Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.46.1
Not analysed yet
ἀπεόντα. (Vers. 191.) Τὸ δὲ ἕκαστα μυθήσαιτο, περὶ τῆς γυναικὸς λέγει καὶ τῶν μνηστήρων καὶ τοῦ συβώτου καὶ τοῦ Τηλεμάχου καὶ ὅσα ἄλλα ἐν τοῖς ἑξῆς προεκθετικῶς καὶ οἰκονομικῶς ἐρεῖ τε καὶ ποιήσει ἡ μυθικὴ Ἀθηνᾶ. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι παρασημειοῦται ὁ ποιητὴς ὡς οὐκ ἂν οἱ μνηστῆρες δίκην ἔτισαν τῆς ὑπερβασίας, εἰ τὸν Ὀδυσσέα ἔγνων ἡ γυνή τε καὶ οἱ λοιποί. (Vers. 192.) Ἐν δὲ τῷ, ἀστοί τε φίλοι τε, φίλους μὲν τοὺς συγγενεῖς λέγει καὶ ὅσοι δὲ ἄλλως οἰκεῖοι, ἀστοὺς δὲ οὓς ἀλλαχοῦ ἔτας ἔφη. (Vers. 194.) Ἀλλοειδέα δὲ, ὧν τὸ εἶδος ἠλλοίωται. (Vers. 195.) Ἀτραπιτοὶ δὲ ὁδοὶ, αἱ μὴ ἔχουσαί, φασιν, ἐκτροπὴν ἤτοι κάμψιν, αἱ στεναὶ δηλαδὴ καὶ εὐθεῖαι. ὅθεν καὶ διηνεκεῖς λέγονται παρὰ τὸ διόλου ἐνηνέχθαι καὶ μὴ παρεκκλίνειν. οὕτω καὶ ἐν τοῖς ἑξῆς αὔλακα διηνεκέα ἐρεῖ τὴν ἐπιμήκη. λέγεται δὲ καὶ ἀταρπιτὸς κατὰ μετάθεσιν ἡ τοιαύτη ὁδὸς, ἔτι δὲ καὶ ἀταρπός. ἧς διαφορά τις εἶναι δοκεῖ πρὸς τὴν ἁπλῶς λεγομένην ὁδὸν, ὡς δηλοῖ καὶ παροιμία λέγουσα· ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς; ἔοικε δὲ καὶ ἕτερόν τι τῆς ἀτραπιτοῦ εἶναι ἡ ἁμαξιτὸς καὶ ἡ λεωφόρος, καὶ αὐτὴ μᾶλλον λέγεσθαι ὁδός. Πάνορμοι δὲ λιμένες, οἱ ἀγχιβαθεῖς. εἰς οὓς διατοῦτο πᾶσα ναῦς καὶ ἐν παντὶ ἀνέμῳ ὁρμίζεται. δῆλον δὲ ὅτι εἰκὸς καὶ μὴ πανόρμους λιμένας εἶναι τινάς. φαίνεται δὲ καὶ ἐνταῦθα διαφορὰ λιμένος τε καὶ ὅρμου. Πληθύνων δὲ τὸν ῥηθέντα ἕνα λιμένα τὸν τοῦ Φόρκυνος λιμένας αὐτὸν ἐνταῦθα πανόρμους φησίν. (Vers. 196.) οὕτω δὲ καὶ πέτρας ἠλιβάτους λέγοι ἂν, ἐμφαίνων τὸ Νήριτον ἢ Νήϊον Ἰθακήσιον ὄρος, ὥς περ καὶ δένδρεα τηλεθόωντα διὰ τὴν προῤῥηθεῖσαν ἴσως ἐλαίαν. (Vers. 197.) Ὅτι ἠθοποιεῖ τὸν λόγον κἀνταῦθα ὁ ποιητὴς, μιμούμενος ἅ περ ἂν εἴποι Ὀδυσσεὺς ἀγνοῶν ποῦ ἐξετέθη πρὸς τῶν Φαιάκων. καὶ πρῶτα μὲν πλάττει ὅπως διετέθη Ὀδυσσεὺς ἀφυπνισθεὶς, εἰπών· στῆ δ' ἂρ ἀναΐξας καὶ εἴσιδε πατρίδα γαῖαν, ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσιν· ὀλοφυρόμενος δ' ἔπος ηὔδα. (Vers. 200.) εἶτα εὐθὺς ἐπιπλέξας ἠθοποιΐαν, φησὶν· ὤ μοι ἐγὼ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἤ ῥ' οἵ γ' ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδὴς; πῇ δὴ χρήματα πολλὰ φέρω τάδε, πῇ δὲ καὶ αὐτὸς πλάζομαι; αἴθ' ὄφελον, τὰ χρήματα δηλαδὴ, μεῖναι παρὰ Φαιήκεσσιν αὐτοῦ, ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, ὅς κέν με φίλει καὶ ἔπεμπε νέεσθαι. νῦν δ' οὔτ' ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι ἦσαν Φαιήκων ἡγήτορες, οἵ μ' εἰς ἄλλην γαῖαν ἀπήγαγον. ἦ τέ μ' ἔφαντο ἄξειν εἰς Ἰθάκην εὐδείελον οὐδ' ἐτέλεσσαν. Ζεύς σφεας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς κεν ἁμάρτῃ. (Vers. 215.) ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες. ἐθέλει Ὀδυσσεὺς ποιήσειν τοῦτο, οὐ σμικρολογούμενος, ἀλλὰ τεκμαιρόμενος, τουτέστι σημεῖον ἐντεῦθεν ποριζόμενος. εἰ γὰρ μηδὲν τῶν χρημάτων ἐνέλιπεν, οὐδ' ἄρα εἰς ἀλλοτρίαν γῆν αὐτὸν κατήγαγον· καὶ ἄλλως δὲ εἰπεῖν, εἰ περὶ τὰ χρήματα ἔπταισαν, οὐδ' ἄρα εἰς Ἰθάκην αὐτὸν ἤγαγον. οὐ πιστεύσει δέ, φασιν, οὐδὲ τῷ τῆς Κίρκης δεσμῷ ἀνεπιβουλεύτῳ ὄντι, ὡς ἢ διὰ τὴν ἄγαν ἔκπληξιν ἐκκρουσθεὶς τοῦ σκέψασθαι αὐτὸν, ἢ καὶ, ὡς εἰκὸς, οἰηθεὶς τοὺς Φαίακας μεμαθηκέναι καὶ αὐτοὺς τὸν τοιοῦτον δεσμόν. Ὅρα δὲ τὴν ῥηθεῖσαν ἠθοποιΐαν ἀπολύτως τε κατὰ τὸ κομματικὸν προηγμένην, καὶ ἀνθηρῶς ἔχουσαν. καὶ ὅλως ἐκτεθειμένην κατὰ τὸν ὕστερον παρατηρηθέντα ἐν ταῖς ἠθοποιΐαις κανόνα. (Vers. 200.) Τὸ δὲ τέων βροτῶν ἀντὶ τοῦ τίνων, Ἰωνικὸν πλεονασμὸν ἔχει τοῦ ε, ὡς καὶ τὸ ὁτέοισι καὶ ὅσα τοιαῦτα. (Vers. 208.) Ὅρα δὲ καὶ ὅτι τὸ ἕλωρ οὐκ ἐπὶ σπαραγμοῦ θηριώδους ἐνταῦθα κεῖται, ἀλλ' ἐπὶ μοίρας ἁπλῶς, βιαίας μέντοι. (Vers. 211.) Τὸ δὲ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἀνδρὸς θυμουμένου ἦθος δηλοῖ, ὃς καὶ τοὺς ἀναιτίους αἰτιᾶσθαι οἶδε. τὸν γὰρ Ὀδυσσέα οὐχ' οἱ τῶν Φαιάκων ἡγήτορες καὶ μέδοντες ἀπήγαγον, ἀλλὰ δημόται Φαίακες. ἴσως δὲ οἴεται παρηγγέλθαι τούτους ἐκεῖθεν. (Vers. 212.) Εὐδείελος δὲ οὐχ' ἡ Ἰθάκη μόνη, ἀλλὰ καὶ πᾶσα νῆσος, ὡς πολλαχοῦ φαίνεται. διὸ καὶ μετ' ὀλίγα ἐρεῖ· ἤ πού τις νήσων εὐδείελος. (Vers. 213.) Ἱκετήσιος δὲ Ζεὺς δοκεῖ πρωτότυπον εἶναι τοῦ ἱκέσιος. (Vers. 216.) Τὸ δὲ ἐπὶ νηὸς ἄγοντες, ἐπὶ ἀψύχου καὶ νῦν τὸ ἄγειν τίθησιν. εἴθισται δὲ ἡ λέξις ἐπὶ νηῶν λέγεσθαι. ὅθεν καὶ ἀγώγιμα τὰ ἐν αὐταῖς φορτία, καὶ αὐταὶ φορτηγοί. (Vers. 217.) Ὅτι ἀριθμήσας Ὀδυσσεὺς τρίποδας περικαλλέας ἠδὲ λέβητας, περὶ ὧν καὶ προδεδήλωται, καὶ χρυσὸν ὑφαντά τε εἵματα καλὰ ἅ περ ἐσθῆτα ὑφαντὴν πρὸ ὀλίγων εἶπε,