Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.332.1
Not analysed yet
διὸ οὐδὲ πόσεως ἐν αὐτῷ μνείαν ποιεῖται, καὶ ταῦτα οἴνου κιρναμένου ὡς δεδήλωται. αἴτιον δὲ, ὅτι πόλεμος ἐνταῦθα καραδοκεῖται, ἐν ᾧ ἀσυντελὴς ὁ πολὺς οἶνος· ὁ γάρ τοι σύμμετρος, ὃς ἐνταῦθα συνεξακούοιτο ἂν τοῖς σιτίοις, χρήσιμος ὡς μάλιστα. (Vers. 491.) Ὅτι καραδοκίαν ἐπελεύσεως ἐχθρῶν φράζει τὸ, ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. (Vers. 495.) ὁ δὲ κελευσθεὶς κατάσκοπος εἴποι ἄν ποτε τὸ, οἵδε δὴ ἐγγὺς ἔασιν, ἀλλ' ὁπλιζώμεθα θᾶσσον. Ἔνθα ὅρα ὅτι ἐπὶ πολεμικῆς εἶπε σκευῆς τὸ ὁπλίζεσθαι. (Vers. 496.) Παρασκευὴν δὲ πολέμου δηλοῖ τὸ, οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσι δύοντο. (Vers. 497. sqq.) ἔνθα καὶ ἕνδεκα τοὺς περὶ τὸν Ὀδυσσέα μετρεῖ, σὺν δὲ αὐτῷ δώδεκα, εἰπών· τέσσαρες ἀμφ' Ὀδυσῆα, ἓξ δ' υἱοὶ Δολίου καὶ Λαέρτης καὶ Δολίος, οἳ ἐς τεύχεα ἔδυνον, ὃ ταυτόν ἐστι τῷ, ἐν τεύχεσιν ἐδύοντο καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταὶ, τουτέστιν, ὡς καὶ προεδηλώθη, κατ' ἀνάγκην μαχηταί. οὗ ἑρμηνευτικὸν τὸ, καὶ πολιοί περ ἐόντες· οἱ τοιοῦτοι γὰρ πάντως πολεμισταὶ εἶεν ἄν ποτε ἀναγκαῖοι, τουτέστι βιαστοί. (Vers. 499.) ἐνταῦθα δὲ ἰστέον ὅτι τε παρὰ τοῖς παλαιοῖς ὁ πολιὸς εὕρηται ἀλωπόχρους καλούμενος, καὶ ὅτι ἀναγκαῖον δίχα τῶν ἄλλων αὐτοῦ σημαινομένων εὑρίσκεται καὶ τὸ αἰδοῖον καλούμενον ὥς τινος ἀνάγκης σύμβολον. ἀλλαχοῦ δὲ καὶ οὐρὰ τὸ αὐτὸ ἐφάνη λέγεσθαι· δηλοῖ δ' αὐτὸ καὶ ὁ εἰπὼν, ὡς τῶν γερόντων οὐραὶ μὲν ἀπήβλυνται, θυμὸς δὲ μενοινᾷ. ὡς δὲ καὶ ἀνδρία τὸ τοιοῦτον λέγεται, οἶδεν ἀρχαία χρῆσις· ἧς καὶ ὅτι ἀνδροσάθων ὁ μεγάλα ἔχων αἰδοῖα· ἐξ οὗ ὑπεμφαίνεται καὶ τί δή ποτέ ἐστι τὸ κατὰ τὸν σάθωνα σκῶμμα, οὐ πάνυ ὂν ἄλλως ἀρίδηλον. δοκεῖ δὲ ἀλωπόχρους ὁ ῥηθεὶς εἶναι ὁ καὶ ὠμογέρων· ὁ γὰρ πάλλευκον ἔχων κάρα πῶς ἂν ἀλωπόχρους εἴη, κύκνῳ ἄλλως ἐοικὼς ἤ τινι τοιούτῳ, εἴ τι ἐπιστῆσαι χρὴ τῷ ἱστορικῷ Κύκνῳ τῷ ἐκ γενετῆς λεγομένῳ πεπολιῶσθαι· εἰ μὴ ἄρα ὑποθετέον καθὰ λαγωούς τινας καὶ μύας, οὕτω καὶ ἀλώπεκας ὁλολεύκους, ὁποῖαι πολλαὶ φαίνονται· ἀφ' ὧν εἰκὸς ῥηθῆναι ἀλωπόχρουν τὸν ἀκριβῶς πολιόν. (Vers. 500.) Ὅτι κατοικιδίου ὁπλίσεως φράσις τὸ, ἕσσαντο περὶ χροῒ νώροπα, τουτέστι λαμπρὸν, χαλκὸν, ὃ πολλαχοῦ κεῖται, ὤϊξαν δὲ θύρας, ἐκ δ' ἤϊον, ἤγουν ἐξώρμων, ἦρχε δὲ ὁ δεῖνα. Τὸ δὲ, περὶ χροῒ, δῆλον ὅτι ἀντὶ τοῦ ἐπὶ χροῒ εἴληπται καὶ νῦν. (Vers. 506—515.) Ὅτι