Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.74.1
Not analysed yet
φέρων καὶ τὸ, τὴν μὲν ἄρδαν ἀπ' ἐμοῦ σπόγγισον· καὶ τὸ, Αἰγύπτιος θοιμάτιον ἠρδάλωσέ μου. παραδίδωσι δὲ καὶ ὅτι τὸ ἐσχάζοσαν παρὰ Λυκόφρονι καὶ παρ' ἄλλοις τὸ ἐλέγοσαν καὶ τὸ, οἱ δὲ πλησίον γενομένων φεύγοσαν, φωνῆς Χαλκιδέων ἴδιά εἰσιν. ἔτι καὶ τὸ στίμμιν, περὶ οὗ ἀλλαχόθι ἐγράφη, θηλυκῶς προάγει, εἰπὼν ὅτι στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος Αἰγυπτίων μέν ἐστι φωνή. κεῖται δὲ ὅμως καὶ παρὰ Ἴωνι τῷ ποιητῇ, ἐν τῷ, καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον. ἔφη δὲ καὶ ὅτι ἡ μαγὶς ἀπὸ τῆς μάζης ἢ τοῦ μαστεύειν ῥηθεῖσα παράγει τὸν μάγειρον, ὃς οὕτω, φησὶ, λέγεται παρὰ τὸ μαγίδας αἴρειν ἤγουν προσφέρειν. ἔτι λέγει καὶ δοκὸν τὴν δόκησιν καὶ ὑπόληψιν, οἷον, τῷ γ' ἐμῷ δοκῷ ἤγουν τῇ ἐμῇ δοκήσει. καὶ ὅτι παρὰ Αἰτωλοῖς τὸ τοῖς γέρουσι γερόντοις φράζεται, οἷον, Μιλησίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, καὶ τὸ παθήμασι παθημάτοις. καὶ Πλάτων δέ, φησιν, ὁ κωμικὸς, ὁ πρόσωπος εἴρηκεν ἀντὶ τοῦ πρόσωπον, καὶ ἀντὶ τοῦ γάλακτος ἢ γάλατος τοῦ γάλα ἔκλινε δισυλλάβως. εἴρηται δέ, φησι, καὶ τὸ ἀπόστηθι ἀπόστα, καθὰ δηλαδὴ καὶ τὸ κατάβηθι κατάβα παρὰ Ἀριστοφάνει, καὶ οἱ ἔμετοι ἐμίαι ὡς κοχλίαι. Εὔπολις δέ, φησιν, ἐπὶ τοῦ κακοφώνου τὸν ἐμίαν τίθησιν. ἐπὶ δὲ πᾶσι λέγει ὁ αὐτὸς γραμματικὸς καὶ μομφὸν παρ' Εὐριπίδῃ τὴν μέμψιν λεχθῆναι. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐκ δὲ τοῦ προειρημένου ἐφολκίου, ὃ παραλήγεται καταμόνας τῷ ἰῶτα διχρόνῳ, καὶ τὸ σῶμα οἱ σοφοὶ συμβολικῶς παροιμίας λόγῳ, ἐφόλκιον φασίν. ὡς μεγάλῃ τινὶ ἐφελκόμενον νηῒ, τῇ ψυχῇ, χρήσιμον δὲ ἴσως εἰς τὴν τοιαύτην λέξιν καὶ τὸ, ἐφελκομένοισι πόδεσσιν, ὃ ἐν Ἰλιάδι κείμενον δηλοῖ πάρεσιν ποδῶν ἑλκομένων ἐν τῷ σύρεσθαί τινα. τὸ δὲ ῥῆμα, ἐξ οὗ καὶ τὸ ἐφόλκαιον καὶ τὸ ἐφόλκιον, ποιεῖ καὶ τὸ ἐφολκὸν, ὃ δηλοῖ τὸ ἐπαγωγὸν, ὡς Καλλίμαχος· ἔχοιμι δέ τι παιδὸς ἐφολκόν. ἡ μέντοι παρὰ τοῖς ἰατροῖς ἐφελκὶς οὐχ' ὁμοίως γίνεται, ἀλλὰ ἐκ τοῦ ἕλκος. καὶ δοκεῖ τι συντελεῖν εἰς αὐτὴν Ὁμηρικὸν τὸ, ἐφ' ἕλκεϊ ἕλκος ἄρηται. παρὰ δέ γε τῷ δειπνοσοφιστῇ φέρεται καὶ ὅτι ἐφόλκια πλοιάρια διάφορα, ἐφελκόμενα δηλαδὴ μείζοσι ναυσί. φησὶ γάρ· ἐφόλκια δ' ἦσαν αὐτῇ τῇ τοῦ Ἱέρωνος δηλονότι μεγίστῃ νηῒ τῇ Συρακουσίᾳ κληθείσῃ τὸ πρῶτον, εἶτα Ἀλεξανδρίδι, κέρκουρος, ἐπίκωπος, ἁλιάδες τε καὶ σκάφαι πλείους. τοῦ δὲ καὶ λέμβον τὸ ἐφόλκιον λέγεσθαι χρῆσις φέρεται Ἀναξανδρίδου παρὰ τῷ Ἀθηναίῳ. ἦν δὲ καὶ ἐπίθετον ἢ κύριον ἀνδρός τινος ὁ λέμβος. (Vers. 352.) Τὸ δὲ νηχόμενος ἑρμηνεία ἐστὶ τοῦ χερσὶ διήρεσσα. Τὸ δὲ θύρηφ' ἔα ἶσον ἐστὶ τῷ, θύραζε ἦν. Τὸ δὲ καὶ προδηλωθὲν ἔα, οὗ χρῆσις καὶ ἐν τῷ, τοῖος ἔα, διαλελύσθαι δοκεῖ ἀπὸ τοῦ ἦ, οὗ μνήμη καὶ παρὰ Αἰλίῳ Διονυσίῳ, εἰπόντι ὡς Ἴωνες μὲν ἔα φασὶν, Ἀττικοὶ δὲ ἦ μονοσυλλάβως, οἱ δὲ μέσοι σὺν τῷ νυ, οἷον, ἐπειδὴ μεστὸς ἦν, ἀνεπαυόμην. τὸ δὲ τρίτον οὐδέ ποτέ φησιν ἄνευ τοῦ νυ. ἕτερος δὲ ῥήτωρ γράφει, ἔα καὶ ἐν συναιρέσει ἦ. Ἴωνες δὲ ἐπεκτείνοντες ἦα φασίν· ὥστε ταυτὸν ἔα καὶ ἦ καὶ ἦα καὶ ἦν καὶ ἔσκον καὶ ἔην ἐπὶ πρώτου προσώπου. κεῖνται γὰρ ἀντὶ τοῦ ὑπῆρχον, ὡς καὶ τὸ, τοῖος ἔον ἐν πολέμῳ. (Vers. 353.) ἔτι πλάττει ὁ ψευδόπτωχος καὶ περὶ ὄρος τὸ Ἰθακήσιον διαφυγεῖν αὐτὸς τοὺς Δουλιχιώτας ναύτας, εἰπών· ἔνθ' ἀναβὰς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηὼς, ἤγουν κατεπτηχὼς, εἰπὼν καὶ τοῦτο καθ' ὁμοιότητα τῶν ἐν τῇ Φαιακίᾳ. Πολυανθῆ δὲ ὕλην λέγει, οὐκ ἐξ ἀνάγκης τὴν ἄρτι τοιαύτην, ἀλλὰ τὴν ἐν καιρῷ τοῦ ἀνθεῖν. ἐπὶ δὲ πᾶσι κολακεύων τὸν ξεινοδόκον Εὔμαιον λαλεῖ ὅ περ εἰκὸς καὶ παρ' ἄλλου ὁμοίου τινὸς ῥηθῆναι πρὸς ξενοδοχοῦντα· καί με σταθμῷ ἐπέλασεν ἄγων θεὸς, ἀνδρὸς ἐπισταμένου. ἔτι γὰρ νύ μοι αἶσα βιῶναι. καὶ ὅρα τὸ, ἔτι γὰρ δή μοι αἶσα βιῶναι, οἰκεῖον ὂν εἰπεῖν ἐξαλύξει κινδύνου, ὥς περ καὶ τὸ, ἐμὲ δ' ἔκρυψε θεὸς αὐτὸς, πρέπει λέγειν ὁπηνίκα πολεμίους λαθὼν ἐκφύγῃ τις. σταθμὸν δὲ καὶ νῦν τὸν ἀγροτικὸν οἶκον λέγει, ὡς ἐκ μέρους τοῦ κατὰ τὰς θύρας. ἐπιστάμενον δὲ ἄνδρα τὸν σπουδαῖον φησὶν ἤτοι ἀγαθόν. ἀφ' οὗ γέγονεν ἀφορμὴ τοῖς ὕστερον τοῦ λέγειν ἐπιστήμας τὰς ἀρετάς. καὶ τοιαῦτα μὲν ὡς ἐν ὀλίγῳ ἐπελευστικῶς ἀνθολογῆσαι τὰ τῆς ἡρωϊκῆς ψευδομυθίας. (Vers. 223. sqq.) ὧν ἐν μέσῳ καὶ νόημά τι ἐμφαίνεται φιλόσοφον τὸ μὴ ἐξανάγκης ἀεὶ τὰ σύνθετα διαιρεθέντα τὴν αὐτὴν φυλάσσειν ἔννοιαν. φιλόσοφος μὲν γὰρ καὶ φιλῶν σοφίαν ὁ αὐτὸς, καθὰ καὶ φιλοσοφία καὶ φιλία σοφίας. οὕτω δὲ καὶ ἐπὶ ἑτέρων μυρίων ὅσων, οὐ μὴν ἀεὶ τὸ τοιοῦτον. τὴν γοῦν οἰκωφελίαν ὄνομα σύνθετον ἕτερον οἶδεν ὁ ποιητὴς ἐν τούτοις τοῦ, οἶκον ὀφέλλειν. εἰπὼν γοῦν ὁ ψευδοπλάνης Ὀδυσσεὺς, ὅτι ἔργον δέ μοι οὐ φίλον ἔσκεν οὐδ' οἰκωφελία, ἐπάγει μετ' ὀλίγα, ὅτι ἐν πολέμοις πολλὰ μὲν ἐξαιρεύμην, τουτέστιν ἐξῃρούμην, ἤγουν κατ' ἐξαίρετον ἐκλεγόμενος ἐλάμ-