Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.31.1
Not analysed yet
Ἰθακησίων τούτων ποινὴν, οὐ μόνον ὡς ταυτιζόμενός ποτε τῷ Ἡλίῳ κατὰ τὸ, ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων, ἔτι δὲ καὶ ὡς χαριζόμενος τῷ ὁμοίῳ, εἱμαρμένη γάρ τις θεωρεῖται καὶ κατὰ τὸν Ἥλιον καθὰ καὶ παρὰ τῷ Διῒ, ὡς πολλαχοῦ δηλοῖ ὁ ποιητὴς, ἀλλὰ καὶ διότι ὅπλα ἔχει προσφυῆ τῷ μέλλοντι κακῷ, κατὰ τὸ, τὰ ἃ κῆλα πιφασκόμενος. κῆλα δὲ Διὸς τὰ περὶ τὸν ἀέρα δείματα, ὧν καὶ ὁ κεραυνὸς ὁ τὴν τοῦ Ὀδυσσέως ὀλέσας νῆα. περὶ ἧς σημειωτέον ὡς εἰ καὶ εἰς πλοῖον ἡ ναῦς ἑρμηνεύεται, ἀλλ' Ὁμήρῳ ἡ τοῦ πλοίου λέξις οὐκ ἔγνωσται. καὶ ὅτε δὲ πλοῖον εὑρέθη λέγεσθαι, διαφορὰ ἦν τῶν λέξεων. Ἐρένιος οὖν Φίλων διαφέρειν φησὶ νῆας πλοίων κατὰ Δίδυμον. τὰ μὲν γὰρ στρογγύλα, αἱ δὲ στρατιώτιδες. εἰς ὃ φέρει καὶ χρῆσιν Ἀριστοτέλους ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς αὐτὸν μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς τε καὶ στρατιωτικοῖς. Ἰστέον δὲ ὅτι πολλαχοῦ μὲν ὁ μῦθος πλάττει τοὺς παρ' αὐτῷ θεοὺς ποιοῦντας καὶ ἀφ' ἑαυτῶν πολλὰ δυναστευτικῶς καὶ αὐτονόμως. ἔστι δὲ οὗ κατὰ μίμησιν τῶν ἐν ἀνθρώποις ποιεῖ ἐκείνους καὶ ἐν κοινῷ σκεπτομένους τὸ ποιητέον. καὶ τὰ μὲν τῆς Ἰλιάδος ἐκδηλοῦται. ἡ δὲ Ὀδύσσεια οὐ προοιμίων εὐθὺς τὴν Ἀθηνᾶν ἔχει μὴ δίχα τοῦ πατρὸς Διὸς ποιοῦσαν τὰ ὑπὲρ Ὀδυσσέως. ἰδοὺ δὲ καὶ ὁ Ἥλιος ἐν κοινῷ κατηγορεῖ τῶν λυπησάντων καὶ ἀκούει τὸ γενησόμενον. καὶ μετ' ὀλίγα δὲ ὁ Ποσειδῶν κατάῤῥησιν τῶν Φαιάκων ποιήσεται ὡς περισωσαμένων τὸν ἐχθρὸν Ὀδυσσέα, καὶ ἐπιτρέπεται τὰ κατ' ἐκείνων. (Vers. 383.) πάνυ δὲ ἀφελὲς ἐνταῦθα τὸ τοῦ μυθικοῦ Ἡλίου ἦθος καὶ ἀκκιστικὸν, εἰ διὰ βόας ἑαυτὸν συστελεῖ τοῦ λάμπειν καὶ, ὡς εἰπεῖν, ταρταρώσει γεγονὼς ὑπόγαιος. ὅ περ ὁ Κρόνος καὶ οἱ περὶ αὐτὸν οὐχ' ἑκόντες ἐποίησαν ἀλλὰ πρὸς βίαν ἔπαθον. καὶ ἔστιν εὐηθικὸν τὸ μικρᾶς λύπης ἀνθελέσθαι μέγα κακόν. πιθανεύεται δὲ ὅμως ἡ ποίησις τὴν μεγίστην ταύτην λύπην, ὡς ἂν ἀκολούθως μέγα κακὸν τοῖς βουφάγοις γένηται καὶ ἀντιτίσωσι τῶν φιλτάτων Ἡλίῳ βοῶν τὰς οἰκείας ψυχάς. (Vers. 380.) Ἀστερόεις δὲ οὐρανὸς ὁ ἀστέρας ἔχων, τύπῳ δηλαδή τινι περιεκτικῷ. ὅτε δέ που θώραξ ῥηθείη ἀστερόεις ἢ ἄλλο τι τοιοῦτον, τὸν λαμπρὸν δηλοῖ τροπικῶς. τοιούτου δὲ λόγου καὶ τὸ παραβολικῶς ἀστέρι ἐναλίγκιον εἰπεῖν τινὰ ἢ στεροπῇ ἐοικέναι, καὶ ὅσα τοιαῦτα. (Vers. 381.) τί δὲ τὸ προτραπέσθαι τὸν Ἥλιον ἐπὶ γαῖαν ἐξ οὐρανοῦ, προδεδήλωται. (Vers. 382.) Ἐπιεικέα δὲ ἀμοιβὴν τὴν ἐοικυῖαν φησὶ καὶ ἀναλόγως πρέπουσαν. οὐδαμοῦ γὰρ οἶδεν ἐπὶ πρᾳότητος τὸ ἐπιεικές. Ἀμοιβὴν δὲ νῦν τὴν ποινὴν λέγει, εἰ καὶ ἄλλως οἱ περὶ Εὐρύλοχον ὑπέσχοντο ἑτεροίαν ἀμοιβὴν ὑπὲρ τῶν βοῶν, ἤγουν ναοῦ τε κατασκευὴν καὶ ἀναθημάτων πολλῶν καὶ ἐσθλῶν, εἰ περισωθῶσιν οἴκαδε. (Vers. 385.) Ἰστέον δὲ ὅτι ὁπηνίκα λαμπρός τις ἀνὴρ καὶ πολύχρηστος λελυπημένος ἀπαγαγεῖν ἑαυτὸν ἐκ τοῦ μέσου μελετᾷ εἰς παράβυστον, εἰκὸς ἐπ' αὐτῷ προσαρμόσαι ἢ κατὰ παρῳδίαν ἢ καθ' ἕτερόν τινα τρόπον ῥητορικῶς τὴν τοῦ Ἡλίου τε ἀπειλὴν καὶ τὴν τοῦ Διὸς παραμυθίαν, ἵνα τις δυσχεραίνων εἴπῃ περὶ τοῦ τοιούτου, μὴ χρῆναι δῦναι τοιοῦτον Ἥλιον καὶ ἀποκρύψαι τηλικοῦτον φῶς καὶ ἀλαμπῆ τὰ κατὰ τὸν τόπον ἐκεῖνον ἐάσαι, ἀλλὰ φαείνειν ἐπὶ ζείδωρον ἄρουραν, καὶ εἴ τι ἕτερον τοιοῦτον ὑποβαλεῖ ἡ κατὰ τέχνην μέθοδος. (Vers. 389.) Ἰστέον δὲ καὶ ὅτι χαίρων μὲν τοῖς μύθοις ὁ ποιητὴς, ὑπειδόμενος δὲ ἀπορίαν ἐνταῦθα, ὡς ἐροῦντος τινὸς πόθεν Ὀδυσσεὺς εἰδὼς, λέγει τὰ κατὰ τὸν Ἥλιον καὶ τὸν Δία οἷς αὐτὸς οὐ παρέτυχε, τὸν μὲν μῦθον οὐκ ἀνατρέπει, τὸ δὲ ἀπορούμενον ἀπίθανον θεραπεύων λύει, εἰπόντος Ὀδυσσέως οὕτως· ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς, ἡ δ' ἔφη Ἑρμείαο αὐτὴ ἀκοῦσαι. δῆλον δ' ἐκ τούτου, ὅτι τε ἡ Καλυψὼ καὶ ὅσαι κατ' αὐτὴν οὐδήεσσαι οὐκ οἴδασι τὰ τῶν θεῶν εἰ μή τις ἐκεῖθεν ἐλθὼν αὐτὰ εἴπῃ, καὶ ὅτι καὶ τὰ ἄλλα, ὅσα εἰκὸς μὴ αὐτόθεν εἰδέναι τὸν Ὀδυσσέα, ἐκ τῆς Καλυψοῦς καὶ τῆς Κίρκης ἔχει μαθών. οὕτω γὰρ καὶ τὴν Ἀρτακίαν ἐῤῥέθη κρήνην εἰδέναι καὶ τὸν Ἀντιφάτην Λαιστρυγόνα καὶ ὡς θυγατέρα ἐκεῖνος εἶχε, καὶ ὅτι δὲ οἱ Κύκλωπες παίδων καὶ γυναικῶν ἐθεμίστευον, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον. (Vers. 385.) Περὶ δὲ τοῦ φαείνω καὶ τῶν κατ' αὐτὸ, εἰ καὶ σποράδην πολλὰ δηλοῦνται, ὅμως οὐκ ἄχαρι συλλαβεῖν ἐνταῦθα τὰ πλείω εὐκρινῶς ὡς οἷόν τε οὕτω. τοῦ φαείνω, ἐξ οὗ δύναται εἶναι καὶ τὸ φαεινὸν, πρωτότυπόν ἐστι τὸ φάω. οὗ εὕρηται παρατατικὸς ἐν χρήσει. ἐκεῖθεν δὲ πλεονασμῷ τοῦ υ φαύω Αἰολικῶς, ὅθεν ἡ φαῦσις. τοῦ δὲ τοιούτου φάω παράγωγον ῥῆμα μὲν φαέθω, ἐξ οὗ καὶ Φαέθων τὸ κύριον, ὄνομα δὲ τὸ φάος καὶ τὰ παρ' αὐτὸ, ὧν καὶ ἡ Πασιφάη. ἐν οἷς καὶ τὸ φάλιον, ὅ πέρ ἐστι λαμπρὸν, καὶ ὅσα