παραίνεσις ἐπὶ ἀνδραγαθίᾳ πρὸς νέον εὐγενῆ τὸ, ἦ δὴ τόδε γε εἴσεαι αὐτὸς, τουτέστιν αὐτὸς γνώσῃ καὶ νοήσεις, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, τουτέστιν ἔνθα διακρίνονται οἱ ἀριστεῖς, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τε ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπ' αἶαν. Ὅ περ ἐφερμηνευτικόν ἐστιν εὐρυτάτου κλέους· ταυτὸν γὰρ τὸ ἀλκῇ καὶ ἠνορέῃ κεκοσμῆσθαι πᾶσαν ἐπὶ γῆν καὶ τὸ εὐρὺ κλέος ἔχειν. μάλιστα μὲν οὖν ἐνδοξότερον αὐτὸ τοῦ εὐρέος κλέους, καί τι ἐπὶ πλέον τοῦ εὐρυμέδοντος καὶ εὐρυκρείοντος διὰ τὸ παγκόσμιον, οὗ τὸ, πᾶσαν ἐπ' αἶαν, ἐστὶ δηλωτικόν. καὶ οὕτω μὲν ἐρεῖ ὁ ὑπαλείφων εἰς ἔργον εὐγενῆ νεανίαν, ὡς εἴρηται. αὐτὸς, εἴ περ ἀποκρίνεταί τι γηραιῷ οἰκείῳ, εἴποι ἂν τὸ, ὄψεαι εἴ περ ἐθέλησθα, πάτερ φίλε, τῷδ' ἐνὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος ἤτοι τὸ σὸν, οἷ' ἀγορεύεις, ἤγουν εἰς ἃ λέγεις, ἢ μᾶλλον λυπηρῶς κατὰ θυμικὸν ἀποστατικὸν σχῆμα, οἷα δὴ λαλεῖς, τουτέστι, πῶς ποτὲ τοιαῦτα λέγεις; ὃ καὶ μᾶλλον κρεῖττον ὡς Ὁμηρικόν. διὸ καὶ ὁ γέρων Λαέρτης τοιαῦτα λαλούντων πρὸς ἔριν ἀγαθὴν ἀκούσας τοῦ τε υἱοῦ Ὀδυσσέως καὶ τοῦ ἐγγόνου Τηλεμάχου ἐχάρη καὶ μῦθον εἶπεν, ὁποῖον ἂν ἐρεῖ τις χαίρων μάλα ἐπὶ τοιαύτῃ ἔριδι· τίς νύ μοι ἡμέρη ἥδε, θεὲ φίλε; ἦ μάλα χαίρω· υἱός θ' υἱωνός τ' ἀρετῆς πέρι δῆριν ἔχουσι. πατρικῆς δὲ θερμῆς διαθέσεως ὁ λόγος ἐνδεικτικὸς, χαίροντός τινος τῇ τῶν ἐπιγόνων ἀρετῇ καὶ τῇ κατ' αὐτῶν ἐπαινετῇ ἔριδι. τρεῖς δ' ἐνταῦθα ἔννοιαι ἀσύνδετοι γοργαὶ ἐνδιάθετοι· τὸ, τίς δή μοι αὕτη ἡμέρα καὶ ἑξῆς. δῆλον δ' ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι καταισχύνει τις γένος, ὅτε κατ' ἀρετὴν ἀνόμοιος τοῖς προγόνοις ἐκβαίνει. ἐντεῦθεν τὸ τραγικὸν ἐῤῥέθη ἀντιστρόφως κατά τι σκῶμμα τὸ, εἰ γὰρ πέφυκα τῶνδε τῶν κακῶν ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ὡς γὰρ παῖς ἐκβὰς ἀγαθὸς οὐ καταισχύνει ἀγαθοὺς γονεῖς, οὕτως οὐδὲ τοὺς φαύλους παῖς κακῶν ἴδρις κατ' ἐκείνους γενόμενος. (Vers. 520.) Ὅτι παραδόξου ἰσχύος δηλωτικὸν τὸ, ἔμπνευσε μένος μέγα θεὸς, παρῳδηθὲν ἐκ τοῦ, ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη. (Vers. 521. sqq.) Ὅτι ἐνεργεστάτην κἀνταῦθα δεικνὺς ὁ ποιητὴς τὴν δικαίαν εὐχὴν φησὶν, ὡς εὐξάμενος Λαέρτης, αἶψα μάλ' ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, τὸ πολλαχοῦ τῆς Ἰλιάδος κείμενον, καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου·