Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.66.1
Not analysed yet
ἀδελφὸς, ὡς ἡ Ἰλιὰς μάλιστα ἐδήλωσε. (Vers. 144.) Τὸ δὲ αἴνυται ὅτι τὸ λαμβάνειν δηλοῖ καὶ πόθεν γίνεται, προδεδήλωται. ποιητικὴ δὲ αὕτη λέξις καὶ τοῖς κατὰ λογάδην γράφουσιν ἀῤῥητόρευτος. (Vers. 145.) Τὸ δὲ καὶ οὐ παρεόντα παιδευτικόν ἐστι τοῦ μὴ χρῆναι ἀπόντας τοὺς φίλους περιφρονεῖν καὶ ἔξω τιμῆς βάλλειν, μὴ καί τις τῷ τοιούτῳ προσονειδίσῃ τὸ, αἰδὼς ἐν ὀφθαλμοῖς, ὃ παροιμία μέν ἐστι χρηστὴ τοῖς μεμφομένοις τὸ ἀλλοπρόσαλλον καὶ ἀχάριστον καὶ κολακικόν. εἴληπται δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἐξ Ἀριστοτέλους, φαμένου τὴν αἰδῶ ἐν ὀφθαλμοῖς εἶναι οὐ γνωμικῶς, ὡς ἡ παροιμία βούλεται, ἀλλὰ φυσικῶς ἄλλως καὶ ἀστείως, οἷα τῶν αἰδημόνων καὶ ἐξ αὐτῆς ὄψεως χαρακτηριζομένων, οἳ ἐφ' οἷς αἰδεῖσθαι χρὴ χαλῶσι τὰ βλέφαρα καὶ βλέπειν ἀτενὲς ὀκνοῦσιν. οὐ μὴν κατὰ τοὺς θρασυτέρους ἀσκαρδαμύκτως βλέπουσιν, ὡς ὁ κωμικὸς γράφει. διὸ καὶ προσφυῶς ἐτυμολογοῦσι τὴν αἰδῶ οἱ φάμενοι γενέσθαι αὐτὴν παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ ἰδεῖν, ἵνα ᾖ οὕτω δυσωπία τις καὶ ἡ αἰδώς. καλῶς ἄρα ἡ αἰδὼς ἐν ὀφθαλμοῖς εἶναι λέγεται ὡς οἷα τινὶ τόπῳ καὶ δόμῳ αἰσθητῷ, οὖσα μὲν ἐν ψυχῇ, ἀναλάμπουσα δὲ δι' ὄψεως. ἧς ὅσα καὶ κορίσκη εὐγενὴς διεκκύπτουσα φαίνεται, ἐντροπή, φασιν, οὖσα καθ' ἕκαστον, ὧν τις ἔχει σεβασμίων. σεβόμεθα γὰρ αἰδοῦς λόγῳ τοὺς προέχοντας ἔν τινι ἀγαθῷ, οἷον ἀρετῇ, ἐμπειρίᾳ, εὐδοξίᾳ καὶ τοῖς ὁμοίοις. οὕτω δὲ καὶ ἀρετῆς ἐκπεσεῖν αἰδούμεθα. ἐκπεσόντες δὲ εἶτα ἐντραπέντες, τότε δὴ αἰσχύνην παθεῖν λεγόμεθα ἐφ' οἷς ἡμάρτομεν, καὶ οὐκέτι μόνους τοὺς εἰρημένους ἀγαθοὺς ἀλλὰ καὶ πάντα ἄνθρωπον διὰ τὸ δοκεῖν ἅπασιν αἰσχρὰ νενομίσθαι τὰ πεπραγμένα. (Vers. 146.) Τὸ δὲ ὀνομάζειν αἰδέομαι, ἀντὶ τοῦ αἰδοῦμαι Ὀδυσσέα νῦν καλεῖν πρὸς ὄνομα δίχα τινὸς προσρήσεως φιλόφρονος, ὡς ἐν τῇ μνηστηροφονίᾳ παρόντα προσφωνεῖ, πολυμήχαν' Ὀδυσσεῦ. Σημείωσαι δὲ τὸ ὀνομάζειν τεθὲν ὁμοίως τῷ ὀνομαίνειν ἀντὶ τοῦ καλεῖν ἐξ ὀνόματος. οὐ μὴν τοιοῦτον καὶ τὸ ἐξονομάζειν φαίνεται παρὰ τῷ ποιητῇ. ἔτι δὲ καὶ ἄλλως, Ὀδυσσέα μέν φησιν αὐτὸν οὐκ ἂν ἐθέλοιμι καλέσαι, τοῦτο γὰρ ἄν τις καὶ ξένος ποιήσειεν, οὐ μὴν ἀλλ' οὐδὲ δεσπότην, οὐ γάρ μοι τοιοῦτος ἐκεῖνος ἦν, οἷα πάνυ με φιλῶν καὶ κηδόμενος. καλῶ τοίνυν αὐτὸν ἠθεῖον κατὰ φιλοφροσύνην ἀδελφικήν. Καὶ ὅρα ὅπως λίαν πάνυ φιλεῖ τὸν Ὀδυσσέα ὁ Εὔμαιος. διὸ καὶ συλλήπτορα τῆς