Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.39.1
Not analysed yet
τῶν Φαιάκων ναυσὶ προσπλάττεται οὐ μόνον τὸ κατίσχειν, ὅ ἐστιν ἐλλιμενίζεσθαι ὅπου βούλονται, ἀλλὰ καὶ τὸ ἔτι τερατωδέστερον, τὸ δύνασθαι ὕπνον ἐπιπέμπειν, προδεδήλωται ὅπου ἐλέχθη τὸ, αὔριον σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, καὶ πάλιν· μή τις καθ' ὁδὸν δηλήσεται ὁπόταν σὺ μὲν εὕδῃς γλυκὺν ὕπνον. (Vers. 74.) Ἐπ' ἰκριόφιν δὲ νηὸς πρύμνης κοιμᾶται Ὀδυσσεὺς διά τε τὸ ἐντιμότερον, ἐπεὶ καὶ ἀρχικὸν ἡ πρύμνα διὰ τὸν κυβερνήτην, καὶ διότι οὐδὲ ἔδει ἐπὶ τῶν καταστρωμάτων κείμενον ἐμποδὼν γενέσθαι τοῖς ῥέσσουσιν. Ἐν δὲ τῷ, νήγρετον εὕδοι, λείπει τὸ, ὕπνον. (Vers. 75.) Πεπαιδευμένον δὲ τοῦ Ὀδυσσέως ἐν τούτοις καὶ τὸ, (Vers. 76.) ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο σιγῇ. τί γὰρ καὶ ἔδει ἄρτι λαλεῖν ἄνδρα σοφὸν, εἰδότα ἐν τοιούτῳ καιρῷ τὰς γλώττας ὁσιοῦσθαι τῷ Ἑρμῇ, καθά που προείρηται. κεῖται δ' ἐνταῦθα καὶ ἀπόπλου σύντομος διασκευὴ τὸ, οἱ δὲ κάθιζον ἐπὶ κληῖσιν ἕκαστοι κόσμῳ. (Vers. 77.) πεῖσμα δ' ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. τρόπου δὲ τοῦτο πρωθυστέρου. πρῶτον γὰρ ἀπολυθεῖσα τοῦ ἔξω δεσμοῦ ναῦς, εἶτα ἀποπλέει. Τρητὸν δὲ λίθον λέγει, ὃν παρὰ τὸ τρῶ τὸ τρυπῶ ἢ παρὰ τὸ γρῶ τὸ ἐσθίω γρώνην ὁ Λυκόφρων καλεῖ. (Vers. 79.) Τὸ δὲ ἐπιπίπτειν βλεφάροις ὕπνον, ὡς ἀπὸ μεγέθους βαρέος καὶ δυσμετακινήτου μετήνεκται. διὸ καὶ οἰκείως ἐπήχθη τὸ, νήγρετος. ὃ δὶς ἐνταῦθα λεχθὲν προκλητικόν ἐστι τοῦ, θανάτῳ ἐοικώς. ὁ γάρ τοι νήγρετος καὶ ὁ τανηλεγὴς ταυτὸν δηλοῦσιν. ὧν τὸ μὲν ἐνταῦθα τῷ ὕπνῳ ἐπελέχθη, τὸ δὲ τανηλεγὴς πολλαχοῦ τῷ θανάτῳ ἐπιτίθεται. ὃς καὶ αὐτὸς καθὰ τανηλεγὴς, οὕτω καὶ νήγρετος λέγοιτ' ἄν. καὶ μᾶλλον αὐτός. ὁ γάρ τοι ὕπνος, (Vers. 80.) ἄλλως λέγεται νήγρετος, οὐχ' ὡς ἀνέγερτος δηλαδὴ, ἀλλ' ὡς δυσέγερτος. Τὸ δὲ ἥδιστος πρὸς διαστολὴν τοῦ καρωτικοῦ καὶ καρηβαρικοῦ ὕπνου πρόσκειται. Τὸ δὲ ἄγχιστα κἀνταῦθα ταυτόν ἐστι τῷ σχεδὸν, ἵνα λέγῃ ὕπνον θανάτῳ σχεδὸν ἐοικότα. ἐπίτασις μέντοι τοῦ σχεδόν ἐστι τὸ ἄγχιστα. καὶ εἴη ἂν μάλιστα ὁ τοιοῦτος ὕπνος ἀδελφὸς τῷ θανάτῳ. (Vers. 81.) Ὅτι τερατολογῶν Ὅμηρος τὴν αὐτῷ φίλην νῆα ἐφ' ἧς ὁ Ὀδυσσεὺς πέμπεται οἴκαδε, τετρώρου τε κινήμασιν εἰκάζει τὸν δρόμον αὐτῆς, καὶ αὖθις ὑπὲρ ἱέρακα πέτεσθαι λέγει κατὰ τὸν πλοῦν, τὸ μὲν κατὰ μόνον τὸ ἀσφαλὲς τοῦ κατ' αὐτὴν δρόμου καὶ ἀκλινὲς, τὸ δὲ διὰ τὸ εἰσάγαν ὠκύαλον καὶ ὡς εἰπεῖν