεσθαι ὑπὸ τῆς γυναικὸς ὡς καὶ ῥύπον ἔχων καὶ κακὰ ἐνδεδυμένος. (Vers. 89.) Τὸ δὲ, ἐν πυρὸς αὐγῇ, ἀντὶ τοῦ ἔνθα σέλας ἀφίει τὸ πῦρ· οὐ μὴν πρὸς αὐτῷ τῷ κατὰ τὴν ἐσχάραν πυρὶ, ἔνθα ὡς εἰκὸς ὁ πτωχικὸς Ὀδυσσεὺς ἕζετο. (Vers. 90.) Τὸ δὲ, τοίχου τοῦ ἑτέρου, ἑρμηνεία ἐστὶ τοῦ, ἕζετο ἐναντίον. (Vers. 91.) Τὸ δὲ, κάτω ὁρόων, ἢ διὰ προσποίητον εὐλάβειαν ἢ καὶ μᾶλλον, ἵνα μὴ ἐκ τῶν ὀφθαλμῶν ῥᾷον γνωρισθῇ, ἐξ ὧν καὶ ἡ μαῖα φθάσασα ἔσχε γνώρισμα ὡς ἐκείνη ἐνέφηνεν ἐν τῷ, οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι, ὡς σὺ δέμας ἐκείνῳ ἔοικας καὶ ἑξῆς. (Vers. 92.) Ἰφθίμη δὲ παράκοιτις ταυτὸν ἂν εἴη τῷ, δαΐφρων Πηνελόπη, ὅ ἐστιν ἀνδρεία. (Vers. 93.) Τὸ δὲ ἄνεω σημειῶδες ἐστὶν ἐπίῤῥημα ὄν· καὶ δίδωσιν ὑπόνοιαν καὶ τὸ, οἱ δ' ἄνεω ἦσαν, τοιοῦτον εἶναι, καθὰ καὶ τὸ, Ἀθηνᾶ δ' ἀκέων ἦν, δοκεῖ ἐπίῤῥημα εἶναι διὰ τὸ ἀκέων δαίνυσθε. (Vers. 94.) Τὸ δὲ ἐνωπιδίως ἀντὶ τοῦ κατ' ὄψιν, ἵνα λέγῃ ὅτι ἄλλοτε μὲν περιεργότερον ἐντρανίζουσα καὶ κατασκοποῦσα ἐπεγίνωσκεν, ἄλλοτε δὲ ἠγνόει. Τὸ δὲ ἐνωπιδίως γράφεται μάλιστα ἐνωπαδίως καὶ γίνεται ἐκ τοῦ ἐνῶπα, ἐξ οὗ καὶ τὸ κατενῶπα ἐν Ἰλιάδι. Τὸ δὲ, ἐνωπαδίως ἐσιδεῖν, μετ' ὀλίγα καὶ εἰς ὦπα ἰδέσθαι ἐναντίον φησί. (Vers. 95.) Τὸ δὲ ἀγνώσσασκε λέξις καὶ αὐτὸ ἰδία ποιήσεως γινομένη ἐκ τοῦ γνῶ γνώσω, ἐξ οὗ ἐνεστὼς γνώσσω, ὡς τὸ κνώσσω καὶ τὰ τοιαῦτα, καὶ παραγώγως γνωσσάσκω, ἐξ οὗ κατὰ στέρησιν τὸ ἀγνώσσασκεν. (Vers. 97.) Ὅτι μεθοδεύσας ὁ ποιητὴς τὴν κατ' ὄψιν ἐντυχίαν τοῦ Ὀδυσσέως καὶ τῆς γυναικὸς καινότερον φυλάττει κἀνταῦθα τὸν Ὀδυσσέα τλήμονα καὶ λαλοῦντα μηδὲν, καὶ θέλει μὲν ἡ γυνὴ φανῆναι τοιαύτη, ἐπεὶ δὲ οὐκ ἦν, οὕτω πεφυλαγμένης ἀμφοῖν τῆς ἐνστάσεως, ὁμιλῆσαι αὐτοὺς ἀλλήλοις, πλάττει μεσιτεύοντα τῇ ὁμιλίᾳ τὸν παῖδα καὶ λαλοῦντα τῇ μητρὶ καὶ αὐτὴν αὖθις τῷ παιδὶ καὶ τρίτον ἐπ' αὐτοῖς ἀναγκαίως τὸν Ὀδυσσέα. καὶ οὕτω προβαίνει πιθανῶς καὶ εὐμεθόδως τὰ ἐφεξῆς. (Vers. 99.) οὐκ ἄλλως μέντοι