Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.333.1
Not analysed yet
ἡ δ' οὐκ ἔγχος ἔρυτο, τουτέστιν ἐκώλυσεν, ἀλλὰ διὰ πρὸ ἦλθε χαλκός· δούπησε δὲ πεσὼν, ἀράβησε δὲ τεύχεα ἐπ' αὐτῷ. ἦν δὲ τὸ μὲν θάῤῥος τῆς χαρᾶς, ἡ δὲ εὐστοχία τῆς εὐχῆς. καὶ ὅρα θαυμασίαν περιπέτειαν, βάλλονται γὰρ καὶ πίπτουσι κακοῦργοι χείριστοι, ἔνδον μὲν τῆς πόλεως Ἀντίνοος, ἔξω δὲ Εὐπείθης· ἐκεῖνος μὲν ὑπὸ τοῦ υἱοῦ, οὗτος δὲ ὑπὸ τοῦ πατρός· υἱοῦ μὲν υἱὸν ἀνελόντος, πατρὸς δὲ πατέρα τὸν Εὐπείθεα. (Vers. 523.) Παρειὰν δὲ κἀνταῦθα ἐπὶ κόρυθος λέγει τὸ περὶ τὰς παρειὰς κείμενον μέρος αὐτῆς· τοῦτο γὰρ ἡ χαλκοπάρῃος κόρυς δηλοῖ. (Vers. 522.) Ἀμπεπαλὼν δὲ καὶ νῦν, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ ἀνακινήσας. οὔτε γὰρ κάτω που ἐχρῆν ἔχειν τὴν χεῖρα δόρυ πέμποντα οὔτε μὴ διατινάξαι· οὐ γὰρ ἂν οὕτω γενναία καὶ δραστικὴ γένοιτο βολή. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ ἔπαλον δευτέρου ἀορίστου, οὗ μετοχὴ παλὼν καὶ Ἰωνικῷ διπλασμῷ πεπαλὼν καὶ μετὰ προθέσεως κατὰ συγκοπὴν ἀμπεπαλών. Τὸ δὲ προΐει νῦν μὲν χρόνου ἐστὶ παρατατικοῦ, πρὸ δὲ ὀλίγων προστακτικῶς εἶχε τῆς Ἀθηνᾶς ἐπιταττούσης τῷ Λαέρτῃ, (Vers. 519.) ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ἀντὶ τοῦ πρόπεμπε. (Vers. 524.) μετ' ὀλίγα δ' ἐν τούτοις κεῖται καὶ τὸ εἴσατο ἀντὶ τοῦ ἐπορεύθη, ἀπὸ τοῦ πολλαχοῦ δηλωθέντος εἴω ῥήματος. φησὶ γάρ· διὰ πρὸ δὲ εἴσατο χαλκός. (Vers. 526—538.) Ὅτι πολεμικὴν δραστηριότητα δηλοῖ τὸ, ἐν δ' ἔπεσον προμάχοις ὁ δεῖνα καὶ δεῖνα, τύπτον δὲ ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισι, περὶ ὧν πολλαχοῦ δηλοῦται. καὶ δὴ ἂν πάντας τ' ὄλεσαν καὶ θῆκαν ἀνόστους, εἰ μὴ ὁ δεῖνα φώνησε, κατὰ δ' ἔσχεθε λαὸν ἅπαντα· ἴσχεσθε πολέμου ἀργαλέοιο, ὥς κεν ἀναιμωτί γε διακριθεῖτε τάχιστα. εἰ δὲ οἱ τοιοῦτοι πτοηθέντες τῷ οὕτως εἰπόντι, ἁρμόσει αὐτοῖς τὰ ἐφεξῆς· τοὺς δὲ χλωρὸν δέος εἷλε· τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα· πάντα δ' ἐπὶ χθονὶ πίπτε τοῦ δεῖνος φωνήσαντος· οἱ δὲ τρωπῶντο, τουτέστιν εἰς φυγὴν ἐτρέποντο, λιλαιόμενοι βιότοιο. σμερδαλέον δ' ἐβόησεν ὁ δεῖνα, οἴμησε δὲ ἀλεὶς, ὅ ἐστι συστραφεὶς, ὥς τ' αἰετὸς ὑψιπετήεις, ὃ καὶ ἐν Ἰλιάδι ἀπαραλλάκτως κεῖται. Ὀδυσσεὺς δὲ ὁ τοιοῦτος ἀετὸς, οἱ δὲ, ὡς ἐῤῥέθη, δείσαντες οἱ τῆς Ἰθάκης πολῖται, οὓς αὐτὸς