Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.326.1
Not analysed yet
αἱ κατὰ Δωριεῖς Μαλίδες νύμφαι, αἳ καὶ τετρασυλλάβως Μαλιάδες κατὰ τὸ, φίττα Μαλιάδες, φίττα Ῥοιαὶ, φίττα Μελίαι, ἐν οἷς νυμφῶν μέν εἰσιν ὀνόματα τὰ θηλυκὰ, τὸ δὲ φίττα ἐπίῤῥημα τάχους δηλωτικὸν, καθὰ καὶ παρὰ Θεοκρίτῳ τὸ σίττα. (Vers. 341.) Τὸ δὲ συκέας πρωτότυπόν ἐστι τοῦ συκᾶς εἰπεῖν κατὰ συναίρεσιν. ἔστι δὲ ὥς περ ἀμυγδαλέα ἀμυγδαλῆ κτητικῶς, φασὶ, παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος, οὕτω καὶ συκέα συκῆ διὰ τὸν κατ' αὐτὰς καρπὸν τὰ σῦκα. οὕτω δέ φασι καὶ ῥοδῆ περισπωμένως παρ' Ἀρχιλόχῳ· παρ' ᾧ κεῖται καὶ τὸ, ῥοδῆς καλὸν ἄνθος. ὡς δὲ συκέα μηλέα, οὕτω φασὶ καὶ μορέα ἡ τὰ εἰρημένα ἐν ἄλλοις μόρα φέρουσα· οὐ συναιρεῖται μέντοι κατὰ τὴν συκέαν ἡ μορέα, ὥς περ οὐδὲ ἡ μηλέα. Ἰστέον δὲ καὶ ὅτι τῶν ἰσχάδων κοινῶς καὶ συνήθως ἐπιλεγομένων τοῖς ξηροῖς τῶν σύκων, ὡς ἀπὸ τοῦ ἰσχνάνθαι, οἱ παλαιοὶ τὴν λέξιν καὶ ἐπὶ ἐλαιῶν τιθέασι, φάμενοι ὅτι τὰς, ὡς ἀλλαχοῦ ἐγράφη, δρυπεπεῖς καὶ γεργιρίμους ἐλάας καὶ ἰσχάδας οἱ παλαιοὶ ἔλεγον, ὡς οἷα σεμνύνοντες αὐτὰς ὀνόματι γλυκερῷ. αἱ δὲ τοιαῦται καὶ τῶν βοτρύων παρέλκουσί τι· τριβεῖσαι γάρ, φασιν, ἐλαῖαι στέμφυλα παρ' Ἀθηναίοις ἐκαλοῦντο, εἴτουν βρύτεα. γέγονε δέ, φασιν, ἡ φωνὴ αὕτη παρὰ τοὺς βότρυς τῶν σταφυλῶν, ὧν εἰσὶ τὰ τοιαῦτα ἐκπιέσματα. εἰ δὲ ἡ συκέα, ὥς περ τὰ σῦκα οὕτω καὶ τὸ συκοφαντεῖν παράγει τὸ χείριστον καὶ φυτὸν καὶ κάρπιμον, ἔτι δὲ καὶ τὸ συκάζειν ἤγουν ἐπηριαστικῶς πιέζειν ἢ τοὺς ὑπευθύνους κατὰ τὸν κωμικὸν ἡ ἑτεροίους τινάς· καὶ παροιμίαν δὲ γεννᾷ τὴν, ὁμοιότερος σύκου, ἐπὶ τῶν πάντῃ παρεοικότων κατ' ὄψιν. φύει δὲ καὶ τὸ, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀχρείων βοηθεῖν. παιδεύει δὲ καὶ διὰ τοῦ ἐρινεασμοῦ, ὡς ἔστι καὶ ἐκ τῶν σμικροτάτων καλόν τι καρποῦσθαι· καθὰ καὶ τῇ συκῇ τὸν γόνον οἱ ἀμυδροὶ ψῆνες περιποιοῦνται, παγιοῦντες τὸν καρπὸν ὡς μὴ καταῤῥέειν. καὶ ὅτι τῷ ζωϊκῷ ἥπατι καὶ μάλιστα τῷ τῶν σιάλων ἐκεῖθεν ἐπῆλθε τὸ συκωτὸν κατὰ παλαιὰν καὶ τέχνην καὶ ἱστορίαν. καὶ ὅτι ἀγλευκεῖ πάθει τῷ κατὰ τοὺς ὀφθαλμοὺς τὸ σύκωμα ἐπισκώπτεται διὰ τὸ κατὰ τοὺς τοιούτους ὑπέρυθρον. καὶ ὅτι τῶν σύκων ὅσα τὸ πέπον ψεύδονται, φήληκες λέγεται, ὅ πέρ ἐστιν ἀπατεῶνες καρποὶ, οὐκ ἂν εἴη καίριον εἰς πλέον περιλαλῆσαι. ὡς δὲ πολλὰ εἴδη σύκων, δηλοῦσιν οἱ παλαιοί· ἐν οἷς καὶ αἱμώνια τὰ ἐν τῇ νήσῳ Πάρῳ, κληθέντα οὕτω διὰ τὸ ἐρυθρῶδες. Φιλήμων δέ, φασι, βασίλεια οἶδε σῦκα, ἐξ ὧν αἱ βασιλίδες ἰσχάδες, προσιστορῶν καὶ ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. ἦν δέ τις καὶ γλυκυσίδη, ὡς καὶ αὐτὸ Ἀθήναιος λέγει, σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖα, ἣν ἐφυλάσσοντο γυναῖκες ἐσθίειν διὰ τὸ ποιεῖν ματαϊσμούς. ἦσαν δὲ καὶ χειμερινὰ κωδωναῖα ὑπὸ Ἀχαιῶν καλούμενα. ἡγεμὼν δέ, φησι, καθαρείου βίου ἀνθρώποις ἡ συκῆ· διὸ Ἀθήνῃσιν ὁ τόπος, ἐν ᾧ πρῶτον εὑρέθη, ἱερὰ συκῆ ἐκλήθη, καὶ ὁ καρπὸς αὐτῆς ἡγητρίας διὰ τὸ προευρεθῆναι τῆς ἡμέρου τροφῆς. φέρεται δέ, φησι, μῦθος Συκέαν τινὰ Τιτᾶνα διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί· ἀφ' οὗ καὶ Συκέα πόλις ἐν Κιλικίᾳ. ἕτερος δὲ μῦθος λέγει Ὄξυλον Ἁμαδρύαδι τῇ ἀδελφῇ μιγέντα γεννῆσαι Καρύαν, Βάλανον, Κράνιον, Αἴγειρον, Ἄμπελον, Συκῆν· ἐξ ὧν τὰ παρώνυμα δένδρα. ὅθεν Ἱππώναξ ἔφη τὸ, συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην· εὕρημα δέ, φασι, Διονύσου ἡ συκῆ· διὸ καὶ συκίτης Διόνυσος ἐν Λάκωσιν. ἐν δὲ Νάξῳ τὸ μὲν τοῦ Βακχέως Διονύσου πρόσωπον ἀμπέλινον ἦν, τὸ δὲ τοῦ Μειλιχίου σύκινον, καὶ τὰ σῦκα μείλιχα ἐκαλοῦντο. πάντων δέ, φησι, τῶν ξυλίνων καρπῶν ὠφελιμώτερα ἀνθρώποις τὰ σῦκα. Ἡρόδοτος δέ φησιν ὁ θαυμασιώτατος καὶ μελίγηρις χώραν τινὰ ψέγων οὔτε οἶνον αὐτὴν ἔχειν ἔφη, οὐ σῦκα, οὐκ ἄλλο οὐδὲν ἀγαθόν. παροιμιῶν δὲ ἡ μὲν λέγουσα, σῦκον μετ' ἰχθὺν, ὄσπριον μετὰ κρέα ταπεινοῖ τὸ σῦκον· ἡ δὲ εἰποῦσα, σῦκα φίλ' ὀρνίθεσι φυτεύειν δ' οὐκ ἐθέλουσιν, ἀγρίαν ἀδικητικὴν σκώπτει. λέγεται δὲ Φιλίππου ἄρχοντος περὶ Βισαλτίαν καὶ Ἀμφίπολιν ἔαρος μέσου ὄντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ' ἀμπέλους βότρυς, τὰς δὲ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν αὐτὰς εἰκὸς ἦν ἐλαίας ἐνεγκεῖν καὶ εὐτυχῆσαι πάντῃ τὸν Φίλιππον. ὡς δὲ συκῆ ἐκ τοῦ σύειν καὶ κίειν γίνεται ὡς ὁρμητικὴ, δῆλον ἐκ τῶν παλαιῶν· οἵ φασι καὶ ὡς παρώνυμός ἐστι σύκων τὸ ὀρνίθιον ἡ συκαλὶς, ἐν σύκων ἁλισκομένη καιρῷ, ἣν Ἐπίχαρμος διὰ μέτρον ἐν δυσὶ λάμβδα ἔγραψεν. Ὄρχους δὲ, οἳ τῶν ὀρχάτων πρωτότυποί εἰσιν ὡς προεφάνη, τοὺς τῶν ἀμπέλων ἄρτι λέγει. (Vers. 342.) Τὸ δὲ διατρύγιος ἅπαξ μὲν καὶ αὐτὸ εἴρηται τῷ ποιητῇ, σημαίνει δὲ ἄμπελον ἧς οἱ καρποὶ ἐν διαφόροις καιροῖς πεπαίνονται. διὸ καὶ ἔφη· (Vers. 343.) ἔνθα σταφυλαὶ παντοῖαι. ἕτεροι δὲ διατρυ-