Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.334
Not analysed yet
φόβῳ λύεται. Ἔτι σημείωσαι καὶ ὅτι ὥς περ τῶν πολλῶν ἐν Ἰλιάδι συμπτωμάτων μῆνις αἰτία ἡ τοῦ Ἀχιλλέως, οὕτω καὶ τὴν Ὀδύσσειαν μῆνις ἡ κατὰ τὸν Ποσειδῶνα συνίστησι· καὶ ἔτι ὥς περ τὴν Ἰλιάδα συνθεσίαι τινὲς καταπαύουσιν αἱ τοῦ Πριάμου πρὸς Ἀχιλλέα, οὕτω κἀνταῦθα εἰς εἰρηνικὰς ἀπιδόντες Ὀδυσσεύς τε καὶ οἱ Ἰθακήσιοι περατοῦσι τὴν ποίησιν, πλὴν ὅσον ἐκεῖ μὲν ὀλιγοήμεροι αἱ τοιαῦται σπονδαὶ, ἐνταῦθα δὲ διηνεκεῖς. Τέλος τῷ Θεῷ δόξα καὶ τιμή.