Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.40.1
Not analysed yet
τετρώρου καὶ τὸ, ὡς οὐδ' ἂν ἱέραξ ῥίμφα θέειν ἐστί. καὶ ἔστιν ἡ ἔννοια συνημμένη ἐκ δύο παραβολικῶν ἐννοιῶν, οὕτω πως· ὡς ἵπποι ἂν τετράοροι ὁρμηθεῖεν καὶ ὡς οὐδ' ἂν ἱέραξ κίρκος πέτοιτο, οὕτως ἡ Φαιακικὴ ναῦς κατὰ θαλάσσης ἔθεεν. (Vers. 81.) ἐπαινοῦντες δὲ καὶ ἄλλως τὴν πρώτην παραβολὴν οἱ παλαιοί φασι τὸν ποιητὴν εὖ κεχρῆσθαι αὐτῇ. ὡς γὰρ ἵπποι τρέχοντες ἐκ τῶν ὄπισθεν διεγείρονται πληττόμενοι, οὕτω καὶ ναῦς ἐλαυνομένη ἀνέμοις ἐκ τῆς πρύμνης κουφίζεται. Τετράοροι δὲ ἢ κατά τινας τετράορες ἵπποι οἱ τέσσαρες ὁμοῦ συνεζευγμένοι. ἀείρω γὰρ τὸ συζευγνύω, ὥς περ αὖ ξυνωρὶς δύο ἵππων σύζευξις, ξυναορίς τις οὖσα· ἢ καὶ ἄλλως τετράοροι ἀντὶ τοῦ τέσσαρες ὀρούοντες. οἱ δὲ τοιοῦτοι καὶ τετράσειροι λέγονται παρὰ τὴν σειράν. ἀφ' ἧς καὶ ἄσειρος ἵππος ὁ ἄδετος, καὶ παράσειρος ὁ παρήορος. οἶδεν οὖν, φασὶν, Ὅμηρος καὶ τὸ τέτρωρον, καθὰ καὶ πρὸ τούτου τὸν κέλητα, εἰ καὶ μὴ ποιεῖ χρωμένους αὐτοῖς τοὺς ἥρωας. Ἰστέον δὲ ὅτι τοῦ τετράορος πρωτότυπον τὸ ἄορ ἄορος. ὅθεν ὦρες ἐν Ἰλιάδι αἱ γυναῖκες. ἀναδραμούσης δὲ τῆς ῥηθείσης γενικῆς εἰς εὐθείαν, γίνονται ἀπ' αὐτῆς οἱ τετράοροι. ἐξ ὧν τὸ τέτρωρον. ὅ περ οἱ γραμματικοὶ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀξιοῦσι προπερισπᾶν, ὡς ἀπὸ τοῦ τετράορον, καθὰ καὶ προείρηται ὅπου καὶ ἡ αἰτία κεῖται τῆς προπαροξυτονήσεως. Ἀρσένων δὲ ἵππων μέμνηται ὡς αὐτῶν μάλιστα χρησίμων εἰς τέτρωρον. ὅτι δὲ καὶ θηλείας εἰκὸς ὑποζεύγνυσθαι, ἡ Ἀγαμεμνονέη ἐν Ἰλιάδι αἴθη δηλοῖ. (Vers. 82.) Τὸ δὲ ὑπὸ πληγαῖς ταυτὸν τῷ ὑπὸ πληγῶν. καὶ εἰσὶ κεντρηνεκέες οἱ οὕτω πάσχοντες ἵπποι. (Vers. 83.) τὸ δὲ ὑψόσε ἀειρόμενοι ἐμφαίνει δύνασθαι τετραόρους λέγεσθαι, καὶ οἳ ὁμοῦ τέσσαρες ἀείρονται, τουτέστι κοῦφα καὶ οἷον μετάρσια θέουσιν, ἢ ὧν ἕκαστος διὰ τεσσάρων ποδῶν ἀείρεται, κατὰ τὸν εἰπόντα τραγικὸν, τετραόρου φάσμα ταύρου. Πρωτότυπον δὲ τοῦ αἴρειν τὸ ἀείρειν, ὡς καὶ τὸ ἀεικίζειν τοῦ αἰκίζειν καὶ ἡ ἀεικία τῆς αἰκίας. ὅμοιον δέ τι καὶ ἐπὶ τῆς αἰδοῦς γίνεται, καὶ ἐπὶ τοῦ φαείνειν φαίνειν. Κέλευθον δὲ καὶ νῦν οὐ τὴν θαλασσίαν ἀλλὰ τὴν διὰ χέρσου λέγει ὁδὸν, δεξιῶς οὕτω τὴν λέξιν χρησάμενος ἐν τῇ τοῦ τετρώρου πρὸς τὴν νῆα παραβολικῇ ὁμοιότητι. (Vers. 84.) τὸ δὲ πρύμνη ἀείρετο, τῆς παραβολῆς ἐστὶ τὸ καιριώτατον. καθ' ὃ τετραόροις ἵπποις εἰκάζεται ἐλαυνομένοις πληγαῖς ἐκ τῶν ὄπισθεν. Κῦμα δὲ θαλάσσης πρὸς διαστολὴν ποταμίου φησὶ κύματος. εἰσὶ γὰρ καὶ κυματίαι ποταμοὶ, ὡς ὁ ποιητής τέ που ἐδήλωσε καὶ ὁ γράψας δὲ τὸ, κυματίης ἐγένετο. (Vers. 86.) Τὸ δὲ ἀσφαλέως καὶ τὸ ἔμπεδον τὴν αὐτὴν μὲν δηλοῖ ἔννοιαν. ἔστι δὲ ἔμπεδον μὲν τὸ περὶ γῆν, ἀσφαλὲς δὲ, ὃ μὴ σφάλλεται κλονούμενον ἢ ἐμποδιζόμενον. Ὁ δὲ ἴρηξ ψιλοῦται Ἰωνικῶς, εἰ καὶ ὁ ἱέραξ δασύνεται κοινῶς τε καὶ Ἀττικῶς. (Vers. 87.) ὁ δὲ κίρκος εἶδος ἱέρακος, καὶ σύγκειται τὸ γένος τῷ εἴδει καὶ νῦν κατὰ λόγον περιβολῆς, ὡς καὶ ἐν τῷ, βοῦς ταῦρος, καὶ σῦς κάπριος, καὶ τοῖς ὁμοίοις. ἴσως δὲ ὡς παρὰ τὸ κρέκειν ἡ κρὺξ, οὕτω καὶ παρὰ τὸ κρίζειν ὁ κίρκος, ὅ πέρ ἐστιν ἤχου μίμημα, ἐξ οὗ καὶ τὸ κρίγεν ἐν τῇ Ἰλιάδι. καὶ εἰκὸς μὲν κρίκον εἶναι τὸ ὀρθὸν, παθεῖν δὲ μετάθεσιν πρὸς διαστολὴν ἑτέρου κρίκου τοῦ ἀπὸ σιδήρου ἢ τοιαύτης τινὸς ὕλης. ὅθεν καὶ ῥῆμα τὸ κρικῶ κρικώσω. ὅτι δὲ ὁ τοιοῦτος ἴρηξ ἐλαφρότατος πετεηνῶν, ζωϊκὴ ἱστορία ἐστί. (Vers. 89.) Τὸ δὲ θεοῖς ἐναλίγκια μήδε' ἔχοντα ἐγγύς ἐστι τοῦ, Διῒ μῆτιν ἀτάλαντος. (Vers. 91.) Ἐν δὲ τῷ, ἀνδρῶν πολέμους, νοητέον ἰδικήν τινα μετοχὴν, οἷον, ἀνύων, ἢ τολυπεύων, ἤ τι τοιοῦτον, τὸ γὰρ πείρων οὐχ' ἁρμόττει ἐπὶ ἁπλῶς πολέμου· καὶ ἔστιν ὅμοιον τῷ, σῖτον καὶ οἶνον ἔδων. ὅτι δὲ τὸ πείρειν καὶ ἐπὶ τοῦ περᾶν λέγεται, προέγνωσται. (Vers. 90.) Τὸ δὲ πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, παρείλκυσται μὲν ἐκ τῆς ἀρχῆς τοῦ βιβλίου. δηλοῖ δὲ ὡς χρὴ οὕτω καὶ ἐκεῖ στίζειν καὶ μὴ ἀναγινώσκειν, ἀρνύμενος ὃν κατὰ θυμόν. (Vers. 92.) Τὸ δὲ λελασμένος, οἰκεῖον ὑπνοῦντι νήγρετον. θανάτῳ μὲν γὰρ ἄγχιστα ὁ τοιοῦτος ὡς ἐῤῥέθη ἔοικεν ὕπνος. θανόντων δὲ ἴδιον μυθικῶς τὸ πίνειν τοῦ τῆς Λήθης ὕδατος. (Vers. 89.) Σημείωσαι δὲ ὅτι τε τὸ, ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε' ἔχοντα καὶ ἑξῆς, προσπαθῶς ὁ ποιητὴς ἔφη κατ' ἐνδιάθετον λόγον ἐπὶ τῷ Ὀδυσσεῖ, ὡς εἰ καὶ μήτηρ φίλον παῖδα κοιμίσασα λαλεῖ τι ἐπαίνου εἰς αὐτόν. (Vers. 92.) καὶ ὅτι σεμνὸς ἐνταῦθα στίχος κατὰ τὸ ὁλοδάκτυλον τὸ, δὴ τότε γ' ἀτρέμας εὗδε λελασμένος ὅσσ' ἐπεπόνθει, ὁποῖον σὺν ἄλλοις καὶ ἐν Ἰλιάδι τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. (Vers. 93.) Ὅτι μετρῶν ὁ ποιητὴς τὸν ἐκ Φαιάκων ἕως καὶ εἰς Ἰθάκην πλοῦν μιᾷ νυκτὶ ἀνυσθῆναι αὐτὸν ἱστορεῖ. φησὶ γοῦν· εὖτ' ἀστὴρ ὑπερέσχε φαάντατος ὅστε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, ὁ καὶ