Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.33.1
Not analysed yet
δ' ὀστέ' ἄραξε πάντ' ἄμυδις κεφαλῆς. ὁ δ' ἂρ ἀρνευτῆρι ἐοικὼς κάππεσ' ἀπ' ἰκριόφιν, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. Ζεὺς δ' ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν. δ' ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ. ἐν δὲ θεείου πλῆτο. πέσον δ' ἐκ νηὸς ἑταῖροι. (Vers. 418.) οἱ δὲ κορώνῃσιν ἴκελοι κύμασιν ἐφορέοντο. Θαλασσίας δὲ κορώνας ἐνταῦθα λέγει, ὁποίων καὶ ἐν τοῖς πρὸ τούτων ἐμνήσθη. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἀπὸ τοίχους λῦσε κλύδων τρόπιος. (Vers. 404.) Ὅρα δὲ ὅτι γαιάων ἔφη πληθυντικῶς, εἰ καὶ ἀρέσκει τοῖς παλαιοῖς μὴ εἶναι πληθυντικὸν τῆς γῆς, ὥς περ οὐδὲ τῆς ἁλός. δοκεῖ δὲ τὰς νήσους οὕτω λέγειν, ὡς δηλοῖ καὶ τὸ, Κρήτη τίς ἐστι γαῖα μέσῳ ἐν πόντῳ. (Vers. 405.) ἡ δὲ ὑπὲρ τῆς νηὸς σταθεῖσα νεφέλη ἐκνεφίαν εἶναι παραδηλοῖ τὸν πνεύσαντα ἄνεμον. βίαιοι δὲ οἱ τοιοῦτοι καὶ μεγάλην κινοῦντες θύελλαν. (Vers. 409.) Ἐν δὲ τῷ, προτόνους ἀμφοτέρους, ὅρα ὅτι τε ἀρσενικῶς οἱ πρότονοι, ὡς καὶ Ὀππιανὸς δηλοῖ, πρότονος νηὸς εἰπὼν ὁμοίως τῷ ἐπίτονος, καὶ ὅτι οὐχ' ἁπλῶς πρότονος ἅπαν σχοινίον, ἀλλὰ δύο τινὰ, περὶ ὧν καὶ προδεδήλωται. εἰ δὲ ῥαγέντων τῶν προτόνων ἱστὸς ὀπίσσω ἔπεσε, δῆλον ὅτι συνεκτικοὶ τοῦ ἱστοῦ οἱ πρότονοι. (Vers. 410.) ὁ δὲ ὀπίσω πεσὼν ἱστὸς, (Vers. 411.) ὃς καὶ τὴν τοῦ κυβερνήτου κατέαξε κεφαλὴν, ἀντίπρωρον πνεῦσαι δηλοῖ ἄνεμον. (Vers. 412.) ἄντλον δὲ ὁ τόπος ἔνθα ὕδωρ συῤῥέει τό, τε ἄνωθεν καὶ τὸ ἐκ τῶν ἁρμονιῶν. (Vers. 411.) ὃ δὴ ἀντλίαν ἡ κοινὴ γλῶσσα φησὶν, ἔτι δὲ καὶ ἡ παλαιὰ, ὡς δηλοῖ ὁ εἰπὼν οὕτως· ἄντλος, ἀντλία, δεξαμενή. λέγεται δέ, φησι, καὶ γαῦλος ἡ ἀντλία. ἐντεῦθεν δὲ καὶ τὸ ἀγγεῖον, ᾧ ἀντλεῖται τὸ τοιοῦτον ὕδωρ, ἀντλίον, φασὶν, ἐκαλεῖτο, κατὰ δέ τινας καὶ ἀντλιαντλητήρ. λέγει οὖν τῶν τις παλαιῶν, ὅτι ἀντλιαντλητῆρα, κάδδον δὲ οὐ δεῖ λέγειν. χρῆσις δὲ τοῦ ἄντλου καὶ παρὰ τῷ Ὀππιανῷ. (Vers. 412.) Τὸ δὲ ἀράσσειν τραχύτερον τοῦ λακεῖν. διὸ καὶ τὸ, ἔλακεν ὀστέα, λειοτέραν ἔχει φωνὴν τοῦ ἄραξεν ὀστέα. (Vers. 413.) Ἀρνευτὴρ δὲ ὅτι ὁ κυβιστητὴρ λέγεται, καὶ ὅτι ἐκ τῶν ἀρνῶν ἡ λέξις παράγεται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. (Vers. 414.) Ἐν δὲ τῷ, κάππεσεν ἀπ' ἰκριόφιν, τὰ περὶ τὴν πρύμναν ἴκρια δηλοῖ. ὡς δὲ καὶ περὶ πρώραν καὶ περὶ τὸ μέσον εἰσὶ, προδεδήλωται. Τὸ δὲ ἀγήνωρ εἰκῇ παρέῤῥιπται πρὸς ἐντέλειαν ἔπους ἐν τῷ, λίπε δ' ὀστέα θυμὸς ἀγήνωρ. (Vers. 415.) Τὸ δὲ ἄμυδις βρόντησε καὶ ἑξῆς, σύγχρονον δηλοῖ τῇ τοῦ νέφους ῥήξει καὶ τῇ ἐντεῦθεν βροντῇ, τὴν τοῦ κεραυνοῦ ἐκδρομήν. (Vers. 417.) Τὸ δὲ θεῖον, ὡς δηλοῖ καὶ θέαφον, καὶ ἡ κατὰ τοῦτο δὲ ἔννοια, ἐδηλώθη ἐν Ἰλιάδι. