Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.69.1
Not analysed yet
σειρὰν πρὸς βάθος διαδοχήν. καὶ τὸ, ὑπέρσχῃ χεῖρα θεὸς, ἀντὶ τοῦ ὑπεράνω ἔξει καὶ σκεπάσει. φησὶ γάρ· ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἁλῴη ἤ κε φύγῃ, καί κέν οἱ ὑπέρσχῃ χεῖρα θεός. ὅ περ οἰκεῖον ῥηθῆναι, ὅτε τις καταπαύει λόγον τὸν περί τινος κινδυνεύοντος. (Vers. 182.) Ὅτι δὲ ὁ Ἀρκείσιος πάππος Ὀδυσσέως καὶ ὡς ἢ ἀπὸ ἄρκτου ἢ ἀπὸ τοῦ ἀρκέω ἀρκέσω παρῆκται, δηλοῦσιν οἱ παλαιοὶ καὶ κεῖται ἀλλαχοῦ. (Vers. 185.) Ὅτι ἀνάκρισις ξένου τὸ, ἀλλ' ἄγε μοι σὺ γεραιὲ τὰ σαυτοῦ κήδε' ἔνισπε, καί μοι τοῦτ' ἀγόρευσον καὶ ἑξῆς περὶ τοῦ, ποίας πόλεως ὁ ἀνὴρ καὶ γονέων, ὡς καὶ ἀλλαχοῦ τὰ τοιαῦτα κεῖνται. (Vers. 193.) Ὅτι ὁ ἐν Φαίαξιν εἰπὼν Ὀδυσσεὺς ὡς εἴ με καὶ εἰς ἐνιαυτὸν θέλοιτε μένειν καὶ δῶρα διδοῖτε, βουλοίμην ἂν τοῦτο αὐτὸς καὶ νῦν τῷ Εὐμαίῳ φιλοπευστοῦντι, φησίν· εἴη μὲν νῦν ἡμῖν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ, ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι δαίνυσθαι ἀκέοντ', ἄλλοι δ' ἐπὶ ἔργα τράποιντο, ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα οὔτι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, ὅσσα γε δὴ ξύμπαντα μόγησα. (Vers. 196.) καὶ εἰκὸς τὸν πολύτλαν καὶ πολλὰ ἔχειν λέγειν μογήματα. χρόνον δὲ κἀνταῦθα τὸν πολὺν ἔφη καὶ ἐγγὺς ἂν ἐνιαυτοῦ, ὡς ἐμφαίνει ὁ ποιητὴς διὰ τοῦ, καὶ εἰς ἐνιαυτὸν ἅπαντα. (Vers. 194.) Τὸ δὲ κλισίης ἔντοσθεν ἐοῦσιν, ἀστείως ἔφη, ὡς οἷα δῆθεν ἐθέλων καθῆσθαι ἀργὸς καὶ ἐσθίειν. διὸ καὶ ἐπήγαγε πρὸς σαφήνειαν τὸ, ἀκέοντε, καὶ τὸ, ἄλλοι δ' ἐπὶ ἔργα τράποιντο ἢ ἐπὶ ἔργα ἕποιεν ἀντὶ τοῦ ἐνεργοῖεν, ἐφέποιεν. (Vers. 199.) Ὅτι θελήσας ὁ ποιητὴς ἐμφῆναι, πῶς οἱ εἰς τὴν Ἰθάκην ἐρχόμενοι ἐπαῖται ἠπάτων ἂν τοὺς τοῦ Ὀδυσσέως ψευδῆ ἀγγέλλοντες, ποιήσει μὲν τὸν Ὀδυσσέα ψευδόμενον καὶ ἐν τοῖς ἑξῆς πρός γε τοὺς μνηστῆρας καὶ πρὸς τὴν γυναῖκα, καθὰ καὶ πρὸ τούτων ἐπὶ τῆς Ἀθηνᾶς ἐπειράσατο. ποιεῖ δὲ καὶ νῦν τὸ ὅμοιον ἐπὶ τοῦ Εὐμαίου. καὶ δαπανᾷ μὲν στίχους ὑπὲρ τοὺς ἑξήκοντα καὶ ἑκατὸν, ἀπατήλια βάζων. εἰδὼς δὲ ὡς οὐκ ἂν τῶν τις ἐσύστερον ἀνθρώπων ἐπιστραφείη λόγων οὕτω ψευδῶν, ἀρτύει αὐτοὺς ἐν τῷ μέσῳ ἱστορίαις τε ἀληθέσι καὶ τοπογραφίαις καὶ ἑτέροις οὐκ ὀλίγοις χρησίμοις καὶ λόγου ἀξίοις. ὡραΐζει δὲ καὶ ῥητορικῶς καλλιγραφίᾳ τὴν διήγησιν, καὶ ὅλως πολὺ τὸ ἐπαγαγὸν ἐντίθησι καὶ τῷ τοιούτῳ λόγῳ, ἵνα μὴ διὰ τὴν ψευδῆ πλάσιν ἐξαθερίζοιτο. καὶ τέως