πτηνὸν, ἵνα δύο τούτων παραβολῶν ἡ μία μὲν ᾖ πρὸς τὸ τοῦ πλοῦ στερεὸν, ἡ δὲ ἑτέρα πρὸς τὸ τοῦ τάχους πτηνὸν, καὶ ὡς ὁ ποιητὴς λέγει, ἡ μὲν πρὸς τὸ μάλ' ἀσφαλέως θέειν ἔμπεδον, ἡ δὲ πρὸς τὸ ῥίμφα θέειν. φησὶ γάρ· ἡ δ' ὥστ' ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, πάντες ἅμ' ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, ὑψόσ' ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο. κῦμα δ' ὄπισθεν πορφύρεον μέγα θῦεν πολυφλοίσβοιο θαλάσσης. ἡ δὲ μάλ' ἀσφαλέως θέεν ἔμπεδον, οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν ἐλαφρότατος πετεηνῶν. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κῦματ' ἔταμνεν. (Vers. 88.) καὶ οὕτω περάνας τὰς δύο παραβολὰς τὴν μὲν πρὸς τὸ τοῦ πλοῦ ἰσόῤῥοπον καὶ ἀσφαλὲς ῥηθεῖσαν, ὡς εἰ καὶ ἐν χέρσῳ ἔθεε τὴν δὲ πρὸς τὸ πολὺ τοῦ τάχους, ὅ περ διεφαίνετο καὶ πρὸ τούτων ἐν τῷ, ὡσεὶ πτερὸν ἠὲ νόημα, πτερὸν γὰρ ἐκεῖ τὸ πτηνὸν ἐνοεῖτο συννοούμενον, ὡς ὅλον τῷ μέρει αὐτοῦ τῷ πτερῷ ἐπάγει· ὣς ἔθεεν ἡ τοιαύτη ναῦς ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα. ὃς πρὶν μὲν μάλα πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα (Vers. 91.) πείρων, ὅ ἐστι περῶν, ὡς καὶ ἀλλαχοῦ ἐφάνη· δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει. (Vers. 81.) Σημείωσαι δ' ἐν ταῖς ῥηθείσαις παραβολαῖς, ὡς ἡ μὲν πρώτη συνήθως πέφρασται μετὰ παραβολικοῦ ἐπιῤῥήματος· φησὶ γὰρ· ἡ δ' ὥστ' ἐν πεδίῳ καὶ ἑξῆς, ὡς ἐγράφη. (Vers. 86.) ἡ δὲ ἑτέρα καινότερον συνηρτήθη ἀνελπίστως, οὐ σχηματισθεῖσα κατὰ παραβολὴν, ἀλλὰ μᾶλλον καθ' ὑπερβολὴν δι' ἐπεμβολῆς ἀποφατικῆς. φησὶ γάρ· οὐδὲ ἱέραξ ὁμαρτήσοι ἂν αὐτῇ, ὡς δῆθεν μικροπρεπὲς ὂν εἰπεῖν ὡς ἔθεε κατὰ ἱέρακα ναῦς αὕτη ἡ καὶ ὑπὲρ ἐκεῖνον ὠκεῖα, εἴ γε κατὰ νόημα ἦν τὸ τάχος αὐτῇ. (Vers. 88.) τοιαῦται συχναὶ τρεῖς καὶ ἐν Ἰλιάδι παραβολαὶ ὑπερβολικαὶ, ὅπου φησὶν ὁ ποιητὴς ὡς οὔτε πῦρ οὔτε ἄνεμος οὔτε θάλασσα τοσοῦτον ἦχον ἔχει ὅσον ὁ τηνικαῦτα πόλεμος. καὶ ὅμως εἰ καὶ εἶπεν ὡς οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν, ἀλλ' ἡ ἀπόδοσις παραβολικῶς ἐξήχθη. φησὶ γάρ· ὣς ἡ ῥίμφα θέουσα ἦν. πῶς δὲ οὕτως; οὐ κατὰ ἱέρακα δηλαδὴ, ἀλλὰ πάντως ὑπὲρ αὐτὸν, ἢ καὶ ἄλλως τὸ αὐτὸ φράσαι, οὕτως ἔθεεν, ὡς οὐδ' ἂν ἱέραξ πέτοιτο. ἔστι μέντοι εἰπεῖν καὶ ὅτι τὸ, ὣς ἡ ῥίμφα θέουσα θάλασσαν ἔταμνε, τῶν δύο παραβολῶν ἐστὶν ἀπόδοσις, τῆς τε κατὰ τὸ τέτρωρον καὶ τῆς κατὰ τὸν ἱέρακα. ἐπεὶ καὶ τὸ θέειν δίκην