Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.68.1
Not analysed yet
περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη, καὶ Αἰολικῶς εἴη· ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θεὶς καὶ βλεὶς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι. πᾶν δὲ τοιοῦτον εὐκτικὸν ἤγουν εἰς ο λῆγον παρὰ Σικελοῖς ἀπὸ τῶν παρ' ἡμῖν εἰς εις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ο εἰς ε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ ταυ· θεῖο θεῖτε, σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθεὶς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακρινθεῖο ἔφη τὸ, διακρινθεῖτε τάχιστα, καὶ ἀπὸ τῆς κατὰ Σικελοὺς εἰς μετοχῆς καὶ τοῦ εἶο εὐκτικοῦ τὸ εἶτε, οἷον, ποῖοι κ' εἶτ' Ὀδυσσῆϊ ἀμυνέμεν, ὅ περ ἐν τοῖς ἑξῆς κεῖται, καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι, οἷον, τὸ διακρινθεῖτε ἐκ τοῦ δακρινθείητε, καὶ τὸ εἶτε ἀπὸ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον, αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (Vers. 159.) Ἱστία δὲ Ὀδυσσέως νῦν ἡ τοῦ Εὐμαίου οἴκησις διὰ τὸ κτῆμα ἐκείνου εἶναι, εἰ καὶ ἄλλως ἢ Διός ἐστιν ἱερὰ ἡ κατ' οἶκον ἑστία, ὡς πολλαχοῦ εἴρηται, ἣ τῇ μυθικῇ Ἑστίᾳ ἱέρωται. περὶ δὲ ἱστίας καὶ ἑστίας γέγραπται καὶ πρὸ τούτων ὅπου καὶ περὶ ἐσχάρας. δῆλον δὲ ὡς, καθάπερ ὅρμος καὶ βωμὸς μέρη ὁ μὲν λιμένος ὁ δὲ ναοῦ καὶ ὅμως ἐξ αὐτῶν καὶ ὁ ὅλος λιμὴν καὶ ὁ ναὸς καλοῦνται ὁμωνύμως τοῖς μέρεσιν, οὕτω καὶ ἑστία καὶ ἱστία κυρίως μὲν ἐσχάρα οἴκου, καθ' ἣν ἔθυον ὁσημέραι Διΐ τε ἑστιούχῳ καὶ θεᾷ τινὶ, ἣν ἐκάλουν Ἑστίαν, διὰ τὸ συνεστάναι τὸν οἶκον δι' αὐτῆς. ἐκεῖθεν δὲ καθ' ὁμωνυμίαν ἑστία τε καὶ ἱστία καὶ ὁ ὅλος οἶκος ἐλέγετο. ὡς δὲ ἐκ τούτων καὶ Ζεὺς ἐφέστιος καὶ ἐπίστιος καὶ ἑστία ἡ ἐκεῖθεν τροφὴ, καὶ παροιμία τὸ, ἀφ' ἑστίας, καὶ ὅσα τοιαῦτα, οὐδ' αὐτὰ σεσίγηται ἀλλ' ἐν διαφόροις τόποις κατέσπαρται. παρηχοῦσι δέ πως τὸ, ἴστω νῦν Ζεὺς καὶ ἱστία Ὀδυσσέως. (Vers. 161.) Λυκάβας δὲ καὶ νῦν ὁ ἐνιαυτὸς, οὐ μόνον διὰ τὸ λυγαίως, ὅ ἐστι λεληθότως καὶ οἷον σκοτεινῶς, παρέρχεσθαι, ἀλλὰ καὶ διότι αἱ κατ' αὐτὸν ἡμέραι καθ' ὁμοιότητα διαβάσεως λύκων ἀλλήλοιν ἔχονται. πιστεύεται γάρ, φασι, τοὺς λύκους διαβαίνοντας βίαιον ποταμὸν, ἐνδακόντας τὴν κέρκον τῶν ἀεὶ προηγουμένων τοὺς ἑπομένους στιχηδὸν διανήχεσθαι καὶ οὕτω μὴ παρασύρεσθαι τῷ ποταμῷ ἄλλον ἀλλαχοῦ, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ. (Vers. 167.) Ὅτι ὁ μὴ θέλων ἀκούειν ἔκ τινος ἀγγελλόμενα λυπηρὰ ἐρεῖ ἂν τὸ, ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκε· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ τοῦ δεῖνος, οἷον κεδνοῖο ἄνακτος ἢ ἑτέρου τινός. (Vers. 168.) Καὶ ὅρα ὡς ἐν τῷ, ἕκηλος πῖνε, συννοεῖται καὶ τὸ ἐσθίειν. καὶ ὅτι τὸ παρὲξ, περὶ οὗ πολλαχοῦ ἐῤῥέθη, αὐτὸ καθ' αὑτὸ κεῖται δίχα συντάξεως τῆς πρὸς πτῶσιν τινά. δηλοῖ δὲ καὶ νῦν διὰ μὲν τῆς εξ τὸ ἔξω εἶναι τούτους τοῦ τοιαῦτα λέγειν. διὰ δὲ τῆς παρα τὸ ἐγγὺς ὅμως εἶναι ἤγουν πρὸς αὐτῷ τῷ ἄλλως λαλεῖν περὶ τῶν καθ' ἑαυτούς. καὶ ὅτι ἀδιαφόρως συνέταξε τὸ αὐτὸ ῥῆμα κατά τε αἰτιατικὴν καὶ γενικὴν εἰπών· ἀλλὰ μεμνώμεθα, καὶ μηδέ με τούτων μίμνησκε, καὶ, ὅτε τις μνήσει κεδνοῖο ἄνακτος. (Vers. 172.) Ἐν τούτοις δὲ σεμνολογῶν ἑαυτὸν ὁ δοῦλος προτάσσει ἀφελῶς τὸ οἰκεῖον ὄνομα τῶν δεσποτικῶν, εἰπών· ἔλθοι Ὀδυσσεὺς ὡς ἐγὼ θέλω καὶ Πηνελόπη Λαέρτης τε καὶ Τηλέμαχος. καὶ εἰκὸς ἐπὶ τούτοις χαίρειν τὸν δεσπότην Ὀδυσσέα καὶ εἰς ἐχέγγυον αὐτὰ πίστιν τῷ δούλῳ καταλογίζεσθαι. (Vers. 175.) Ὅτι ὄνειδος υἱοῦ ἀγαθοῦ διαστραφέντος τὸ, ὃν ἐπεὶ θρέψε θεὸς ἔρνεϊ ἶσον, καί μιν ἔφην ἔσεσθαι ἐν ἀνδράσιν οὔτι χερείω πατρὸς ἑοῖο φίλοιο δέμας καὶ εἶδος ἀγητὸν, τοῦ δὲ θεὸς βλάψε φρένας ἔνδον ἐΐσας, ἠέ τις ἀνθρώπων. (Vers. 174.) Εὔμαιος δὲ τοῦτο φησὶ περὶ Τηλεμάχου ἐφ' οἷς ἀπέπλευσε διὰ πατρὸς ἀκουὴν, εἰπών· καὶ ὅτι νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ' Ὀδυσσεύς. καὶ θηρᾶται καὶ οὕτω τὴν δεσποτικὴν φιλίαν διὰ τὸ πρὸς τοὺς δεσπότας φιλοίκειον. εὐμεθόδως δὲ παρέῤῥιψεν ὁ ποιητὴς τοῦτό τε καὶ τὰ ἑξῆς, οἷα μέλλων μετ' ὀλίγα ἐπανελθεῖν εἰς τοὺς περὶ Τηλεμάχου λόγους καὶ ἐπαναγαγεῖν ἐκεῖνον ἀναγκαίως εἰς Ἰθάκην ἐκ Λακεδαίμονος. (Vers. 178.) ὡς δὲ οὐ βέβλαπται τὰς φρένας ὁ νεανίας, καθὰ τῷ Εὐμαίῳ δοκεῖ, λέλυκε μὲν καὶ πρὸ βραχέων ἡ μυθικὴ Ἀθηνᾶ. προκατεσκεύασται δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ βιβλίου τοῦδε καταρχῇ. δῆλον γὰρ ὡς ὁ διά τι χρήσιμον πλοῦς οὐ κατηγορεῖ τοῦ παιδὸς βλάβην φρενῶν. (Vers. 175.) Ὁ δὲ πρὸς ἔρνος εἰκασμὸς καὶ πρὸ τούτων τῇ τοῦ Ἀλκινόου θυγατρὶ προσήρμοσται. (Vers. 179.) Τὸ δὲ ἠέ τις ἀνθρώπων, οὐκ ἀμάρτυρον· πολλοὶ γὰρ καὶ ἐξ ἀνθρώπων βλάπτονται φρένας, καὶ οὐ μόνον φαρμάκοις, ἀλλὰ καὶ λόγοις τὰ πλείω αἱμύλοις καὶ ἀπατητικοῖς. (Vers. 181.) κεῖται δ' ἐν τούτοις καὶ φῦλον Ἀρκεισίου τὸ προῤῥηθὲν, δηλοῦν τὴν κατὰ