Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.38.1
Not analysed yet
βασιλῆϊ. (Vers. 63.) Καὶ ὅρα ὡς φανερῶς ἐνταῦθα βασιλέα καθ' ὑπεροχὴν ἔφη τὸν Ἀλκίνοον. τὰ δὲ ῥηθέντα νῦν παρὰ Ὀδυσσέως χρήσιμα πολλαχοῦ, καὶ μᾶλλον, ὅτε τις μεγάλοις προσώποις ἀπιὼν συντάσσεται τὰ συνήθη. (Vers. 43.) Ἀρτεμὴς δὲ καὶ νῦν ὁ ὑγιὴς καὶ, ὡς εἰπεῖν, ἀκέραιος καὶ ὅλος, ὡς οἱονεὶ ἀτεμὴς, ἢ καὶ ἄρτιος. ἐξ οὗ δοκεῖ κατὰ τοὺς παλαιοὺς παρωνομάσθαι καὶ ἡ παρθένος Ἄρτεμις. (Vers. 45) Ἀρετὴν δὲ παντοίαν τὴν εὐδαιμονίαν λέγει. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθ' Ὅμηρον συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν φασὶν ἐξ ἁπάσης ἀρετῆς. ἔτι δὲ τῆς ῥηθείσης ἀρετῆς ἑρμηνεία τὸ, μή τι κακὸν μεταδήμιον εἴη, ὥς περ καὶ τοῦ, χαῖρε διαμπερὲς, τὸ, εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος. (Vers. 56.) Ὅτι οἱ μὲν τῶν Φαιάκων ἄριστοι αὐτόθεν ἐξ ἑδρέων ἢ ἐξ ἑδέων ἔσπεισαν πέμποντες τὸν Ὀδυσσέα. ἱδρύσεως γὰρ καὶ μονῆς τῆς κατὰ χώραν ἔδει αὐτοῖς. Ὀδυσσεὺς δὲ ἀναστὰς ἔσπεισεν, ἀπιέναι γὰρ αὐτὸν ἔδει. ὁ δ' αὐτὸς καὶ τῇ Ἀρήτῃ ἐν χειρὶ θεὶς τὸ δέπας ἐπεύχεται τὰ προσεχῶς ἄνω ῥηθέντα. (Vers. 57.) Καὶ σημείωσαι ὅτι πρόποσίς ἐστί τις καὶ ὅ περ ἐνταῦθα ποιεῖ Ὀδυσσεύς. προτείνει γὰρ τῇ ἑστιάτορι δέπας ὥστε πιεῖν, καθὰ καὶ ἐν Ἰλιάδι ὁ αὐτὸς τῷ Ἀχιλλεῖ καὶ ἐν τοῖς ἑξῆς δὲ τῷ δούλῳ Εὐμαίῳ. καὶ γὰρ καὶ τὸ, πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλλῆα, προπόσεως ἦν. καθ' ἣν πληροῦντες δέπας ἐδίδουν πρός τινα, ὡς καὶ νῦν Ὀδυσσεὺς τῇ Ἀρήτῃ. καὶ ἦν, φασὶ, κυρίως προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινὶ πίνειν. ἔστι δὲ ὅτε καὶ τὸ ποτήριον ἀποχαρίζεσθαι. (Vers. 63.) Ὅτι τὸ ἐξῆλθε περιφράζων φησίν· ὣς εἰπὼν, ὑπὲρ οὐδὸν ἐβήσετο. ἀλλαχοῦ δὲ ἐπὶ εἰσόδου ὑπερέβη λάϊνον οὐδόν φησιν. (Vers. 64.) ἐνταῦθα δὲ βιωτικῶς ἅμα καὶ φιλοφρόνως κήρυκά τε στέλλει ὁ βασιλεὺς ἡγεῖσθαι τῷ Ὀδυσσεῖ ἐπὶ νῆα, καὶ δμωὰς δὲ γυναῖκας ἡ δέσποινα πέμπει, (Vers. 67.) τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, κατ' ἐπιβολήν τινα δηλαδὴ τῆς πρὸ ὀλίγων φιλόφρονος εὐχῆς, τὴν δ' ἑτέρην χηλὸν πυκινὴν ἅμ' ἔπεμπε κομίζειν. ἡ δ' ἄλλη (Vers. 69.) σῖτόν τ' ἔφερε καὶ οἶνον ἐρυθρὸν, δηλονότι διὰ τοὺς ἐρέτας, ἴσως δὲ καὶ διὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅτι τε ἤλλαξε τὸ σχῆμα εἰπών· τὴν μὲν φᾶρος ἔχουσαν, τὴν δ' ἑτέρην χηλὸν, ἡ δ' ἄλλη σῖτον ἔφερε. (Vers. 67.) καὶ ὅτι κατὰ κυριολεξίαν ἔφρασε τὸ, τὴν μὲν, καὶ τὸ, τὴν ἑτέρην, καὶ τὸ, ἡ δ' ἄλλη. τὸ μὲν γὰρ ἕτερος ἐπὶ δύο εἴωθε λέγεσθαι, τὸ δὲ ἄλλος ἐπὶ πλειόνων. καὶ ὅτι τὸ ἔπεμπε δὶς εἶπε διὰ τὸ τῆς λέξεως καίριον. (Vers. 69.) Τὸ δὲ σῖτον καὶ οἶνον ὑποκαταβὰς παραφράζει τε καὶ μετατίθησιν, εἰπών· κατέθεντο πόσιν καὶ βρῶσιν. (Vers. 73.) Ὅτι ἐπιμελούμενοι τοῦ Ὀδυσσέως οἱ Φαίακες καὶ ἐν τῇ νηῒ κατεστόρεσαν ῥῆγός τε λίνον τε νηὸς ἐπ' ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδῃ πρύμνης. καὶ νῦν μὲν ἁπλῶς ἔφη νήγρετον. (Vers. 79.) ὑποκατιὼν δέ φησιν ὅτι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε τῷ Ὀδυσσεῖ, νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. (Vers. 117.) καὶ οὐκ ἔστιν οὕτω γοργῶς κάλλιον φρασθῆναι ὕπνον βαθύτατον. οὗ χάριν καὶ ὅτε ἐκ νηὸς αὐτὸν ἄειραν ἐν τοῖς ἑξῆς οἱ Φαίακες αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δ' ἂρ ἐπὶ ψαμάθῳ ἔθεσαν, οὔπω οὐδὲ τότε ἀφυπνίσθη δεδμημένος ἔτι τῷ εἰρημένῳ ὕπνῳ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο, οὐ μόνον ὅτι συντελεῖ τὸ πρᾶγμα τῷ παραδόξῳ οἷα φόνον ἀπαραδόκητον φέρον τοῖς μνηστῆρσι, καὶ ἀφορμὰς οὕτω πολλὰς πλατυσμοῦ εἰς γραφὴν χορηγοῦν τῷ ποιητῇ, καὶ καινοτέραν ἐργαζόμενον τὴν τῆς ποιήσεως περιπέτειαν, ὡς ἀγνοήσαντος τοῦ Ὀδυσσέως τὴν πατρίδα μετὰ τὸ ἀφυπνισθῆναι, καὶ ἀπορήσαντος, καὶ δεινοπαθήσαντος, καὶ τοιαῦτα τινὰ ἕτερα παθόντος τε καὶ ποιήσαντος, ἀλλὰ καὶ ἄλλως πιθανῶς πρός γε τὸ φαινόμενον. ἐπειδὴ ἐοίκασιν αἰδεῖσθαι οἱ Φαίακες μὴ καὶ δόξωσιν ἀφυπνίσαντες τὸν ἥρωα μισθὸν τοῦ πλοῦ ἀπαιτεῖν· τυχὸν δὲ καὶ δεδίασι μὴ συσχεθέντες καταμηνύσωσι τὴν τέως κεκρύφθαι δοκοῦσαν Φαιακίαν καὶ οὕτω ῥᾷον ἐπιβουλευθῶσιν, ἄνθρωποι, φιληδονίαν συνειδότες ἑαυτοῖς καὶ βίον ἀπολαυστικὸν καὶ ἀπόλεμον, οἷς οὐ βιὸς μέλει οὐδὲ φαρέτρη, ἀλλὰ δαῖτες καὶ χοροὶ καὶ λοετρὰ καὶ τὰ τούτοις σύστοιχα. ὅθεν καὶ νυκτὸς αὐτοῖς ὁ ἀνάπλους γέγονεν, ἵνα μὴ ἔχῃ Ὀδυσσεὺς ἡμέρας οὔσης παρασημειοῦσθαι τόπους τινάς. ὅτι δὲ καὶ εἰκὸς ἦν, τοὺς Φαίακας εἴ περ ἀφύπνισαν τὸν Ὀδυσσέα ἐθελῆσαι συνέψεσθαι αὐτῷ οἴκαδε, καὶ ὡς ἐκεῖνος μὴ πεισθεὶς μὲν ἔδοξεν ἂν ἀγνώμων καὶ ἀφιλόξενος, πεισθεὶς δὲ καὶ συνανελθὼν οἴκοι ἐγνωρίζετο καὶ ἠχρειοῦτο ἐντεῦθεν τὸ τῆς μνηστηροκτονίας εὐμέθοδον, δῆλον ἐστί. διαταῦτα γοῦν ἐπέκρινεν ὁ ποιητὴς οὕτω καὶ μὴ ἄλλως πέμψαι τὸν Ὀδυσσέα οἴκαδε διὰ τὸ εὐπλαστότερον καὶ πιθανώτερον. καὶ ὅρα ὕπνον τοῦτον, πάνυ χρηστὸν τῷ Ὀδυσσεῖ, εἰ καὶ πρὸ τούτων ὑπνώσας ἐδυστύχησεν. Ὅτι δὲ ταῖς