ἐξεφόβησεν. (Vers. 526.) Ἰστέον δὲ ὅτι τὸ, ἐν δ' ἔπεσον, ταυτόν ἐστι τῷ ἐπέπεσον ὡς οἷα μετά τινος βάρους. ὅθεν καὶ ζαχρηεῖς πολεμισταὶ οἱ ἄγαν βαρεῖς ἐπιπίπτοντες. οὕτω χρᾶται τῇ λέξει καὶ ὁ κωμικὸς ἐν τῷ, ὁ Τιμοθέου δὲ πύργος ἐμπέσοι γέ σοι. (Vers. 528.) Τὸ δὲ ὄλεσαν καὶ τὸ, θῆκαν ἀνόστους, τὴν αὐτὴν σημασίαν ἔχουσι. (Vers. 532.) Τὸ δὲ διακρινθεῖτε συγκέκοπται ἀπὸ τοῦ διακρινθείητε, οὗ διακρινθεῖεν τὸ τρίτον πρόσωπον· ὥρμηται δὲ ὅλον τὸ, ἀναιμωτί γε διακρινθεῖτε, ἐκ τοῦ, οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι ὀΐω. (Vers. 534.) Τὸ δὲ, ἐκ χειρῶν ἔπτατο τεύχεα, παρῴδηται ἀπὸ τοῦ, ἐκ χειρῶν ἔπτατο ἐρετμά. ταῦτα δὲ ἀμφότερα μεταφορικῶς ἐῤῥέθη ὡς ἀπὸ πτηνῶν, ἅ περ ἐν τῷ κρατεῖσθαι ἀφίπταται τῶν χειρῶν ἀκουσίως ἐκπετασθέντα. (Vers. 535.) Τὸ δὲ, πάντα δ' ἐπὶ χθονὶ πίπτεν, ἑρμηνευτικὸν μέν ἐστι τοῦ, ἐκ χειρῶν δ' ἔπτατο τεύχεα· ἵνα λέγῃ ἀστείως ὅτι ἄλλως μὲν ἔπτατο ἐκ χειρῶν, εἶχε δὲ ὅμως αὐτὰ ἡ γῆ. δηλοῖ δὲ ὁ λόγος ἄκραν δειλίαν, ὁποίαν καὶ οἱ ῥιψάσπιδες πάσχουσιν· ἣν ὁρῶντες οἱ νικῶντες μαλθάσσονταί ποτε πρὸς ἔλεον καὶ σπένδονται. (Vers. 539. sqq.) Ὅτι βραχύτατόν τι τῶν κατὰ τὴν Ἰλιάδα ἴνδαλμα σεμνῶς ἐμφαίνων ἐνταῦθα ὁ ποιητὴς πλάττει τὸν Ὀδυσσέα οὕτω σφοδρὸν ἐμπεσόντα τοῖς προμάχοις ἐπικουρούσης Ἀθηνᾶς, ὡς μὴ ἂν ἄλλως ἐκεῖνον παύσασθαι, εἰ μὴ Διὸς τὴν Ἀθηνᾶν ἐκφοβήσαντος ἐπεσχέθη αὐτὸς ὑπ' ἐκείνης τοῦ πολεμεῖν. φησὶ γοῦν· καὶ τότε δὴ Ζεὺς ἀφίει ψολόεντα κεραυνὸν, τὸν καὶ πρὸ τούτων ῥηθέντα, κὰδ δ' ἔπεσε πρόσθεν Ἀθηνᾶς. ἡ δὲ τῷ Ὀδυσσεῖ, ἴσχεο, φησὶ, παῦε δὲ νεῖκος ὁμοιΐου ἤγουν χαλεποῦ πολέμου, τοῦ ἐν Ἰλιάδι πολλαχοῦ ῥηθέντος, μή πώς τοι θεὸς κεχολώσεται. ὁ δὲ πείθεται Ἀθηνᾷ τῇ παρ' αὐτῷ φρονήσει, χαῖρε δὲ θυμῷ, ὅτι δηλαδὴ νικῶν, εἶτα καὶ ἐνηὴς εἶναι φανεῖται ὡς φειδόμενος τῶν πολιτῶν. καὶ ὅρκια κατόπισθεν ἤγουν εἰς τὸ μέλλον ἡ τοιαύτη Ἀθηνᾶ τίθησι Μέντορι εἰδομένη· ἔοικε γὰρ ὁ Ἰθακήσιος Μέντωρ παρὼν μεσολαβῆσαι τοῖς ὅρκοις καὶ σπεῦσαι τὰ εἰρηνικά. (Vers. 546.) καὶ ἐστὶ ταυτὸν ὅρκια θεῖναι καὶ ὅρκια πιστὰ ταμεῖν, τουτέστι θῦσαι ὡς ἡ Ἰλιὰς ἀριδήλως διασαφεῖ. Σημείωσαι δὲ ὅτι καθά που τῷ Διομήδει ἐν Ἰλιάδι ἐπισυνέβη, οὕτω καὶ νῦν Ὀδυσσεὺς τοῖς Ἰθακησίοις διωκομένοις ἐπιτρέχων ἐπέχεται κατενεχθέντι κεραυνῷ. καὶ οὕτω τὸ τῆς περιπετείας δύσλυτον τῷ τοῦ Ὀδυσσέως