Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.318.1
Not analysed yet
καλεῖ καθὰ καὶ ἐν τοῖς πρὸ τούτων· ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν Κέρβερον ἀνήγαγε. Πῶς δέ, φασι, καὶ πέτρα Λευκὰς πρὸς τοῖς τοῦ Ἅιδου ἀφεγγέσι τόποις; ἡ λύσις, ὅτι πρὸς τοῖς ἔτι πεφωτισμένοις μέρεσι κεῖσθαι δεῖ νοεῖν αὐτὴν, ὡς καὶ προείρηται. Ἔτι γελοῖον φασὶ μεθ' οὕτω πολὺν χρόνον ἄχνυσθαι τὴν Ἀγαμέμνονος ψυχὴν ὡς προσφάτως θανοῦσαν καὶ τοῖς ἑταίροις συνολοφύρεσθαι· ἡ λύσις, ὅτι πρὸς αὐτῷ τῷ θανάτῳ τοιοῦτος ὢν ὁ Ἀγαμέμνων φυλάσσει διὰ τέλους τὸ οὕτω φαίνεσθαι· ταῖς γὰρ ψυχαῖς κατὰ τὸν ποιητὴν τὰ τῶν ἄνω παθημάτων εἴδωλα καὶ κάτω διηνεκῶς ἐμφαντάζονται, καθὰ καὶ ἡ πρώτη νεκυία ἐδήλωσεν. Ἔτι μέμφονται τὸ τὰς Μούσας αὐτὰς παρεῖναι τῷ θρήνῳ τοῦ Ἀχιλλέως, ὡς πρὸ ὀλίγων δεδήλωται· οὐχ' Ἑλληνικὸν γάρ φασι τοῦτό γε, ἀλλὰ βαρβαρικόν. διὸ Ἕκτορι μὲν παρακάθηνται θρήνων ἀοιδοὶ, οὐ μὴν καὶ Πατρόκλῳ τῷ πάνυ κλαυσθέντι τοῖς Ἀχαιοῖς. καὶ τὸ λέγειν δὲ περὶ ὀκτωκαιδεκάτην ἡμέραν πυρκαϊᾷ τὸν Ἀχιλλέα δοθῆναι ἀγνοοῦντος ἐστί, φασι, τὴν Ὁμήρου περὶ ταφὰς δόξαν· παρ' ᾧ, θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω, φησὶ Πάτροκλος. πῶς δέ, φασι, καὶ ἐπιμίγνυνται τοῖς νεκροῖς οἱ μνηστῆρες, ὅπου Πάτροκλον οὐκ ἐῶσι μίσγεσθαι ἄταφον ὄντα; καὶ τοιαῦτα τινὰ παίξαντες οἱ ταῦτα φιλοκρινοῦντες καὶ ἀπορίας διασπαράξαντες, εἶτα καὶ λύσεσιν οἷον συνουλώσαντες, προσίενται ὅμως καὶ τὴν νεκυίαν ταύτην, ἀποδεχόμενοι αὐτῆς καὶ ὅτι τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως διέξεισι τὸν ἐν Ἰλιάδι σεσιγημένον, καὶ ὅτι ἐπαναλαμβάνει ὁπόσα τῆς ποιήσεως ταύτης οὐκ ἔφθη ὁ ποιητὴς ἀνακεφαλαιώσασθαι, τὰ κατὰ τὴν Πηνελόπην δηλαδὴ, ὡς ἐῤῥέθη, καὶ τὴν τοῦ Ὀδυσσέως λαθραίαν ἐπάνοδον. (Vers. 204.) Ὅτι περιφράζων τὸν Ἅιδην Ἀΐδαο δόμους λέγει καὶ κεύθεα γαίης. ταυτὸν δὲ γῆς κευθμῶνας εἰπεῖν. (Vers. 205.) Ὅτι ἐν τῷ, ἐκ πόλιος κατέβαν, τάχα δ' ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ἐφ' ὑψηλοῦ τινὸς τόπου κεῖσθαι τὴν Ἰθάκην φαίνεται, ὡς δηλοῖ τὸ κατέβαν. τοῦτο δὲ δῆλον καὶ ἐκ τοῦ ὑπὲρ πόλιος Ἑρμαίου λόφου, ὃς πρὸ τούτων εἴρηται. (Vers. 206.) Τὸ δὲ καλὸν ἢ πρὸς τὸ ἀγρὸν κολλητέον, ἵνα εἴη καλὸς οὗτος ἀγρὸς ὁ τοῦ Λαέρτου, ἢ πρὸς τὸ τετυγμένον, ἵνα λέγῃ, καλὸν τετυγμένον, πρὸς ὁμοιότητα τοῦ, εὖ τετυγμένον, εἴτουν εὔτυκτον. ὃν καὶ ἠρέμα ὑπεκφράζων ἐνταῦθα κατά γε μόνην τὴν κατοίκησιν ὁ ποιητὴς λέγει· ὃν δή ποτε αὐτὸς (Vers. 207.) Λαέρτης κτεάτισσε, τουτέστιν ἐκτήσατο οὐ κατὰ λόγον ὤνου, ἀλλ' ἐπειδή, φησι, μάλα πόλλ' ἐμόγησε κατὰ βίον ἁπλοῦν ἡρωϊκόν. τὸ δὲ τοιοῦτον μόγημα καὶ πολυδένδρεον κατέστησε τὸν τοιοῦτον ἀγρὸν, ὡς πρὸ ὀλίγων εἶπεν Ὀδυσσεύς. (Vers. 208.) ἔνθα οἱ, φησὶν, οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντῃ, ὁποῖά τι χαράκωμα τῶν ἐντὸς ἢ καὶ ἑρκίον ἐπαύλεως. (Vers. 209.) ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῦς πέλεν, ἣ δὴ γέροντα (Vers. 212.) ἐνδυκέως κομέεσκεν ἐκεῖ ἐπ' ἀγροῦ. πρωτότυπον δὲ τὸ κομέεσκε καὶ τὸ κομεῖν τοῦ κομίζειν· ὅθεν κομιδὴ ἡ ἐπιμέλεια. (Vers. 208.) Ἐν δὲ τῷ, περὶ δὲ κλίσιον θέε πάντῃ, τουτέστι περιέθεε καὶ κύκλῳ ἦν, σημείωσαι ὡς οὐκ ἐξ ἀνάγκης τὰ διαλελυμένα ταυτὰ τοῖς συνθέτοις εἰσὶν, ὡς μυριαχοῦ φαίνεται. ἰδοὺ γὰρ περιθέει μὲν πάντῃ κλίσιον ἐνταῦθα, οὐκ ἂν δὲ λεχθείη θόλος κατὰ τὸν ἐν τῷ οἴκῳ τοῦ Ὀδυσσέως, ὃς καὶ αὐτὸς ἐκ τοῦ θέειν καὶ τοῦ ὅλον σύγκειται, ὃ ταυτόν πώς ἐστι τῷ περιθέειν πάντῃ. κλίσιον δὲ οἰκετικὸς οἶκος ἐστὶν εὐτελὴς καὶ οἷόν τις κλισία, περὶ ἣν δμῶες ἴαυον. παρὰ μέντοι Ἀττικοῖς τὸ κλίσιον ἁμαξῶν καὶ ζευγῶν ἐστὶ δεκτικὸν, ὃ λέγεται τοὺς Ῥωμαίους παρὰ τὴν στάσιν σταῦλον καλεῖν. Δίωνι μέντοι τῷ καλῷ τὴν γλῶσσαν δοκεῖ κλίσιον εἶναι τὸν σταθμὸν τῶν προβάτων, ὁποία ἡ κοινῶς λεγομένη σκεπαστή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, παρ' οἷς καὶ διὰ διφθόγγου καὶ διὰ μόνου δὲ διχρόνου ἡ τῆς λέξεως ἄρχουσα εὕρηται, κεῖνται καὶ ταῦτα· κλείσιον, θυρεὼν ἐν ᾧ καὶ ζεύγη ἵσταται. καὶ κλεισίαι, αὔλειοι πυλῶνες, πλατεῖαι θύραι δι' ὧν καὶ ζεύγη εἰσέρχονται. Αἴλιος δὲ Διονύσιος κλεισίον φησὶν ὡς κλειδίον, καὶ ὅτι θυρὼν τοῦτο μέγας, καὶ κλεισίαι αἱ τούτου θύραι πλατεῖαι καὶ εἰς τὸ ἐκτὸς ἀνοιγόμεναι. ἐν ἑτέρῳ δὲ γράφει, ὅτι κλίσιον Ἀμερίας τὸ πρόστῳον ἴσως παρὰ Ἴωσιν, ὡς καὶ Ὅμηρος, περὶ δὲ κλείσιον θέε πάντῃ· παρὰ δὲ Ἀττικοῖς κλείσιον ὁ μέγας θυρών. καὶ μή ποτέ, φησι, τοῦτο μὲν ἐκτείνεται καὶ παροξύνεται, ἐκεῖνο δὲ συστέλλεται καὶ προπαροξύνεται. καὶ τοιαῦτα μὲν τὰ τῶν ὕστερον. Ὅμηρος δὲ δουλικὸν σαφῶς οἶκον ἐμφαίνει, τὸ παρ' αὐτῷ κλείσιον ἑρμηνεύων οὕτως· (Vers. 209.) ἐν τῷ σιτέκοντο καὶ ἑξῆς. Τὸ δὲ ἴαυον