Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.42.1
Not analysed yet
ἐστι τοῦ σκεπάζω, ὡς καὶ τὸ πετῶ τοῦ πετάζω, καὶ τὸ βιβῶ τοῦ βιβάζω, ὃ δηλοῖ τὸ ὀχεύειν, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἔτι δὲ καὶ τὸ ἁπλῶς βαίνειν. Τὸ δὲ δυσαήων σημειῶδες ἐστί. γέγονε γὰρ ἐκ τοῦ δυσαὴς, δυσαέος, καὶ κατὰ ἔκτασιν δυσαῆος καθ' ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, καὶ Ἄρης Ἄρηος, καὶ Διοκλῆος ποτὶ δῶμα, καὶ Ἰφικλῆος, καὶ τῶν ὁμοίων. (Vers. 100.) Τὸ δὲ ἐντὸς τοῦ λιμένος ἄνευ δεσμοῦ μένειν τὰς νῆας, ὃ δὴ λιμένος ἔπαινός ἐστιν, ἡ τῶν Φαιάκων νῆσος οὐ δοκεῖ ἔχειν, εἴ περ πρὸ ὀλίγων ἀναπλέοντες πεῖσμα ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. (Vers. 101.) Τὸ δὲ ὅρμου μέτρον ἵκωνται περιφραστικῶς ἀντὶ τοῦ εἰς τὸν ὅρμον. ἐν ᾧ καὶ ὅρα ὡς φανερὰ κἀνταῦθα διαφορὰ λιμένος καὶ ὅρμου. ἐπεὶ οὐχ' ἁπλῶς ἐν τῷ λιμένι μένουσιν αἱ νῆες ἄνευ δεσμοῦ, ἀλλ' ὅτε ὅρμον ἵκωνται. (Vers. 102.) ἔστι δέ, φασιν, ὅρμος, τὸ τέλος τῆς ἐν θαλάσσῃ καταγωγῆς. Ὅτι δὲ Ἀθηνᾶς ἱερὸν φυτὸν ἡ ἐλαία, καὶ ὡς ἐν Ἀθήναις πρῶτον εὕρηται, ὁ μῦθος λέγει. διὸ καὶ μετ' ὀλίγα ἐν τῷ τῆς ἐλαίας ταύτης πυθμένι τὰ τοῦ Ὀδυσσέως τίθενται χρήματα, ὡς οἷον εὐτυχῶς παρακατατιθέμενα τῇ Ἀθηνᾷ. διὸ καὶ συντηροῦνται. Ὡς δὲ ὁμωνύμως ἐλαία καὶ τὸ φυτὸν καὶ ὁ καρπὸς εἰ καὶ ἄλλως οἱ Ἀττικοὶ ἐλαίαν μέν φασι τὸ δένδρον, ἐλάαν δὲ τὸ ἐξ αὐτοῦ, δῆλον ἐστίν. οὕτω δὲ καὶ ἐπὶ ῥοιᾶς φαίνεται εἴτουν ῥόας. τὸ δ' αὐτὸ καὶ ἐπὶ φοίνικος. καὶ τοῦ φυτοῦ μὲν χρῆσις πρὸ τούτων παρ' Ὁμήρῳ, καρποῦ δὲ ἔν τε ἄλλοις μυρίοις καὶ ἐν τῷ, φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν ἠδ' ἀπυρήνους. εἰσὶ γὰρ καὶ φοίνικες ἢ μηδόλως ἔχοντες πυρῆνας ἢ σμικροτάτους. (Vers. 104.) Τὸ δὲ ἄντρον ἱερὸν νυμφάων ὁμοίως πέφρασται τῷ, ἄλσος ἱερὸν Ἀθήνης, ὃ πρὸ τούτων που εἴρηται. (Vers. 105.) Οἱ δὲ λίθινοι κρατῆρες καὶ ἀμφιφορῆες ἀναθήματα νυμφῶν χειροποίητα. οἰκεῖον δὲ πρὸς Νηϊάδας τὰ τοιαῦτα δοχεῖα τοῦ ὕδατος. (Vers. 106.) Τιθαιβώσσειν δὲ κυρίως ἐπὶ μελισσῶν τὸ ἀποτιθέναι βόσιν ἑαυταῖς, ὅ ἐστι σιμβλοποιεῖν· οὗ ἡ παραγωγὴ ὁμοία τῇ τοῦ Πυλαιμένους καὶ τοῦ μεσαιπολίου, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ᾗ δὴ ἐκείνῃ παραγωγῇ ἔοικε μὲν καὶ τὸ, ἀκρόχολος ἀκράχολος Ἀττικῶς ὁ ἄκρως χολούμενος· οὐ προσλαμβάνει δέ που καὶ τὸ ἰῶτα κατὰ τὸ μεσαιπόλιος καὶ τὰ ὅμοια, καθὰ οὐδὲ ὁ Ὁμηρικὸς ταλαπείριος, καί τοί γε τῶν ὕστερον