Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.47.1
Not analysed yet
(Vers. 219.) τούτων μὲν οὔτι ἐπόθει, τουτέστιν ἐζήτει. οὐδὲν γὰρ ἐνέλιπεν. ὁ δ' ὠδύρετο πατρίδα γαῖαν, ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, πολλὰ ὀλοφυρόμενος. (Vers. 220.) Ἑρπύζει δὲ, καταπεσὼν διὰ λύπην, ἀπεναντίας οἷς τε ὁ Ἀγαμέμνων ἐποίησεν, ὃς ἐπιβὰς τῆς πατρίδος ἔκυσε τὴν γῆν, καὶ οἷς δὲ αὐτὸς ἔπραξε τῆς τῶν Φαιάκων γῆς ἐπιβὰς, ἔκυσε γὰρ τότε καὶ αὐτὸς ζείδωρον ἄρουραν. ὁ μέντοι πατὴρ αὐτοῦ Λαέρτης, καὶ διὰ γῆρας ἀκράτωρ ἑαυτοῦ ὢν, ἑρπύζει παρὰ γουνὸν ἁλωῆς. καὶ νῦν μὲν οὕτως ἑρπύζει Ὀδυσσεὺς, προϊὼν δὲ κύσει καὶ αὐτὸς τὴν πατρίδα γῆν, ἀναγνοὺς αὐτήν. (Vers. 221.) Ὅτι ὀλοφυρομένῳ τῷ Ὀδυσσεῖ σχεδόθεν ἦλθεν Ἀθήνη ἀνδρὶ δέμας εἰκυῖα νέῳ ἐπιβώτορι μήλων παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, δίπτυχον ἀμφ' ὤμοισιν ἔχουσα εὐεργέα λώπην, ποσσὶ δ' ὑπὸ λιπαροῖσι (Vers. 225.) πέδιλ' ἔχε, χερσὶ δ' ἄκοντα. τοιαῦτα δὲ οὐκ ἂν φοροίη βώτωρ, ὅ ἐστι ποιμὴν, μὴ εὐγενὴς ὤν. Ὅτι δὲ καὶ οἱ βασιλικοὶ παῖδες ἔνεμον, δηλοῖ καὶ τὸ, πάντας γὰρ κατέπεφνεν Ἀχιλλεὺς βουσὶν ἐπ' εἰλιπόδεσσι, καὶ τὸ, ἤδη με καὶ ἄλλοτ' ἐφόβησεν ὅτι βουσὶν ἐπῆλθεν ἡμετέρῃσιν· ὁ Αἰνείας δὲ οὕτως ἐν Ἰλιάδι φησί. (Vers. 222.) πλεονάζει δὲ ἐν τῷ ἐπιβώτορι συνήθως ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος. ἐκτείνεται δὲ ὁ βώτωρ, καθὰ καὶ ὁ δώτωρ. οὐ μέντοι καὶ ὁ βοτὴρ, ὥς περ οὐδὲ ὁ δοτὴρ παρά γε τοῖς ὕστερον, Ὅμηρος γὰρ ἐκτείνει καὶ αὐτό. (Vers. 223.) Ἰστέον δὲ ὅτι προσφυῶς νῦν παναπάλῳ νέῳ εἰκάζεται ἡ κατὰ νοῦν Ἀθηνᾶ, ὡς οἷα Παλλὰς πάλλακι, ὅ ἐστι νέῳ, ἀφ' ἧς λέξεως καὶ ἡ παλλακὶς γίνεται. ἔτι δὲ καὶ διὰ τὸ νεάζον τῆς ἐν τῷ ὠμογέροντι Ὀδυσσεῖ φρονήσεως, ἴσως δὲ καὶ διὰ τὴν ἐν τοῖς ἄρτι ἁπλότητα καὶ ἀφέλειαν αὐτοῦ. (Vers. 224.) ἡ δὲ δίπτυχος ἀμφ' ὤμοις λώπη, περίβλημα δοκεῖ μανδυοειδὲς εἶναι. λώπη δὲ κυρίως λεπτὸν ὕφασμα κατὰ τὸν τοῦ κρομύου λοπὸν, ὡς ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητής· ἀλλ' ἐκεῖνο μὲν διὰ τοῦ ο μικροῦ γράφεται, ὡς γεγονὸς ἐκ τοῦ λέπω τὸ λεπίζω, τοῦτο δὲ μεγεθύνεται κατὰ ἔκτασιν. ἐκ τούτου δὲ καὶ τὸ ἐξελώπισας ἐν ῥητορικῷ κεῖται λεξικῷ ἀντὶ τοῦ ἐξέδυσας, ἔξω τοῦ λοποῦ ἐποίησας. φέρεται δὲ καὶ δίχα προθέσεως λωπίζειν τὸ γυμνοῦν. καὶ λῶπος δὲ προπερισπωμένως τὸ ἱμάτιον. ὅθεν καὶ λωποδύτης ὁ τὰ ἱμάτια ἀποδύων. (Vers. 225.) Τὰ δὲ πέδιλα οὐκ ἠθέλησεν εἰπεῖν ὁποῖα ἦσαν, διὰ τὸ περιττὸν τοῦ λόγου. (Vers. 228.) Ὅτι τὸ, ὦ φίλε ἐπεὶ σὲ πρῶτα κιχάνω τῷδ' ἐνὶ χώρῳ, χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, ἀλλὰ σάω μὲν ταῦτα, σάω δ' ἐμέ. σοὶ γὰρ εὔχομαι ὥστε θεῷ, καί σευ φίλα γούναθ' ἱκάνω. ταῦτα τοίνυν Ὀδυσσεὺς λέγει κολακικῶς καὶ ἀφελῶς καὶ πάνυ γλυκέως πρὸς τὴν φαινομένην Ἀθηνᾶν. ἁρμόσει δέ ποτε καὶ ὅτε τις ἐντυχών τινι παρ' ἐλπίδα ἑαυτόν τε καὶ τὰ περὶ αὐτὸν πιστεύσει ἐκείνῳ. (Vers. 228.) Ὅρα δὲ ὅτι τὸ κιχάνω καὶ τὸ ἱκάνω, δι' ὧν τὸ ἱκετεύειν δηλοῦται, ἐκτείνουσι κἀνταῦθα τὸ ἐν τῇ παραληγούσῃ δίχρονον. τοῦτο δὲ καὶ νῦν παρασημειούμεθα διὰ τὴν ἀμφιβολίαν τῆς προπαραληγούσης τοῦ ἱκανότατος. Τὸ δὲ σάω κατὰ ἀποκοπὴν ἐκ τοῦ σάωζε γέγονεν. (Vers. 233.) Ὅτι γοργὴ περὶ τόπου ἐρώτησις τὸ, τίς γῆ; τίς δῆμος; τίνες ἀνέρες ἐγγεγάασιν; ἤγουν ὁποία ἡ γῆ, Ἀσία ἢ Εὐρώπη; ποῖος δῆμος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες οἷοι, δίκαιοι ἢ ἄδικοι; εἰκὸς δὲ χρησιμεῦσαι τινὶ καὶ ἑξῆς τὸ, (Vers. 234.) ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτὴ κεῖται ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο. εὔλογος δὲ ἡ τοιαύτη τῷ Ὀδυσσεῖ ἀπορία. ἐν αἰγιαλῷ γὰρ ὢν οὐκ οἶδεν εἴτε νήσου ἐστὶν ἀκτὴ ὁ τόπος, εἴτε καὶ ἄλλως πέρας ἠπείρου. (Vers. 238.) Ὅτι ἔπαινον ὁ ποιητὴς φράζων τῆς Ἰθάκης διὰ τῆς μυθικῆς Ἀθηνᾶς ὑπὸ ἀκροατῇ τῷ Ὀδυσσεῖ, φησίν· οὐδέ τι λίην οὕτω νώνυμός ἐστιν, ἴσασι δέ μιν μάλα πολλοί, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ' ἠέλιόν τε, ἠδ' ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. ἤτοι μὲν τρηχεῖα καὶ οὐχ' ἱππήλατός ἐστιν οὐδὲ λίην λυπρὴ, αὐτὰρ οὐδ' εὐρεῖα τέτυκται. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίνεται, αἰεὶ δ' ὄμβρος ἔχει τεθαλυῖά τε ἕρση. αἰγίβοτος δ' ἀγαθὴ καὶ βούβοτος. ἔστι μὲν ὕλη παντοίη. ἐν δ' ἀρδμοὶ ἐπηετανοὶ παρέασι. (Vers. 248.) τῷ τοι ξεῖνε Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ' ἵκει, διὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὃς ἐπ' αὐτῇ πτολίπορθος ἐπονομάζεται. τήν περ τηλοῦ, φασὶν, Ἀχαιΐδος ἔμμεναι αἴης. (Vers. 246.) φασὶ δὲ οἱ παλαιοὶ, ψεύδεσθαι τὴν ῥηθεῖσαν ἔκφρασιν, καὶ μὴ λέγειν τὸν ποιητὴν οἵα ἐστὶν ἡ κραναὴ αὕτη νῆσος, ἀλλ' οἵαν εἶναι χρὴ νῆσον εὐδαιμόνως οἰκουμένην. δίχα οὖν τῶν ἄλλων οὐδὲ βούβοτος ἡ νῆσος, εἴ γε τὰ τοῦ Ὀδυσσέως βουστάσιά, φασιν, ἐν ἠπείρῳ ἦν, εἰ μὴ ἄρα συλληπτικῶς ἴσως τῇ Ἰθάκῃ συνεπινοητέον καὶ τὴν ἀντικρὺ αὐτῆς κειμένην ἤπειρον. ἔστι δὲ εἰπεῖν καὶ ὡς ἐγκωμίου νόμῳ οὐ πᾶν λέγει τὸ ἀληθὲς οὐδὲ περὶ τῆς