Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.65.1
Not analysed yet
ἄνδρες, οὐκ ἀφίησιν αὐτοὺς τοσούτους εἶναι ὁπόσοι τοῖς ὑστερογενέσιν ἱστόρηνται, ἀλλ' εἰσὶν αὐτοὶ σχεδόν τι τὸ μηδὲν, εἴ τις ἐνθυμοῖτο ἐξ ἱστοριῶν, ὡς Νικίας μέν τις χιλίους ἔχων οἰκέτας ἐμίσθωσέ, φασιν, αὐτοὺς εἰς τὰ ἀργυρεῖα Σωσίᾳ τῷ Θρᾳκὶ, ἐφ' ᾧ ὀβολὸν ἕκαστον τελεῖν τῆς ἡμέρας. Δαρδανεῖς δὲ δούλους ἐκτῶντο ὁ μὲν χιλίους, ὁ δὲ καὶ πλείους. ὧν ἕκαστος ἐν μὲν εἰρήνῃ γεωργεῖν λέγεται, ἐν πολέμῳ δὲ λοχίζεσθαι ὑπὸ ἡγεμόνι τῷ ἰδίῳ δεσπότῃ, Ῥωμαίων δὲ ἕκαστος μυρίους καὶ δισμυρίους πολλοὶ δὲ καὶ πλείους, οὐκ ἐπὶ προσόδοις φασὶν ὡς ὁ τῶν Ἑλλήνων ζάπλουτος Νικίας. καὶ Μνάσων δέ, φασιν, ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων. (Vers. 109.) Ὅτι Εὔμαιος μὲν κατέλεγε τῶν μνηστήρων, Ὀδυσσεὺς δὲ τὴν γαστέρα ἐν τοσούτῳ τημελῶν κρέατ' ἤσθιε πῖνέ τε οἶνον ἁρπαλέως ἀκέων, κακὰ δὲ τοῖς ἐχθροῖς φύτευεν. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε (Vers. 111.) θυμὸν ἐδωδῇ, ὃ καὶ ἀλλαχοῦ ἐγράφη, ἐποίησε τόδε. δύναται δὲ προσαρμόσαι ταῦτα τῷ ἐν καιρῷ δαιτὸς μὴ ἐθέλοντι διὰ πεῖναν ἀκούειν πολυλογιῶν. (Vers. 110.) Ἰστέον δὲ ὅτι ὁ οὕτως ἐσθίων κατὰ σπουδὴν διὰ πεῖναν ὀξυχειρίᾳ χρῆσθαι οὐκ ἐγκρατῶς λεχθείη ἂν, κατὰ τὸν εἰπόντα ὡς ἐπὶ τὰ ἀλλότρια δεῖπνα, ὁποῖα νῦν τρόπον τινὰ καὶ τὰ τοῦ Ὀδυσσέως, πᾶς γίνεται ὀξύχειρ, οὐκ ἐγκρατής. ὁ δὲ ὀξύχειρ καὶ ὀξυλάβος ῥηθείη ἂν, καὶ ἡ κατ' αὐτὸν σπουδὴ ὀξυλάβεια. (Vers. 112.) Ὅτι φιλοτησίου δαιτὸς τὸ, πλησάμενος δῶκε σκύφον ἢ σκύφος, ᾧ περ ἔπινεν, οἴνου ἐνίπλειον. ὁ δ' ἐδέξατο, χαῖρε δὲ θυμῷ. (Vers. 115.) ἐπαινετικὸν δὲ τὸ, τίς ἐκεῖνος ὧδε μάλ' ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; εἰπέ μοι αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα. (Vers. 119.) εἰ δὲ καὶ πλανήτης ὁ τὴν τοιαύτην τιθεὶς ἐρώτησιν, εἴποι ἂν καὶ τὸ, θεός που τόδε οἶδεν εἴ κέ μιν ἀγγείλαιμι ἰδὼν, ἐπίπολλα δ' ἀλήθην. (Vers. 122.) ὁ δὲ μὴ μέλλων πεισθῆναι τοιούτῳ ἀγγέλῳ εἴποι ἄν· ὦ γέρον, οὔτις ἐκεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἀγγέλλων πείσειε τοὺς ἐκείνου. (Vers. 112.) Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς ἐνταῦθα δίδωσι σκύφον τῷ Εὐμαίῳ δεξιούμενος κατὰ τὸν τοῦ προπίνειν λόγον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. (Vers. 124.) Ὅτι δηλῶν κατὰ πιθανὴν γνώμην ὁ ποιητὴς ὡς ψεῦσται καὶ λόγων συνθέται οἱ πλανῆται πτωχοὶ ὡς ἐπὶ πολὺ φησὶν ὅτι ἄλλως τουτέστι μάτην οὕτω κομιδῆς κεχρημένοι, τουτέστιν ἐπιμελείας χρῄζοντες ἄνδρες ἀλῆται, ψεύδονται, οὐδ' ἐθέλουσιν ἀληθέα μυθήσασθαι, ὅ πέρ ἐστι περίφρασις τοῦ ψεύδονται. (Vers. 126.) