Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.57.1
Not analysed yet
ἐγκεφάλῳ τε παλάξειν οὖδας. (Vers. 421.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω, ἀντὶ τοῦ, μὴ ἐνθυμοῦ ἐκεῖνον, κατὰ περίφρασιν λεχθὲν καὶ αὐτό. (Vers. 429.) λέγει δὲ καὶ ὡς ῥάβδῳ ἐπεμάσατο Ἀθήνη καὶ μετεποίησε τὸν Ὀδυσσέα εἰς εἰδεχθῆ γέροντα ὁποῖος ἐσκηνογραφεῖτο προσεχῶς, καθὰ καὶ ἡ Κίρκη ῥάβδῳ πλήττουσα ἠλλοίου μορφάς. (Vers. 439.) Ὅτι διατμαγῆναι οὐ μόνον τὸ διακοπῆναι ἤτοι ἀποτμηθῆναι, ἀλλὰ καὶ τὸ χωρισθῆναι τοπικῶς, ὡς δηλοῖ ἐνταῦθα τὸ, ὣς βουλεύσαντε διέτμαγον, ὃ καὶ διασαφῶν Ὅμηρος ἐπάγει· ἡ μὲν ἐς Λακεδαίμονα δῖαν ἔβη, Ὀδυσσεὺς δὲ εἰς τὸν ἀγρόν. Ὅρα δ' ἐνταῦθα καὶ ὅτι Ἀθηνᾶς οὔσης καὶ Ὀδυσσέως τὸ, βουλεύσαντε, ἀρσενικῶς ἀπεδόθη, ὡς πανταχοῦ γίνεται. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ξενισμὸς Ὀδυσσέως γίνεται ἐν τῷ ἀγρῷ παρ' Εὐμαίῳ καὶ ποικίλη τις ὁμιλία. ἄλλως Ὀδυσσέως παρουσία πρὸς Εὔμαιον καὶ λόγοι γίνονται ἀναπλάττοντος ἑαυτὸν καὶ πράξεις τινὰς ἐκτιθεμένου. ΟΔΥΣΣΕΙΑΣ Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (Vers. 2.) Ὅτι τῷ δούλῳ Εὐμαίῳ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐντυγχάνει Ὀδυσσεὺς εἰς ἀγαθὸν ἑαυτῷ. διὸ καὶ ἐπιγραφὴ ταύτης αὕτη· Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία. ἄρχεται δὲ οὕτως· Αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν χῶρον ἀν' ὑλήεντα δι' ἄκριας, ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ὅθεν καὶ Ζεὺς ἐπάκριος, ᾧ ἐπ' ἄκρων ὀρέων ἱδρύοντο βωμοί. εἰκὸς δὲ πάντως, τὴν κραναὴν Ἰθάκην καὶ τραχείας ἔχειν ἀταρποὺς καὶ ὕλην καὶ ἄκριας. (Vers. 1.) Ἐκ δὲ τῆς ἀτραποῦ, καὶ ἀτραπίζειν ἐν ῥητορικῷ λεξικῷ κεῖται τὸ βαδίζειν ἢ ὁδοποιεῖν. (Vers. 3.) Ὅτι σεμνύνων τὸν Εὔμαιον δῖον ὑφορβὸν λέγει ἐνταῦθα. μετ' ὀλίγα δὲ (Vers. 22.) καὶ ὄρχαμον ἀνδρῶν, ἤγουν ἀρχικὸν ἄνδρα, ἢ καὶ ἄρχοντα δούλων ἑτέρων, ὡς καὶ μετὰ ταῦτα φανεῖται καὶ νῦν δὲ δηλοῦται ἐν τῷ, ὃς οἱ βιότοιο μάλιστα κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεὺς, καὶ ὅρα ὅτι δῖον καὶ τὸν δεσπότην προσεῖπε, καθὰ καὶ τὸν δοῦλον ὑφορβόν. (Vers. 4.) Ἰστέον δὲ ὅτι οἰκῆες οὐ μόνον οἱ οἰκέται, ἀλλὰ καὶ πάντες ἁπλῶς οἱ τῆς οἰκίας ἐλέγοντο, καθὰ καὶ ἐν ἄλλοις εἴρηται. (Vers. 5.) Ὅτι τὴν τοῦ Εὐμαίου παραδεικνὺς σπουδὴν περὶ τὰ δεσποτικὰ πράγματα φράζει οὕτως· τὸν δ' ἂρ ἐνὶ προδόμῳ εὗρεν Ὀδυσσεύς, ἔνθα οἱ αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι καλή τε (Vers. 7.) μεγάλη τε περίδρομος ἤγουν περιοδευομένη, ἀγειτόνευτος, ἢ κυκλοτερὴς διὰ τὸ πολυχωρητότερον, ἣν δὴ συβώτης αὐτὸς δείματο ὕεσσιν ἀποιχομένοιο ἄνακτος νόσφι δεσποίνης καὶ Λαέρταο γέροντος ῥυτοῖσι λάεσσι, καὶ ἐθρίγκωσεν ἀχέρδῳ, σταυροὺς δ' ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, πυκνοὺς καὶ θαμέας ἢ μεγάλους, τὸ μέλαν δρυὸς ἀμφικεάσας. ἔντοσθεν δ' αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει πλησίον ἀλλήλων εὐνὰς συσίν. (Vers. 14.) εἶτα τὰς σύας ἀριθμῶν φησίν· ἐν δ' ἑκάστῳ πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο θήλειαι τοκάδες. τοὶ δ' ἄρσενες ἐκτὸς ἴαυον, (Vers. 17.) πολλὸν παυρότεροι, οὗ καὶ τὴν αἰτίαν προστιθεὶς ἐπάγει· τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες. ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων. (Vers. 20.) οὓς καὶ αὐτοὺς μετρῶν ἐπιφέρει· οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. καὶ τοιαῦτα μὲν ἃ περὶ τῶν τοιούτων ἱστορεῖ Ὅμηρος. (Vers. 6.) Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ κατωρυχέεσσι λίθοισι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα περισκέπτῳ ἐνὶ χώρῳ γράφουσιν. ἐχρῆν γὰρ τοιοῦτον εἶναι ἀναγκαίως τὸν τῆς αὐλῆς τόπον, ἵνα περισκοπῆται τὰ πέριξ, ὁποῖός τις καὶ ὁ τοῦ Τηλεμάχου πρὸ τούτου θάλαμος ἦν. (Vers. 5.) Ὅρα δὲ καὶ νῦν ὅτι πρόδομος ὁ ἔξω, μεθ' ὃν εὐθὺς ἡ αὐλή. (Vers. 8.) Τὸ δὲ αὐτὸς δείματο, κατ' ἐξοχὴν ἔχει τὸ αὐτὸς, ὅ περ ἑρμηνεύων ἐπάγει τὸ, ἀποιχομένοιο ἄνακτος, καὶ τὸ, νόσφι δεσποίνης καὶ Λαέρτου, ὡς αὐτὸς δαπανήσας δίχα ἐκείνων, ὃ τὴν περὶ τὰ δεσποτικὰ ἐμφαίνει κηδεμονίαν τοῦ δούλου. (Vers. 10.) Ῥυτοὶ δὲ λίθοι, οἱ μεγάλοι καὶ μὴ φορητοὶ