ἐν τοῖς τοιούτοις τὸ ἰῶτα προσλαμβανόντων, ὡς δηλοῖ καὶ ὁ ταλαίπωρος καὶ ὁ ταλαίμοχθος. Μέλισσαι δὲ ὅτι παρὰ τὸ μήλοις ἐφιζάνειν ἤγουν ἄνθεσι γίνεται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ὡς δὲ καὶ παρὰ τὸ μέλω καὶ αὐταὶ καὶ τὸ μέλι, ἀλλὰ τοῦτο κεκοίνωται. λέγεται δὲ καὶ ὅτι Ἀλκμὰν κηρίνην ὀπώραν λέγει τὸ μέλι. τούτου δὲ παράγωγον ὁ Μέλιτος τὸ κύριον, καὶ ὁ ἐπὶ ἀφροσύνῃ ἐξάκουστος Μελιτίδης, καὶ ἡ ἐντελῶς μὲν εἰπεῖν μελιττόεσσα, συναιρεθεῖσα δὲ ἰδίως ὑπὸ Ἀττικῶν εἰς τὸ μελιτοῦττα πρὸς ὁμοιότητα τοῦ, οἰνόεσσα οἰνοῦττα· ἐπὶ μελιπήκτων δὲ ἡ μελιττοῦτα, καὶ οὐχ' ἁπλῶς κατὰ τὸ μελιττόεσσα γαλήνη καὶ τὰ ὅμοια. (Vers. 107.) Οἱ δὲ λίθεοι ἱστοὶ πιθανῶς νοεῖσθαι ὀφείλουσιν. οὐ γὰρ ὕφασμα δηλοῦσιν, ἀλλὰ ὑφαντικὰ ὄργανα, τὸ ἐκ λίθων δηλαδὴ ἀντίον ἐν ᾧ τυλίσσεται τὸ ὑφαινόμενον, καὶ τοὺς ἱστόποδας καὶ τὰ ἐπ' αὐτοῖς. (Vers. 108.) Ταυτὸν δὲ ἐν τούτοις τὸ λάϊνοι καὶ τὸ λίθεοι, μετουσιαστικὰ γὰρ καὶ ἀμφότερα. Ἁλιπόρφυρα δὲ φάρεα τὰ πορφύροντα δίκην ἁλὸς, ἢ τὰ ἁλουργά. (Vers. 109.) Τὸ δὲ ὕδατα αἰενάοντα ἐν ἑνὶ μέρει λόγου γράφεται καὶ δι' ἑνὸς ν, διὰ τὸ μέτρον. φέρεται δ' ἔν τισι καὶ ἀενάοντα κατ' ἔκτασιν τῆς ἀρχούσης, πρὸς ὁμοιότητα τοῦ ἀκάματος καὶ ἀθάνατος καὶ τῶν ὁμοίων ὅσα τριβράχεα. (Vers. 110.) Τὸ δὲ πρὸς Βορέαο καὶ πρὸς Νότου ἐλλέλειπται. τὸ γὰρ πλῆρες πρὸς μέρος Βοῤῥᾶ καὶ πρὸς μέρος Νότου. Ἐκ δὲ τοῦ καταιβαταὶ παρῆκται καὶ ὁ καταιβάτης ἢ Ζεὺς ἢ κεραυνός. (Vers. 111.) Τὸ δὲ θεώτεραι, πρωτότυπόν ἐστι τοῦ θειότεραι, οὗ ἑρμηνεία τὸ, οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται καὶ μάλιστα τὸ, (Vers. 112.) ἀλλ' ἀθανάτων ὁδός ἐστιν. ὃ δίχα ἐκθλίψεως γραφὲν λῃστρικῷ ποτὲ προσαρμόσει τόπῳ, οὐκ ἀπροσφυῶς ἂν λεχθησομένῳ, θανάτων ὁδῷ οὐ μὴν ἀνδρῶν. (Vers. 111.) Τὸ δὲ ἐκείνῃ ἐπίῤῥημά ἐστιν ἶσον τῷ, ἐκεῖσε, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ ἄλλῃ καὶ ταύτῃ καὶ τῶν ὁμοίων. (Vers. 113.) Ὅτι εἰς τὸν Ἰθακήσιον λιμένα οἱ Φαίακες εἰσέλασαν πρὶν εἰδότες. πότε δὲ εἰδότες ἢ πῶς, οὔ φησιν ὁ ποιητὴς, ἀλλ' ἀφίησι νοεῖν, ὅτι οἴδασιν, ὡς εἰκὸς, Φαίακες Κερκυραῖοι ὄντες Ἰθακησίοις γείτονες. τοῦ γὰρ ἐκτοπισμοῦ πλάσματος ὄντος ἀληθές ἐστι τῆς κατὰ Φαιακίαν Κεφαλληνίας οὐ πολὺ ἀπέχειν τὴν Ἰθάκην, στενὸν καὶ μετέωρον ἔχουσαν λιμένα, καλούμενόν, φασι, Φόρκυνα, καὶ αἰγιαλόν τινα ἐν ᾧ νυμφῶν ἱερὸν ἄντρον. Σημείωσαι δὲ καὶ ὅτι τὸ εἰπεῖν ὡς ἴσασιν αἱ Φαιακικαὶ νῆες τὰς