Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.32.1
Not analysed yet
παρ' αὐτό. ἐκ δὲ τοῦ, ὡς ἐῤῥέθη, φάω ῥήματος συνῄρηται τὸ φῶ τὸ σύστοιχον τῷ φωτὶ, δοκοῦν αὐτὸ τρίτης εἶναι συζυγίας τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ φάσκω φαίνεται. καὶ τοιοῦτον μὲν τὸ δεδηλωμένον φάω καὶ φῶ. ἔστι δὲ καὶ ἕτερον φῶ, κατάρχον τοῦ φένω καὶ τοῦ φόνος καὶ τῶν ὅσα ἐκ τούτων. μυρία δὲ ἐκεῖνα. τὸ δὲ φῶ τοῦτο, προσλήψει τοῦ θ γενόμενον φθῶ, γεννᾷ τὸ φθείρω καὶ τὸ φθίνω καὶ τὰ τούτων παράγωγα, πολλὰ καὶ αὐτὰ ὄντα. τοῦ δ' αὐτοῦ φῶ παράγωγον τὸ φάζω. ἐξ οὗ ἀρηΐφατος ὁ ἐν μάχῃ φονευθεὶς, καὶ ἐπίσφατος πλεονασμῷ συνήθει τοῦ σ, ὁ ὀλέθριος παρὰ τὸ πεφάσθαι, οὗ χρῆσις ἐν τῷ, τρεῖς ἑνὸς ἀντιπεφάσθαι, καὶ νεκρὸς πρόσφατος ὁ ἐγγὺς χρόνῳ ἤγουν ἐκ νέου πεφονευμένος. αὐτοῦ δὲ καὶ δύο παθητικοὶ παρακείμενοι, ὁ μὲν εἷς μετὰ τοῦ σ, οὗ μετοχὴ πεφασμένος ταῦρος ὁ παρὰ Λυκόφρονι, καὶ ἕτερος δίχα τοῦ σ ἔχων τρίτον πληθυντικὸν, τὸ πέφανται, οἷον, πλέοντες σόοι ἠὲ πέφανται ἤγουν ἐφονεύθησαν. ὅτι δὲ τὸ δηλωθὲν φάζω προσθέσει τοῦ σ σφάζω γίνεται, καὶ ὡς ἐξ αὐτοῦ σὺν ἄλλοις μυρίοις καὶ ἡ διασφὰξ, δῆλον ἐκ τῶν παλαιῶν. ἔτι φάω φῶ λέγεται καὶ τὸ λαλῶ τὸ πρωτότυπον τοῦ φημί. ἐκεῖθεν δὲ φάσις ὁ λόγος καὶ πρόφασις καὶ τὰ ἐξ αὐτῶν. καὶ φατὸς καὶ φατειὸς ὁ λεκτός, καὶ πρόφατος ὁ πρὸ ὀλίγου φατὸς, ἄλλος οὗτος παρὰ τὸν δεδηλωμένον πρόσφατον νεκρόν. τοῦ δὲ φῶ ἤτοι λέγω πρόεισι καὶ τὸ φαίνω τὸ ἁπλοῦν τοῦ ἀποφαίνω καὶ τῆς ἀποφάνσεως, ἕτερον ὂν αὐτὸ παρὰ τὸ φαίνω τὸ λάμπω, οὗ τρίτον ἑνικὸν παθητικοῦ παρακειμένου τὸ, τέλος δ' οὔπω τι πέφανται, ἤγουν ἐφάνη, ἐξέλαμψεν. οὗ διαφέρει πάντως τὸ, κλεινὸν ἔπος πέφανται παρὰ Σοφοκλεῖ ἀντὶ τοῦ ἀπεφάνθη ἐγνωματεύθη. ἔτι τοῦ φῶ τὸ λέγω παράγωγον τὸ φάσσω ὡς βράσσω· χρῆσις δὲ αὐτοῦ σύνθετος ἐν τῷ ἀλλοφάσσειν, ὅ περ ἐν τῷ Ἰλιακῷ ἐπιταφίῳ παρασεσημείωται. ἔτι ἐκ τοῦ φῶ τὸ φαίνω καὶ τοῦ φῶ τὸ λέγω παράγωγα φάσκω, καὶ ἐπενθέσει τοῦ υ φαύσκω, καὶ ἀναδιπλασιασμῷ φιφάσκω, καὶ μεταβολῇ τοῦ δασέως εἰς τὸ ἀντίστοιχον αὐτοῦ ψιλὸν πιφαύσκω, ἤγουν φαίνω ἐπιδεικνύμενος, ἢ λέγω. χρῆσις δὲ ἀμφοῖν πολλαχοῦ. ὡς δὲ ἐκ τοῦ φῶ καὶ τὸ φράζειν ἐστὶ, προδεδήλωται ἐν τῇ α ῥαψῳδίᾳ. (Vers. 392.) Ὅτι ἐν τῷ, Νείκεον ἄλλοθεν ἄλλον ἐπισταδὸν, ἀντὶ τοῦ ἑστηκότως, εἴ πέρ ἐστιν οὕτω ἓν ἀνθ' ἑνὸς φράσαι. πλείων δὲ ἐν ἄλλοις ἡ χρῆσις τοῦ ἐπισταδὸν ἀντὶ τοῦ ἐπιστημόνως. ἔστι δὲ τοῦτο μὲν ἐκ τοῦ ἐφίστασθαι, ἐκεῖνο δὲ ἐκ τοῦ ἐπίσταθαι. (Vers. 393.) Ὅτι ἀμηχανίας δηλωτικὸν τὸ, οὐδέ τι μῆχος εὑρέμεναι δυνάμεθα. κεῖται δ' ἐνταῦθα καὶ τὸ τεθνάναι ἐπὶ βοῶν. ἐπάγει γάρ· βόες δ' ἀποτέθνασαν ἤδη. (Vers. 394.) Ὅτι τέρατα προὐφαίνοντο τοῖς Ὀδυσσέως ἑταίροις ἐν τῇ τῶν βοῶν τοῦ Ἡλίου σφαγῇ τοιαῦτα· εἷρπον μὲν ῥινοί. κρέα δ' ἀμφ' ὀβελοῖς ἐμεμύκει ὀπταλέα τε καὶ ὠμά. (Vers. 396.) εἶτα ἑρμηνεύων τὸ ἐμεμύκει καὶ διαστέλλων αὐτὸ ἀπὸ τοῦ δηλοῦντος τὸ ἔμυσεν ἐπάγει· βοῶν δ' ὣς γίνετο φωνή. ἔστι γὰρ μυκηθμὸς φωνὴ βοός. Ὅρα δὲ ὡς καὶ ὁ ποιητὴς παρασημειοῦται τέρατα εἶναι τὰ ῥηθέντα. διὸ καὶ ὡς πάνυ τερατώδη λαβὰς γελοιασμοῦ δέδωκε τοῖς παίζειν ἐθέλουσιν. δῆλον δὲ ὅτι τὸν τοῦ συνειδότος ἔλεγχον ταῦτα ἐμφαίνουσι. καθ' ὃν ἀνειδωλοποιοῦντες τὰ γεγονότα οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰ ῥηθέντα φαντάζονται. ἡ δὲ καθ' Ἡρόδοτον ἱστορία δηλοῖ ὅμοιόν τι τέρας καὶ αὐτὴ, φαμένη ὅτι ἐν τοῖς Περσικοῖς τάριχοι που ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπερον ὡς νεάλωτοι ἰχθύες. ἐδήλουν δέ, φησιν, ἐκεῖνοι περὶ τὸν τόπον ἔνθα τὸ τέρας ἦν, ὅτι Πρωτεσίλαος καὶ τεθνεὼς καὶ τάριχος ὢν δύναται βλάψαι τὸν ἀδικοῦντα. οὐ τοιαύτη μέντοι καὶ νῦν δήλωσις τῶν τεράτων ἐστὶν, ἀλλ' ἔνδειξις ποινῆς τῆς ὑπὲρ τῶν βοῶν. ἐν τούτοις δὲ φαίνεται Ὀδυσσεὺς μὴ ἀπογεύσασθαι καὶ αὐτὸς τῶν βοῶν, διὸ καὶ περιεσώθη. (Vers. 398.) ἐρεῖ γάρ· ἑξῆμαρ μὲν ἑτάροι δαίνυντο, οὐ μὴν δαινύμεθα. (Vers. 400.) Ὅτι ἀνάπλου εὐδιεινοῦ φράσις τὸ, καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων. ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ, ἱστὸν στησάμενοι, ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες. (Vers. 401.) Τοῦ δὲ ἐνήκαμεν ὁ μέλλων πρὸ βραχέων ἐῤῥέθη ἐν τῷ, ἐνήσομεν εὐρέϊ πόντῳ. Ὅτι ἀχανὲς ὑπογράφων πέλαγος ὁ ποιητὴς καὶ πλοῦν κινδυνώδη, φησίν· (Vers. 403.) ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν οὐδέ τις ἄλλη φαίνετο γαιάων ἀλλ' οὐρανὸς ἠδὲ θάλασσα, δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων νηὸς ὑπὲρ γλαφυρῆς. (Vers. 406.) ἤχλυσε πόντος ὑπ' αὐτῆς, τουτέστιν, ἀχλύος ἐπλήσθη. (Vers. 407.) ἡ δ' ἔθει, τουτέστιν ἔθεεν, οὐ μάλα πολλὸν ἐπὶ χρόνον. αἶψα γὰρ ἦλθε κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων. ἱστοῦ δὲ προτόνους ἔῤῥηξεν ἀνέμοιο θύελλα ἀμφοτέρους. ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυντο. ὁ δ' ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν. σὺν