Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.58.1
Not analysed yet
ἀλλ' ἑλκυστοὶ, οὓς οὐκ ἔστι δηλαδὴ φέρειν ἀλλ' ἕλκειν διὰ τὸ πολὺ τοῦ μεγέθους, οἳ λέγοιντ' ἂν, ὡς εἰκὸς, καὶ κατωρυχέες διὰ τὸ ἐξαρκεῖν ἐπί τι μὲν ὀρωρύχθαι κατὰ γῆς, πῇ δὲ καὶ ὑπερκεῖσθαι. Θριγκῶσαι δὲ τὸ χαρακῶσαι, ἢ στεφάνην καὶ οἷον τρίχα τινὰ ἐπιθεῖναι οἰκοδομήμασιν, ἢ καὶ ἄλλοις φραγμοῖς, κόσμου ἢ ἀσφαλείας χάριν. ἀπὸ τῆς τριχὸς γὰρ ὁ θριγκὸς κατὰ ἀντιστοιχίαν συμφώνων, ὡς προγέγραπται. διὸ παρὰ πολλοῖς τῶν ῥητόρων καὶ τριγχίον γράφεται. Ἄχερδος δὲ περὶ ἧς ἤδη καὶ ἡ κατὰ τὸν Μελάμποδα ἱστορία ἐδήλωσέ τι, φυτόν φασιν ἀκανθῶδες, ἐξ οὗ αἱμασιαὶ γίνονται θριγκοῦσαι τὰ ἔνδον. οἱ δὲ τὴν ἀγρίαν ἄπιόν φασιν, ἀκανθώδη καὶ αὐτὴν οὖσαν. πλεονάζει δὲ τὸ δ καὶ ἐν ταύτῃ. ἄλλως γὰρ ἄχερός ἐστιν, ἧς ἅψασθαι οὐκ ἔστι χειρί. (Vers. 11.) Σταυροὶ δὲ ὀρθὰ καὶ ἀπωξυμμένα ξύλα. τὰ καὶ σταύαρα παρὰ τοῖς μὴ λαλοῦσιν εὐγενῶς. γίνονται δὲ παρὰ τὴν εἰς ἀέρα στάσιν ἢ παρὰ τὸ εἰς εὖρος ἵστασθαι. οἱ δ' αὐτοὶ καὶ σκόλοπες λέγονται, ἀφ' ὧν τὸ ἀνασκολοπίζεσθαι καὶ ἀνασταυροῦσθαι. Τὸ δὲ ἔλασεν ἀντὶ τοῦ ἐξήπλωσε, παρέτεινεν, ὃ δὴ ἐπὶ πάντων νοεῖται τῶν σημαινομένων τοῦ ἐλαύνειν. Τὸ δὲ ἔνθα καὶ ἔνθα ἑρμηνεία ἐστὶ τοῦ διαμπερές. Τὸ δὲ πυκνοὺς καὶ θαμέας καὶ νῦν τῇ παραλλήλῳ θέσει τὴν ἄγαν δηλοῖ πυκνότητα. Μέλαν δὲ δρυὸς οἱ μὲν τὴν ἐντεριόνην φασὶν, ἤγουν τὸ ἐγκάρδιον τῆς δρυὸς, μέλαν ὡς ταπολλὰ ὄν· Ἀρίσταρχος δὲ τὸν φλοῦν οὕτω νοεῖ· Κράτης δὲ τὴν δασύτητα καὶ πολλὴν πυκνότητα τῶν φύλλων μελάνδρυον καλεῖ, ὡς αἰτίαν τῷ ξύλῳ μελανίας διὰ τῆς σκιᾶς. φέρεται δὲ καὶ Αἰσχύλου χρῆσις ἐν Φιλοκτήτῃ, κρεμάσας τόξον πίτυος ἐκ μελανδρύου. Ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ ὅτι μήτρα τὸ μέσον τοῦ ξύλου, ὅ τινες ἐντεριόνην λέγουσιν, ὥστε ταυτὸν εἶναι τῷ λόγῳ τούτῳ μήτραν, ἐντεριόνην καὶ μέλαν δρυός. (Vers. 14.) Τὸ δὲ εὐνὰς συσὶν ἑρμηνεία ἐστὶ τοῦ συφεούς. συφεὸς γάρ ἐστι συῶν εὐνή. ὅθεν καὶ παρετυμολογεῖται ὡς φέρων σύας. (Vers. 15.) Περὶ δὲ χαμαιευνάδων συῶν προγέγραπται. ὧν καὶ ἡ αι δίφθογγος συστέλλεται παρὰ τῷ ποιητῇ, ὡς ἐκεῖ δηλοῦται. Ἰστέον δὲ, ὅτι ἐπὶ συῶν ἡ λέξις αὕτη κυρία. ἄνθρωποι μέντοι χαμαιεῦναι παρὰ τῷ ποιητῇ ἐν Ἰλιάδι, ἐπειδὴ καὶ χαμεῦναι καὶ χαμευνάδες παρὰ τοῖς παλαιοῖς ψίαθοι καὶ στιβάδες, οἵ φασι καὶ ὅτι χαμεύνα ἡ ταπεινὴ κλίσις καὶ στιβάς. καὶ ὅρα οἵα διαφορὰ τοῦ χαμαιευνάδες πεντασυλλάβου ταύτης λέξεως πρὸς τοὺς ἐν τετρασυλλαβίᾳ χαμαιεύνας καὶ τὰς χαμευνάδας καὶ τὰ λοιπά. Τὸ δὲ ἐρχατόωντο καινῶς παρῆκται. προϋπάρχει μὲν γὰρ Ἰωνικὸν τὸ ἔρχατο. ἐξ αὐτοῦ δὲ γίνεται τὸ ἐρχατῶ, οὐκ ἀγαθὸν ῥῆμα εἰς πεζὴν γραφήν. Ὅρα δὲ καὶ ὡς μεταξὺ ἀρσένων συῶν καὶ τοκάδων οὐκ ἔθετο μὲν τὰς στείρας, ἐνέφῃνε δὲ ὅμως καὶ αὐτὰς διὰ τοῦ εἰπεῖν θήλειαι τοκάδες διὰ τὸ εἶναι καὶ ἑτεροίας θηλείας αἳ μὴ τοκάδες εἰσί. (Vers. 18.) Τὸ δὲ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετ' ὀλίγα τὸ, μνηστῆρσιν ὑπερφιάλοισιν. εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἰπεῖν τὸν Πάριν. εὐλογητικὸς γάρ ἐστι καὶ οὐκ οἶδεν ἔξω καιροῦ κακολογεῖν ὁ ποιητής. Ζατρεφέας δὲ νῦν μὲν σιάλους λέγει, ὥς περ καὶ μετ' ὀλίγα αἶγας. πρὸ δὲ τούτων καὶ φώκας ζατρεφέας ἱστόρησε. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄριστον καὶ ἐνταῦθα ἐπὶ συὸς ἔθηκεν, ὡς καὶ ἐν τοῖς ἐφεξῆς, οὐ πάνυ κυριολεκτῶν. (Vers. 21.) Ὅτι καὶ τοῖς σμικροτάτοις καλά τινα παραπλέκων ὁ ποιητὴς πλάττει ἐνταῦθα καὶ ὅτι ἐκινδύνευσεν ἂν μικροῦ ὁ Ὀδυσσεὺς ἐκ τῶν κυνῶν τοῦ Εὐμαίου, εἰ μὴ οἷα σοφὸς ἐφυλάξατο. φησὶ γάρ· πὰρ δὲ κύνες θήρεσσιν ἐοικότες, λύκοις τυχὸν ἢ λέουσιν, ὀκνεῖ γὰρ διασαφῆσαι τὴν λέξιν, ἐκτὸς ἴαυον τέσσαρες, οὓς ἔθρεψε συβώτης ὄρχαμος, ὡς ἐῤῥέθη, ἀνδρῶν τῶν ἐφεξῆς δηλωθησομένων, αὐτὸς δ' ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκεν, ἤγουν ἥρμοττε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές. (Vers. 24.) οἱ δὲ δὴ ἄλλοι, ὧν δηλαδὴ ἦρχεν ὁ Εὔμαιος, ᾤχοντ' ἄλλυδις ἄλλος ἅμ' ἀγρομένοισιν ὕεσσιν οἱ τρεῖς. τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε, σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρα ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δ' Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον. αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. (Vers. 32.) ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον ἤτοι ἀπρεπὲς πάθεν ἄλγος. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν, ἤγουν ἐπιδραμὼν, ἔσσυτ' ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρὸς, τοὺς μὲν ὁμοκλήσας σεῦεν, ἤγουν ἐδίωξε πυκνοῖσι λιθάδεσσιν, ὁ δὲ προσέειπεν ἄνακτα· ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο ἐξαπίνης καὶ κέν μοι ἐλεγχείην κατέχευας. (Vers. 39.) εἶτα εὐμεθόδως δεικνὺς