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ὁ Τηλέμαχος αἰτιᾶται τὴν μητέρα ὡς ἐμπλήγδην τοῖς ξένοις προσφερομένην διὰ τὸ ἐπὶ τῷ ἀνδρὶ φιλήκοον καὶ μὴ διακρίνουσαν τίς τε ἀγαθὸς καὶ τίς μὴ τοιοῦτος. ἐνταῦθα δὲ ὁ Εὔμαιος τὴν ἔννοιαν ἐκείνην ἄλλως διηγηματικῶς καὶ σαφέστερον φράζων φησίν· ὅς δ' ἂν ἀλητεύων εἰς Ἰθάκην ἵκηται, ἐλθὼν εἰς δέσποιναν ἐμὴν, ἀπατήλια βάζει. ἡ δ' εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ καί οἱ ὀδυρομένῃ βλεφάρων ἀπὸ δάκρυα πίπτει, ἣ θέμις ἐστὶ γυναικὸς ἐπὴν πόσις ἄλλοθ' ὄληται. (Vers. 131.) εἶτα φησὶ πρὸς τὸν Ὀδυσσέα, ὅ περ οἰκεῖον εἰπεῖν πρὸς πτωχὸν ὑποπτευόμενον ἐπὶ ψεύδεσιν· αἶψά κε καὶ σὺ γεραιὲ ἔπος παρατεκτήναιο, εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. λέγει δὲ παρατεκτήνασθαι τὸ παρατεχνήσασθαι, ὡς ἐκ μεταφορᾶς τῶν ἀτέχνων τεκτόνων ἢ τῶν ἀπατώντων ἐφ' οἷς τεκταίνουσι. (Vers. 130.) Τὸ δὲ ἣ θέμις ἐστὶ, δύναται καὶ ἀντὶ τοῦ, καθὰ δίκαιον, κεῖσθαι, καὶ ἄλλως δὲ, πρὸς ὁμοιότητα τοῦ, ἣ γὰρ δμώων δίκη ἐστίν. Ὅτι περί τινος ἀνιστορήτως ἀπολωλότος ῥηθήσεται τὸ, τοῦ δ' ἤδη μέλλουσι κύνες ταχέες τ' οἰωνοὶ, ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν, ἢ τόν γ' ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ' αὐτοῦ κεῖται ἐπ' ἠπείρου, ψαμάθῳ εἰλυμένα πολλῇ, ὅ ἐστι κεκαλυμμένα, ὡς εἴ περ ἐτάφησαν κατά τι αὐτόματον. Τὸ δὲ ῥινὸν ἀπ' ὀστεόφιν ἐρύσαι, οὐδὲν ἂν εἴη ἕτερον, ἢ ἕλωρ γενέσθαι τὸν οὕτω παθόντα, εἴτε ἑλώριον. Ἰστέον δὲ ὅτι τῷ ὀνόματι τῶν ἰχθύων ἐνταῦθα καὶ τὰ κήτη συμπεριείληπται. Καὶ ὅτι τοῦ ἐπ' ἠπείρου ψαμάθῳ κεκαλύφθαι τὰ ὀστᾶ, προηγεῖται τὸ, εἰν ἁλὶ κῦμα κυλίνδει. (Vers. 137.) Ὅτι δοῦλος ἀγαθὸν ἐπ' ἀλλοδαπῆς ἀπολέσας δεσπότην ἢ καί τις ξένος ὑπουργικὸς ἀνὴρ ὁμοίως τοιούτου οἰκοδεσπότου διεκπεσὼν εἴποι ἂν ὡς ἐν ἠθοποιΐᾳ τοιάδε· ὣς ὁ μὲν ἔνθ' ἀπόλωλε. φίλοισι δὲ κήδε' ὀπίσσω πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται. οὐ γὰρ ἔτ' ἄλλον ἤπιον ὧδ' ἄνακτα κιχήσομαι ὁππόσ' ἐπέλθω οὐδ' εἴ κεν πατρὸς καὶ μητρὸς αὖτις ἵκωμαι οἶκον, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον οὗτοι. οὐδέ τι τῶν ἔτι τόσσον ὀδύρομαι ἀχνύμενός περ ὀφθαλμοῖσιν ἰδέσθαι, ἀλλά με τοῦ δεῖνος πόθος αἴνυται οἰχομένοιο. τὸν μὲν ἐγὼν, ὦ ξεῖνε, καὶ οὐ παρεόντα ὀνομάζειν αἰδέομαι. περὶ γάρ με φίλει καὶ κήδετο θυμῷ. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα. ἔστι δὲ ἠθεῖος ὁ πρεσβύτερος