Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.325.1
Not analysed yet
μίξεσθαι ξενίῃ, πρὸς διαστολὴν μὲν κεῖται τοῦ φιλότητι μίξεσθαι καὶ τῶν τοιούτων· περίφρασις δέ ἐστι τοῦ ξενισθῆναι. (Vers. 315.) Ὅτι λύπης καὶ ἀγωνίας ἐνδεικτικὸν τὸ, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα καὶ ἑξῆς, ὡς προγέγραπται. (Vers. 316.) ἔνθα καὶ κόνιν αἰθαλόεσσαν λέγει τὴν ξηρὰν καὶ ὁποία τις ἐκ τῶν αἰθομένων σωμάτων γένοιτ' ἄν. (Vers. 318.) τοῦτο δέ, φησιν, ὠρίνετο θυμὸς ἀνὰ ῥῖνα δέ οἱ ἤδη (Vers. 319.) δριμὺ μένος προὔτυψεν, ἤγουν προενέπεσε ταῖς ῥισίν. ὃ δὴ προπάσχει ὡς ταπολλὰ ὁ μέλλων δακρύειν. ἡ δὲ λέξις τοῦ προτύπτειν καὶ ἐν Ἰλιάδι, πλὴν πολεμικὴ, ὡς δηλοῖ τὸ, Τρῶες δὲ προὔτυψαν. καὶ ἄλλως δὲ νῦν προτύψαι τὸ μὴ ἐντός που τύψαι, ἀλλὰ πρὸ τοῦ ἀκρωτηρίου τῆς ῥινός. (Vers. 321.) Ὅτι ὁ ψηλαφηθεὶς καὶ εὑρεθεὶς ὑπὸ παλαιοτέρου τινὸς ἐρεῖ ἂν τὸ τοῦ Ὀδυσσέως πρὸς τὸν πατέρα· ἐκεῖνος μέν τοι ὅδ' αὐτὸς ἐγὼ, πάτερ, ἤλυθον. (Vers. 323.) Παράκλησις δὲ τοῦ μὴ κλαίειν τὸ, ἀλλ' ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. (Vers. 325. sq.) Ὅτι δεικνὺς ὁ ποιητὴς, ὡς ἐν καιρῷ κατεπείγοντι βραχυλογεῖν χρὴ, δυσὶ στίχοις ἐνταῦθα περιλαμβάνει τὰ κατὰ τοὺς μνηστῆρας· ἔνθα πλάσας εἰπόντα τὸν Ὀδυσσέα, ὅτι μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα, προστίθησι καὶ τὴν τῆς ἄγαν συντομίας αἰτίαν φάμενος· (Vers. 324.) ἐκ γάρ τοι ἐρέω, μάλα δὲ χρὴ σπευδέμεν. τοῦτο δὲ ἢ διὰ τὸ καραδοκεῖσθαι πόλεμον ἐκ τῶν Ἰθακησίων αὐτίκα νῦν ἢ καὶ διότι αὐτὸς ὁ ποιητὴς σπεύδει τελευτὴν ἤδη ἐπιθεῖναι οἷς ἐνταῦθα ποιεῖ. (Vers. 329—352.) Ὅτι Λαέρτου ζητήσαντος ἐξ Ὀδυσσέως σῆμά τι ἀριφραδὲς ὄφρα, φησὶ, πεποίθω, (Vers. 331.) πρῶτον μὲν τὴν οὐλὴν τὸ μέγα παράσημον ἀπεγύμνωσεν, ἐπιτεμὼν τὸ κατ' αὐτὴν προῤῥηθὲν μακρὸν διήγημα ἐν στίχοις ἐνταῦθα τέτταρσιν. εἶτα καθάπερ τῇ γυναικὶ οὕτω καὶ τῷ πατρὶ ἰδιαίτατόν τι γνώρισμα παραδεικνὺς οἰκεῖον τῷ τόπῳ, περὶ ὃν ἄρτι εὕρηται, ἀπαριθμεῖται καὶ δένδρα τῷ Λαέρτῃ, ἅ μοί ποτέ, φησιν, ἔδωκας, ἐγὼ δ' ᾔτεόν σε ἕκαστα, ὡς εἰκὸς, παιδνὸς ἐὼν κατὰ κῆπον ἐπισπόμενος, διὰ δ' αὐτῶν ἱκνεύμεσθα, ἤγουν διὰ τῶν τοιούτων δένδρων ἐπορευόμεθα ὡς καὶ ἰδεῖν με αὐτὰ καὶ οὕτω μεμνῆσθαι αὐτῶν. σὺ δ' ὠνόμασάς, φησι, καὶ ἔειπες ἕκαστα. ὄγχνας μοι δῶκας τρεισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντα, ὄρχους δέ μοι ὧδ' ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην, τουτέστιν ἦν πλεονασμῷ καὶ νῦν τοῦ ἑνὸς ἦτα. ἔνθα δ' ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν, ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθε. καὶ οὕτω μὲν Ὀδυσσεύς. τοῦ δὲ γέροντος αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς καὶ προεγράφη, σήματα ἀναγνόντος, ἤγουν ἀναγνωρίσαντος, ἀναμνησθέντος. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε, ὅ περ ἐπὶ τῆς γυναικὸς ἔφη· ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλε. τὸν δὲ προτὶ οἷ, ἤγουν πρὸς ἑαυτῷ, εἷλεν ἀποψύχοντα, ὡς εἰκὸς, Ὀδυσσεύς. ἐπεὶ δὲ ἄμπνυτο ἤγουν ἐς φρένας θυμὸς ἀγέρθη, ὃ δὴ θυμηγερέειν ἀλλαχοῦ πέφρασται, τότε δὴ ὁ γέρων ἀναφωνεῖ πάνυ ἐνδιαθέτως ἐν θαύματι τὸ, ἦ ῥα ἔτι ἔστι θεὸς κατὰ τὸν μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλοι ὕβριν ἔτισαν, τουτέστι, ἔστι θεὸς εἴ περ οἱ κακοὶ ἀπώλοντο. ἀποφθεγματικὸν δὲ τοῦτο καὶ πάνυ παιδευτικόν. (Vers. 338.) Ἰστέον δὲ ὅτι παιδνὸς μὲν ὁ πάνυ νέος παρὰ τὸ παίζειν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη. (Vers. 339. 341.) Τὸ δὲ ὀνομάσαι καὶ τὸ ὀνομῆναι εἰς ταυτὸν ἐν τοῖς ῥηθεῖσιν ἦκται. (Vers. 340.) Ὄγχναι δὲ κυρίως αἱ καὶ ἀχράδες, ἤγουν δένδρα γεννῶντα τοὺς ἀγρίους ἀπίους. γίνεται δὲ παρὰ τὸ ἄγχειν· ἄγχουσι γάρ πως οἱ ἐκεῖθεν καρποὶ διὰ τὸ ἄγαν στύφον. Τὸ δὲ εἰπεῖν τρισκαίδεκα καὶ ἐπισυνάψαι τὸ, καὶ δέκα, κάλλους ἐστὶν ἐπαναφορικοῦ κατὰ τὸ, Πάτροκλον πρόφασιν ὅ φασιν, ἔτι δὲ καὶ τὰ ὅμοια. Τὸ δὲ τρεισκαίδεκα διὰ διφθόγγου γράφουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα πάνυ ἀναλόγως, ἐπεὶ πῶς ἄν τις διὰ διχρόνου γράψοι τὸ, ὄγχνας τρεισκαίδεκα, ὃ διαλυθὲν οὕτως ἂν φράζοιτο· ὄγχνας τρεῖς καὶ δέκα. τὸ δὲ τοιοῦτον τρεῖς οὐκ ἂν ἀμφιβάλοι τις διὰ διφθόγγου γράφεσθαι. Αἱ δὲ μηλέαι πολύν τινα ζητοῦσι λόγον ἐπὶ τοῖς κατ' αὐτάς. ἐπεὶ δὲ μὴ καὶ ἔστι τούτου καιρὸς, ῥητέον γοῦν ὅτι τε συναιρεῖται ἡ μηλέα εἰς μηλῆν κατὰ τὴν συκῆν, καὶ ὅτι ὁ καρπὸς αὐτῶν τὰ μῆλα καὶ ἦλα λέγεται, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα παρεσημάνθη. καὶ τοῦτο λέγειν ἱστορεῖται Σέλευκος ἐν γλώσσαις, παρ' ᾧ φέρεται καὶ ταῦτα· βράβηλα ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτά ἐστι, μάδρυα μὲν λεγόμενα ὡς οἷον μαλόδρυα, βράβηλα δὲ κατὰ ἐτυμολογίαν φασὶ καὶ αὐτὸ Δημητρίου τοῦ Ἰξίονος ὡς εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ ὡς οἷον μῆλα. Καὶ ὅρα ἐν τούτοις τὸ μαλόδρυα, ἤγουν Δωρικῶς μηλόδρυα, πρὸς ὁμοιότητα τοῦ ἀκρόδρυα. ἔτι ἐκ τῆς μηλέας καὶ Μηλίδες