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς μετὰ ταῦτα περὶ αὐτοῦ. ἐνταῦθα δὲ τὸ, ἐν δὲ θεείου πλῆτο, ἑρμηνεύουσιν οἱ παλαιοὶ, ἐπλήσθη πυρὸς, πλεονασμῷ τοῦ ε. (Vers. 420.) Τοῖχοι δὲ νεὼς τὰ ἑκατέρωθεν πλάγια τοῦ πλοίου. ὧν πέρας ἡ πρύμνη καὶ ἡ πρώρα. καὶ ἦσαν τινὲς ἐν τοῖς μεγάλοις τῶν πλοίων, ὁ μέν τις τοῦ δεξιοῦ τοίχου ἄρχων, ὁ δὲ τοῦ ἀριστεροῦ, καθὰ καὶ πρύμνην μὲν προΐσταται κυβερνήτης, πρώραν δὲ διοικονομεῖται ὁ πρωρεύς. ἔστι δὲ εἰπεῖν καὶ ὅτι ὡς οἷα μεταφορητός τις οἶκος οὖσα ἡ ναῦς, καὶ τοίχους ἔχειν λέγεται. οἳ καὶ λύονται ἐν ναυαγίῳ, καθὰ καὶ πόλεως κρήδεμνα ἐν πολιορκίᾳ ἥ τις εἴη ἂν ναυάγιον πόλεως. Ὅτι Ὀδυσσεὺς ὁ ἐν τοῖς πρὸ τούτων τῇ Λευκοθέᾳ μὴ πεισθεὶς τὴν σχεδίαν μὲν καταλιπεῖν ἀνέμοις φέρεσθαι, νήχεσθαι δὲ, οὐ τότε πρώτως τὸν τοιοῦτον εὗρε νοῦν, ἀλλ' ἐντεῦθεν εἶχε κερδήσας. φησὶ γοῦν ὅτι καὶ μετὰ τὸ ναυάγιον ἐγὼ διὰ νηὸς ἐφοίτων ὄφρ' ἀπὸ τοίχους (Vers. 421.) ἔλυσε κλύδων τρόπιος, ἤγουν διέσπασεν ἐκ τῆς τρόπεως, λύσας τῆς ἁρμονίας καὶ τῆς συνδέσεως. (Vers. 423.) τὴν δὲ ψιλὴν φέρε κῦμα, τουτέστι τὴν τρόπιν. εἶτα ἐν μεγίστῃ δυστυχίᾳ βραχύ τι σχὼν ἀγαθὸν βλέπει τὸν ἱστὸν ἀραχθέντα πρὸς τὴν τρόπιν μετὰ καὶ ἐπιτόνου. (Vers. 424.) καὶ οὕτω συνείρξας, ὅ ἐστι συνδήσας, ὁμοῦ τήν τε τρόπιν καὶ τὸν ἱστὸν καὶ ἐπικαθίσας ἐξέδοτο τοῖς ἀνέμοις ἑαυτὸν, (Vers. 425.) κελητίζων ἴσως κἀνταῦθα, ὡς καὶ ἐν τοῖς μετὰ τὴν Καλυψὼ ἔπαθε. καὶ μέχρι μὲν ὀλίγου ἔπλεεν οὐ πολὺν ἔχων κίνδυνον Ζεφύρῳ φερόμενος, ὃς ἀπῆγεν αὐτὸν τῆς τε Χαρύβδεως καὶ τῶν σκοπέλων ὡς ἐπὶ τὴν πατρίδα. Νότος δὲ ἐπελθὼν ἐπανέστρεψεν αὐτὸν εἰς τὰ δεινὰ, ἔνθα μικροῦ ἂν ὤλετο εἰ μὴ ὁ προῤῥηθεὶς ἐρινεὸς αὐτὸν περιεσώσατο. ἔστι δὲ ἡ περὶ τούτων Ὁμηρικὴ φράσις τοιαύτη· (Vers. 422.) ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν, τουτέστι προσέκρουσεν ὡς ὁμοῦ γενέσθαι αὐτὰ, ἵνα οὕτω πιθανῶς ὁ ἱστὸς καὶ ἡ τρόπις δύναιντο φέρειν ἐφεζόμενον τὸν ἥρωα. διατοῦτο γὰρ καὶ εἰς τυτθὰ κεασθῆναι βληθεῖσαν τὴν νῆα ἐπλάσατο, ἵνα ἡ μὲν εἰς μικρὰ κατατομὴ ἰδιάσῃ καὶ τὴν τρόπιν καὶ τὸν ἱστὸν, ὁ δὲ κλύδων προσαράξῃ αὐτὰ, καὶ ὁ Ὀδυσσεὺς συνδήσας τῷ ἐπιτόνῳ σχοίη ἐντεῦθεν ὄφελος.