μνηστηροφονίας ἕξει αὐτὸν Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, ὀψὲ μέντοι καιροῦ καὶ ὅτε πρὸς αὐτῷ τῷ ἔργῳ γενήσεται. εἰ γὰρ οὐκέτι πιστὰ γυναιξὶν, οὐδ' ἂν δούλοις μάλιστα. Σημείωσαι δὲ ἐκ τῶν ἐνταῦθα, ὡς οὐκ ἐξ ἀνάγκης ἀεὶ τὸ δοῦλον δυσμενὲς τοῖς δεσπόταις, ἀλλ' ὅπου μὲν αὐτοῖς ἱλαρὰ τὰ τῶν δεσποτῶν, τιθασσεύονται ὡς ἐπιπολύ. βαρύτης δὲ ἄκαιρος δεσποτικὴ ἐξαγριοῖ αὐτούς. ἐνθυμητέον οὖν ὁποῖοι ἂν τοῖς Λάκωσι καὶ τοὺς ἀμφ' αὐτοὺς οἱ Εἵλωτες, οἳ δίχα κακώσεων ἄλλων καὶ πληγὰς τεταγμένας ἐλάμβανον κατ' ἐνιαυτὸν δίχα γε τοῦ ἀδικῆσαί τι, ἵνα, φασὶ, μή ποτε δουλεύειν ἀπομάθωσιν. ἐνθυμητέον δ' ἐν τούτοις καὶ ὡς εἰ δεσπότην αἰδεῖται τὸν Ὀδυσσέα καλεῖν ὁ καλὸς Εὔμαιος, ὅτι μηδὲ δουλικῶς ὑπ' ἐκείνῳ ἐτάττετο, ἀλλ' οὖν κύριον οὐκ ἂν αἰδοῖτο ἐκεῖνον ὀνομάζειν. ὃ δὴ ἁρμόζει καὶ πατρὶ ἐπὶ υἱῷ κατὰ τὸν εἰπόντα ὅτι κύριος γυναικὸς καὶ υἱῶν ἀνὴρ καὶ πατήρ. δεσπότης δὲ ἀργυρωνήτων. καὶ ὅμως οὐδ' αὐτὸ ἂν αἱροῖτο Εὔμαιος οἷα μηδὲ ὑπ' ἐξουσίᾳ δοκῶν κεῖσθαι. (Vers. 147.) εἵλετο οὖν ἠθεῖον μάλιστα καλεῖν τὸν δεσπότην, διὰ τὸ τὰ μὲν ἄλλα ἐξισοῦσθαι, χρόνῳ δὲ πρεσβύτερον ἀδελφικῶς εἶναι τὸν Ὀδυσσέα. ὅτι δὲ οὐκ ἀναγκαίως ὁ κύριος ἐπὶ δεσπότου τάττεται, ἀλλά ποτε καὶ συγγενικὴν, ὡς ἐῤῥέθη, δηλοῖ σχέσιν, καὶ ὁ κωμικὸς σημαίνει ἐν τῷ Σμικίθην καὶ κύριον, ὡς ἐπὶ ἀνδρὸς ἐκεῖνο φράσας καὶ γυναικός. (Vers. 141.) Ὅτι πρὸς τὸν μὴ ῥᾳδίως πιστεύοντα οἷς λέγει τις, ἐρεῖ ἐκεῖνος τὸ, ὦ φίλ', ἐπειδὴ πάμπαν ἀναίνεαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος, ἀλλ' ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, εὐαγγέλιον δέ μοι ἔστω, ἤγουν κείσθω μοι δῶρον ὑπὲρ ἀγαθῆς ἀγγελίας. ἐκεῖνος δὲ αὖθις ὁ ἀπιστῶν ἐρεῖ· ὦ δεῖνα, οὔτ' ἂρ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτε τόδε τι γενήσεται, οἷον, οὔτ' ἐκεῖνος οἶκονδ' ἐλεύσεται κατὰ τὸν ποιητὴν εἰπεῖν. (Vers. 149.) Ἀναίνεσθαι δέ ἐστι τὸ μὴ συγκατατίθεσθαι παρὰ τὴν α στέρησιν καὶ τὸν αἶνον, ὃς δηλοῖ συγκατάθεσιν. ἐξ οὗ καὶ ἡ συναίνεσις καὶ τὸ συναινεῖν καὶ συγκαταινεῖν. (Vers. 151.) Ἰστέον δὲ ὅτι τὸ οὐκ αὔτως ἐν τοῖς ἀντιγράφοις διὰ τοῦ κ ἐκφερόμενον δηλοῖ ψιλοῦσθαι τὸ αὔτως Ἰωνικῶς, ἢ καὶ ὡς ἀπὸ τοῦ αὐτός. (Vers. 152.) Ὅτι ὁ μετὰ πράγματος ἀπόβασιν ζητῶν τὸ προσεχῶς ῥηθὲν εὐαγγέλιον εἴποι ἄν· εὐαγγέλιον δέ μοι ἔστω, αὐτίκα ἐπειδὰν τόδε γενήσεται, πρὶν δέ κε καὶ μάλα περ κεχρημένος οὔτι δεχοίμην. (Vers. 153.) ἔνθα ὅρα τὸ αὐτίκα