Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.43.1
Not analysed yet
ἑκάστων πόλεις, τοῦτ' ἦν τὸ τοὺς ναύτας Φαίακας εἰδέναι ὅποι πλέουσι. καὶ ὅτι πάνυ πιθανῶς ἐνταῦθα ἐῤῥέθη τὸ πρὶν εἰδότες, ἵνα εἰκοτολογηθῇ τὸ ἐν νυκτὶ τολμῆσαι τοὺς Φαίακας ἐπεῖξαι κατὰ τῆς χέρσου κώπαις ὅλαις τὴν νῆα· ὅ περ οὐκ ἂν ἐποίησαν οὔσης νυκτὸς, εἰ μὴ ἀκριβῶς ᾔδεισαν. Ἰστέον δὲ ὅτι λέγονται μὲν παρὰ τοῖς παλαιοῖς νυμφαῖοι μύρμηκες οἱ πτερωτοὶ, καὶ οἱ ἐν κήποις δὲ σκώληκες, ἄδηλον δὲ εἴ περ ἀπὸ τῶν τοῦ μύθου καὶ αὐτοὶ νυμφῶν παρονομάζονται, πλὴν ὅμως εἰκὸς τοῦτό γε ἕως ἑτέραν τις αἰτίαν ἀποδῷ. (Vers. 115.) Ὅτι ἐλλιμενιζομένη κατὰ Ἰθάκην ἡ Φαιακικὴ ναῦς Ἠπείρῳ ἐπέκελσεν ὅσον τ' ἐπὶ ἥμισυ πάσης σπερχομένη. τοῖον γὰρ ἐπείγετο χερσὶν ἐρετάων, ἤγουν οὕτω γὰρ ἤπειγον αὐτὴν οἱ ἐρέσσοντες, ταυτὸν δ' εἰπεῖν, ἔσπερχον. ὑποθετέον δὲ, ἄπετρον καὶ ἀμμώδη εἶναί τε καὶ ὑπὸ Φαιάκων δὲ, ὡς ἐῤῥέθη, γινώσκεσθαι τὸν ἐκεῖ αἰγιαλόν. οὐ γὰρ ἂν οὕτως ἡ ναῦς ἐπέκελσεν εἴ περ αἱ ἀκταὶ πετρώδεις ἦσαν ἢ καὶ ἄλλως σκληραί. ἐπίτηδες δὲ γίνεται καὶ τοῦτο, ἵνα μὴ θόρυβος ἐν τῷ κατάπλῳ γένηται. διὸ καὶ τὸν Ὀδυσσέα, ὡς καὶ προδεδήλωται, ἤπειρόνδε γλαφυρῆς ἐκ νηὸς ἄειραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, (Vers. 119.) καὶ ἐπὶ ψαμάθῳ κατέθεσαν δεδμημένον, ὕπνῳ βαθεῖ δηλαδὴ, ὃς αὐτῷ ἐπῆλθεν ἀγρυπνήσαντι παρὰ Φαίαξιν, ἵνα δηλαδὴ μὴ ἀφυπνίσαντες αὐτὸν, ὡς προεῤῥέθη, δόξωσι μισθὸν τῆς πομπῆς ἀπαιτεῖν ἀγεννῶς, ἢ καὶ κατασχεθῶσι, καὶ δι' ἄλλας δὲ αἰτίας, ὡς προγέγραπται. (Vers. 120.) λέγει δὲ καὶ ὡς χρήματα ἐξάειραν ἤτοι βαστάσαντες ἐξήγαγον, ἅ οἱ Φαίακες ἀγαυοὶ ὤπασαν οἴκαδε ἰόντι διὰ μεγάθυμον Ἀθήνην, ἤγουν διὰ τὴν φρόνησιν, ἧς χάριν οἷα σοφὸς ὑπὸ Φαιάκων εὐηργέτηται. καὶ τὰ μὲν παρὰ πυθμένα ἐλαίης, ὡς προδεδήλωται, ἀθρόα ἔθηκαν (Vers. 123.) ἐκτὸς ὁδοῦ ἤγουν ἔξω τῆς ὁδοῦ, μή πού τις ὁδιτάων ἀνθρώπων (Vers. 124.) πρὶν Ὀδυσσῆα ἔγρεσθαι ἐπελθὼν δηλήσαιτο. δίκαιοι καὶ οὗτοι ὄντες καὶ μήτε θελήσαντες οὑτινοσοῦν ἀποστερῆσαι τὸν ξεῖνον αὐτοὶ, προμηθευσάμενοι δὲ καὶ μηδὲ ὑφ' ἑτέρων αὐτὸν τοῦτο παθεῖν. αὐτοὶ δέ, φησιν, οἶκονδε πάλιν κίον. (Vers. 118.) Ὅρα δὲ ὅτι τε λίνον οὐ δίκτυον ἐνταῦθα λέγει ἀλλ' ὕφασμά τι ἐκ λίνου, (Vers. 122.) καὶ ὡς οὐ μόνον ἐπὶ ἀγγείων ὁ πυθμὴν, ἀλλὰ καὶ ἐπὶ δένδρων. πυθμένα γὰρ ἐλαίας τὰς ῥίζας ἔφη, οὗ πυθμένος ἡ ἐτυμολογία γέγραπται ἀλλαχοῦ. (Vers. 128.) Ὅτι