Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.319.1
Not analysed yet
κἀνταῦθα γενικῶς τὴν περί τι διατριβὴν δηλοῖ. δόξειε δ' ἂν καὶ τοῦ κοιμᾶσθαι νῦν ὡς ἐκ μέρους εἶναι δηλωτικόν. (Vers. 210.) Δμῶες δὲ ἀναγκαῖοι οἱ κατὰ τὴν Ὁμηρικὴν ἑρμηνείαν φίλα ἐργαζόμενοι. ἐν μέντοι τοῖς ἑξῆς (Vers. 499.) ἀναγκαῖοι πολεμισταὶ Λαέρτης καὶ Δολίος, οἳ καὶ πόλιοί περ ἐόντες τεύχεα ἔδυναν, οὐ μόνον οἱ χρειώδεις ὡς νῦν, ἀλλὰ καὶ οἱ κατ' ἀνάγκην πολεμοῦντες. (Vers. 211.) Ἡ δὲ ῥηθεῖσα Σικελικὴ γραῦς κεῖται καὶ λούουσα τὸν δεσπότην ἐν τοῖς ἑξῆς. τίς δὲ διαφορὰ Σικελοῦ καὶ Σικελιώτου, προδεδήλωται ὅπου καὶ τῆς Σικελῆς ταύτης γραὸς μνεία τις γέγονεν. (Vers. 214—320.) Ὅτι καθάπαξ ὁ Ὀδυσσεὺς γλυκανθεὶς τῇ τῶν οἰκείων ἀποπείρᾳ οὐδὲ τῷ πατρὶ αὐτόθεν ἐθέλει ἀπεριέργως γνωρισθῆναι, μεθοδεύσας δὲ διάπειραν σχεῖν καὶ αὐτοῦ τοὺς μὲν ἀμφ' αὑτὸν στέλλει δεῖπνον τάχυ συῶν ἱερεῦσαι ὅ τις ἄριστος· αὐτὸς δὲ πειρήσομαί, φησι, πατρὸς ἡμετέροιο, εἴ με ἔτι γνοίη καὶ φράσσεται ὀφθαλμοῖσιν, ἢ ἀγνοίησι πολὺν χρόνον ἀμφὶς ἐόντα. καὶ δίδωσιν αὐτοῖς εὐθὺς καὶ τὰ πολεμικὰ τεύχεα, καὶ αὐτοὶ μὲν ἔρχονται δόμονδε ποιήσοντες ὡς ἐκέλευεν Ὀδυσσεύς. ὁ δὲ ἐγγὺς ἔρχεται πολυκάρπου ἀλωῆς πειρητίζων, τουτέστι πειρασόμενος, ἀντὶ μέλλοντος γὰρ ὁ ἐνεστὼς καὶ νῦν κεῖται. καὶ Δολίος μὲν καὶ οἱ αὐτοῦ παῖδες αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντο, ἡγεμονεύοντος αὐτοῖς τοῦ γέροντος Δολίου, τουτέστιν ἐπιστατοῦντος τοῖς υἱοῖς εἰς τὸ ἔργον. τὸν δ' οἶον πατέρα εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ὃν καὶ ἐμφράζων ὡς οἷα τινὰ ἐπιμελητὴν ἀγροῦ ἐπάγει· λιστρεύοντα φυτὸν, ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο γραπτῦς ἀλεείνων, χειρίδας τ' ἐπὶ χερσὶ βάτων ἕνεκα, αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε πένθος ἀέξων. τὸν δ' ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, οὐκέτι κἀνταῦθα πολύτλας ἦν, ἀλλὰ στὰς ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε καὶ μερμήριξε μὲν κῦσαι καὶ περιφῦναι ἑὸν πατέρα καὶ ἕκαστα εἰπεῖν. ἔδοξε δ' ὅμως αὐτῷ κέρδιον εἶναι, πρῶτα κερτομίοις ἐπέεσσι πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ· καὶ ὁ μὲν κάτω ἔχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν, ὁ δὲ παριστάμενος, ὦ γέρον, ἔφη, οὐκ ἀδαημονίη σε ἔχει ἀμφιπολεύειν ὄρχατον, ἀλλ' εὖ τοι κομιδὴ ἔχει, ἡ τοῦ κήπου δηλαδὴ, οὐδέ τι πάμπαν οὐ φυτὸν οὐ συκῆ οὐκ ἄμπελος οὐ μὲν ἐλαίη οὐκ ὄγχνη οὐ πρασίη τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ· αὐτόν σε οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλ' ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι, τουτέστιν ἐνδέδυσαι. εἶτα ἐπιπλέκων πάλιν ἔπαινον λέγει· οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκεν οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος, ἤγουν κατ' ὄψιν οὐ δοῦλος φαίνῃ, βασιλῆϊ γάρ, φησιν, ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἐπὶ δὲ τούτοις ἐρωτᾷ, τίνος δμώς ἐστιν ἀνδρῶν, τίνος δὲ ὄρχατον ἀμφιπολεύει, καὶ ἔτι, εἴ περ οὗτος ὁ ἐρωτῶν αὐτὸν δηλαδὴ ξένος μὴ ἀλλαχοῦ γῆς ἀλλ' ἐν Ἰθάκῃ ἐστὶν, ὥς μοι, φησὶν, ἔειπεν οὗτος ἀνὴρ νῦν δὴ ξυμβλημένος, οὔ τι μάλ' ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν καὶ ἐπακοῦσαι ἀμφὶ ξείνῳ ἐμῷ, εἴ που ζώει τε καὶ ἐστὶν, ἢ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, ἐστὶ δηλαδή. ὃν ξένον αὐτοῦ καὶ ἐφερμηνεύων, ὡς ἐξ Ἰθάκης Ὀδυσσεὺς ἦν, λέγει, ὃς ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρα εἶναι αὐτῷ. ἀφηγεῖται δὲ καὶ δῶρα ἐκείνῳ αὐτός ποτε δοῦναι, χρυσοῦ εὐεργέος ἑπτὰ τάλαντα καὶ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δὲ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλὰ, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας· χωρὶς δ' αὖ γυναῖκας ἀμύμονας ἔργα εἰδυίας τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. πολλὰ ταῦτα· διὸ καὶ μυρία ὁ Λαέρτης ἐρεῖ αὐτά· ἐξ ὧν καὶ παροιμιάσαιτ' ἄν τις ἐπὶ τῶν ψευδῶς χαριζομένων ἄχρι καὶ μόνου λόγου τὰ δῶρα τοῦ ἐξ Ἀλύβαντος ξένου ἢ τὰ τοῦ Ἀλυβαντίνου ἑταίρου ξένια. τοιοῦτον γὰρ ἑαυτὸν Ὀδυσσεὺς πλάσει ἐξ Ἀλύβαντος ὁρμᾶσθαι εἰπὼν, ὡς μετ' ὀλίγα (Vers. 304.) ῥηθήσεται, ἵνα ὥς περ ἡ τοῦ Φανίου θύρα τὰ μηδαμοῦ ὄντα χρήματα ἐπαροιμιάζετο στέγειν ἐντὸς διὰ τὸ τὸν Φανίαν ψευδῶς ἑαυτῷ κειμηλιοῦσθαι πλοῦτον, οὕτω καὶ ὁ Ἀλυβάντιος ξένος δῶρα τῇ παροιμίᾳ χαρήσηται, ἅ περ ὁ ἀὴρ ἔχει λαβὼν ἐκ στόματος. καὶ τοιαύτη μὲν τέως ἡ τοῦ σοφοῦ Ὀδυσσέως ἀπόπειρα· ᾗ περ ἐπιμεμενηκὼς καὶ εἰσέτι μετὰ βραχέα καὶ ἰδὼν τὸν πατέρα γέροντα κατάκρας ἀδινὰ στενάχοντα οὐκέτι κρατεῖν ἑαυτοῦ ἔχει, ἀλλὰ περιφὺς ὁμολογεῖ Ὀδυσσεὺς εἶναι, καὶ ἀναγνωρισθεὶς καὶ αὐτῷ, καθὰ καὶ τοῖς πρὸ αὐτοῦ, ποιεῖ τὰ ἐφεξῆς, οὐ μάτην ἀποπειρασάμενος ἀλλ' ἐπ' ἀγαθῷ· προμηθέστατα γὰρ