Κρῆτα καὶ νῦν ἑαυτὸν πλάττει Ὀδυσσεὺς, ἐν Κρήτῃ τὴν σκηνὴν τῆς ψευδολογίας πηξάμενος, εἰπὼν ὅτι ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, ἐλλειπτικῶς φράσας. τὸ γὰρ ἐντελὲς οὕτω πως· ἐκ μὲν Κρητάων εὐρειάων τὸ γένος μοι εὔχομαι εἶναι, ὡς δηλοῖ μετ' ὀλίγα τὸ, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι, καὶ οὐδὲ ἑνικῶς, ὡς πρὸ μικροῦ, Κρήτην εἰπὼν, ἀλλὰ πληθύνας τὸ ὄνομα πρὸς ἔμφασιν τοῦ μεγέθους τῆς νήσου. (Vers. 200.) εἶτα καὶ ἀνέρος ἀφνειοῖο πάϊς εἶναι λέγει. πολλοὶ δέ, φησι, καὶ ἄλλοι υἷες ἐνὶ μεγάρῳ ἠμὲν τράφεν ἠδ' ἐγένοντο γνήσιοι. ὅ περ εἴποι ἂν ὁ συνιστῶν τινὰ ἐπὶ γένει λαμπρῷ. (Vers. 201.) ἔνθα δῆλον, ὡς καὶ νῦν πρωθύστερον τὸ ἠμὲν τράφεν ἠδ' ἐγένοντο, οὐ μὴν ὀρθὸν φύσει κατὰ τὸ, ὅθι πρῶτον γενόμην καί μ' ἔτρεφον αὐτοὶ, ὃ πρὸ ὀλίγων ἔφη ὁ Εὔμαιος. (Vers. 202.) εἶτα λέγει καὶ ὅτι ὠνητή με μήτηρ ἔτεκε παλλακὶς, ἐπαγόμενος οὕτω τὸν Εὔμαιον, οἷα ὁμομαστιγίας ὢν κατὰ τὸν κωμικόν. καὶ λέγειν ἔχων παροιμιακῶς τὸ, τὴν ἐμὴν κάμνεις νόσον, καὶ τὸ, τὸν αὐτὸν ἕλκομεν ζυγὸν, κατὰ τοὺς παλαιοὺς, ἵνα ἐλαττῶν τὸ γένος καὶ ὅμοιος εἶναι λέγων τῷ ξενίζοντι συβώτῃ δούλῳ πιστευθῇ ὡς φιλαλήθης καὶ ἐπὶ τοῖς λοιποῖς. (Vers. 288.) διὸ καὶ Φοίνικι περιπεσεῖν λέγει ναυκλήρῳ, ἐπεὶ καὶ τὸν Εὔμαιον ὑπὸ Φοινίκων οἶδε πραθέντα, ὡς ῥηθήσεται ἐν τοῖς ἑξῆς. καὶ φθάσας πρὸ μικροῦ εὐλογῆσαι τοὺς Φοίνικας ὡς μὴ ἀπατᾶν ἐθέλοντας, ὅμως νῦν οἷά τις ἀμφοτερόγλωσσος τοῦτον τὸν Φοίνικα ναύκληρον ἀπατήλιά φησιν εἰδέναι καὶ πολλὰ κακὰ ἀνθρώπους ἐοργέναι, προληπτικῶς τοῦτο λέγων, οἷα γνοὺς ἤδη ἐξ ὧν ἔπαθεν. ἄλλως γὰρ οὐκ ἂν εἰδὼς ἠκολούθησε. (Vers. 289.) τὸν δ' αὐτὸν Φοίνικα καὶ ὁμωνύμως ἰχθύϊ τῷ παρὰ Αἰλιανῷ τρώκτην καλεῖ, ὅ ἐστι φάγον, φιλοκερδῆ, φιλάργυρον, ἐκ παντὸς ἐθέλοντα τρώγειν, ὅ ἐστι κερδαίνειν· κατὰ τοὺς παλαιοὺς δὲ καὶ ἀπατεῶνα, παραλογιστήν. δι' ὧν Εὔμαιος ἀκούων θεραπεύεται. Ἰστέον δὲ ὅτι περίκλυτον γένος οἱ Φοίνικες, ἐξ ὧν καὶ Φοινίκια γράμματα. ἐπεί, φασι, δοκεῖ Κάδμος ἀπὸ Φοινίκης αὐτὰ κομίσαι. δηλοῖ δ' αὐτὸ καὶ ὁ γράψας ὅτι Φοίνικες εὗρον γραμματ' ἀλεξίλογα, περὶ ὧν ἐν τοῖς ἑξῆς ῥηθήσεται. καὶ ψεῦδος δὲ Φοινικικὸν ἀπὸ τῶν κατὰ τὸν Κάδμον τὸν Φοίνικα καὶ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς μυθικῶς λεγομένων, ὥς φησι Παυσανίας, ἵνα ᾖ Φοινικικὸν ψεῦδος τὸ τερατῶδες. Ὁ δὲ Ὀδυσσεὺς καὶ τὸ ῥάκος τὸ κακὸν, ὃ φορεῖ, καὶ τὸν χιτῶνα τὰ ῥωγαλέα, τοὺς Φοίνικας αὐτῷ βαλεῖν φησὶ, διαβάλ-