καὶ ὁ Ποσειδῶν ἐνταῦθα κατὰ τῶν Φαιάκων ἀγανακτῶν, καθὰ πρὸ τούτου διὰ τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ὁ Ἥλιος, ἐκλαλεῖ τὸ λυποῦν βιωτικῶς. καὶ ἀπὸ τοῦ μείζονος λαμβάνων ἐπιχείρημα φησί· Ζεῦ πάτερ, οὐκέτ' ἔγωγε ἐν θεοῖς τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι Φαίηκες, (Vers. 130.) καὶ ταῦτα, οἵ περ ἐμῆς ἔξεισι γενέθλης. ἐπειδὴ ὁ ἀρχαῖος Φαίαξ Ποσειδῶνος υἱός, φασιν, ἐδόκει καὶ Κερκύρας τῆς Ἀσωποῦ. (Vers. 131.) εἶτα καὶ προβολὴν κατὰ Φαιάκων ποιούμενος λέγει, ὡς ἐγὼ μὲν ἐφάμην αὐτὸν πολλὰ κακὰ παθόντα οἴκαδε ἐλεύσεσθαι, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. οἱ δὲ εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κατέθεσαν ἐν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις, ἐσθῆτά θ' ὑφαντὴν, πόλλ' ὅσ' ἂν οὐδέ ποτε Τροίης ἐξήρατ' Ὀδυσσεὺς, λαχὼν ἀπὸ ληΐδος αἶσαν. καὶ οὕτω μὲν ὁ Ποσειδῶν, ἀγασάμενος εἴ περ αὐτὸς μὲν μοχθοῦντα τὸν Ὀδυσσέα ἤθελεν εἰς Ἰθάκην ἐλθεῖν ὡς καὶ εἰς τὴν τῶν Φαιάκων νῆσον. οἱ δὲ οὐ μόνον ἀπόνως ἀλλὰ καὶ ἀνεπαισθήτως αὐτὸν ὑπνοῦντα τῇ πατρίδι ἀποκατέστησαν. (Vers. 140.) ὁ δὲ τοῦ μύθου Ζεὺς παραμυθησάμενος καὶ εἰπὼν τίμιον αὐτὸν ἐν θεοῖς εἶναι παραχωρεῖ ποιῆσαι ὅ περ ἂν ἐθελήσειεν εἰς τοὺς Φαίακας. (Vers. 149.) τοῦ δὲ Ποσειδῶνος εἰπόντος, ἐθέλειν Φαιάκων περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ ῥαῖσαι, ἵνα ἐπὶ δεινῷ μεγάλῳ πτοηθέντες ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι, (Vers. 154.) ὁ Ζεὺς οἷα πολύμητις μεθοδεύων ὅπως χρὴ ῥαῖσαι τὴν νῆα φησίν· ὦ πέπον, ὣς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προσίδωνται λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης, νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ἄνθρωποι. μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. (Vers. 160.) ὁ δὲ Ποσειδῶν ἀκούσας ἔβη, φησὶν, ἐς Σχερίην, περὶ ἧς προεγράφη, ὅθι δηλαδὴ Φαίηκες γεγάασι. καὶ ὁ μὲν ἔνθα ἔμενεν. ἡ δὲ ναῦς μάλα σχεδὸν ἦλθε ῥίμφα διωκομένη. τῆς δὲ σχεδὸν ἦλθεν Ἐνοσίχθων, ὅς μιν λᾶαν ἔθηκε καὶ ἐῤῥίζωσεν ἔνερθε χειρὶ καταπρηνεῖ ἐλάσας. (Vers. 166.) τῶν δὲ Φαιάκων οὓς καὶ νῦν δολιχηρέτμους καὶ ναυσικλειτοὺς ἄνδρας λέγει, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον κατά τινα ἠθοποιΐαν, ὤ μοι, τίς δὲ νῆα θοὴν ἐπέδησ' ἐνὶ πόντῳ οἴκαδ' ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.